Καὶ γὰρ ὅτε λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ εἰρηνοποιοὶ, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, οἱ καὶ ῥητὰ καὶ ἄῤῥητα δι᾽ αὐτὸν παρὰ τῶν ἔξωθεν ἀκούοντες κακά· οὔτε βιωτικοῦ, οὔτε μονάζοντος ὄνομα τίθησιν, ἀλλ᾽ ἀπὸ τῆς τῶν ἀνθρώπων διανοίας οὗτος εἰσενήνεκται ὁ διορισμός. Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ᾽ ἅπαντας τὸν τῶν μοναχῶν βούλονται βίον ζῇν, κἂν γυναῖκας ἔχοντες τύχωσιν. Ἄκουσον γοῦν καὶ ὁ Παῦλος τί φησιν· ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν λέγω πάλιν. Οὗτος τοίνυν ἐπιστέλλων ἀνθρώποις γυναῖκας ἔχουσι καὶ παιδία τρέφουσι, πᾶσαν τὴν τοῖς μοναχοῖς προσήκουσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖ. Τὴν γὰρ τρυφὴν ἐκκόπτων ἅπασαν, καὶ τὴν ἐν τοῖς ἱματίοις, καὶ τὴν ἐν τοῖς ἐδέσμασι, ταῦτα ἐπιστέλλει τὰ ῥήματα· Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ· καὶ πάλιν. Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε· καὶ πάλιν, Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί τούτων παρὰ τῶν μοναζόντων πλέον ἀπαιτήσειεν ἄν τις; Γλώττης δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι ἔργον ἐστίν.