Ψυχὴ διὰ καθαρότητος ἑνωθεῖσα Θεῷ λόγου ἑτέρου πρὸς διδαχὴν οὐ δεηθήσεται· τὸν ἀΐδιον λόγον μυσταγωγόν, καὶ ὁδηγὸν καὶ φωτισμὸν ἐν ἑαυτῇ φέρουσα ἡ μακαρία, οἵαν που καὶ τὴν σὴν ἱερωτάτην, καὶ παμφαῆ κορυφὴν ὑπάρχειν μέμνημαι· οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλ’ ἐνεργείᾳ καὶ πείρᾳ τὴν αὐτῆς γνώμην πάναγνον ἐπιστάμενος, πραότητι μάλιστα θηρωλέθρῳ καὶ ταπεινότητι ἐξαστράπτουσαν, κατὰ τὸν μέγαν ἐκεῖνον νομοθέτην, ᾧ καὶ ὄντως κατὰ πόδας ἑπόμενος, τληπαθέστατε, καὶ προβαίνων εἰς ὅψος ἀεὶ μικροῦ δεῖν κἀκεῖνον ἐπλεονέκτησας, κατὰ τὸ τῆς ἁγνείας, λέγω, ἐγκώμιον, καὶ τὸ τῆς σωφροσύνης ἔπαθλον, δι’ ὧν καὶ μάλιστα, ὡς οὐ δι’ ἑτέρων Θεῷ πλησιάζειν δυνάμεθα, τῷ πανάγνῳ τε καὶ πάσης ἀπαθείας δοτῆρι καὶ ἀρωγῷ καὶ μεθιστῶντι διὰ ταύτης ἀπὸ γῆς εἰς οὐρανόν, τοὺς ἐπὶ γῆς ἔτι πέλοντας· οἷς ὥσπερ τινὶ πυρὸς ἅρματι, κατ’ ἐκεῖνον τὸν φίλαγνον ἡλίου ἐν ποσὶν ἀοκνίας ἐπιβεβηκώς, οὐ μόνον τὸν Αἰγύπτιον τοῦτον πεφόνευκας, καὶ ἐν ψάμμῳ ταπεινώσεως τὸ ἔπαθλον κέκρυφας· ἀλλά γε καὶ ἐπὶ τὸ ὄρος ἀνέδραμες, καὶ Θεὸν δι’ ἀκανθώδους καὶ θηρίοις δυσεπιβάτου πολιτείας ἑώρακας· καὶ θείας φωνῆς καὶ φωταυγείας ἀπέλαυσας· καὶ τὸ ὑπόδημα, λέγω δὴ πᾶν τὸ νεκρῶδες συγκάλυμμα λέλυκας· καὶ τῆς κέρκου, ἤγουν τοῦ τέλους τοῦ ἐξ ἀγγέλου εἰς δράκοντα μεταπεσόντος ἐπελάβου· καὶ τοῦτον ὥσπερ ἐν οἰκείῳ φωλεῷ καὶ ἐν λάκκῳ κατωτάτῳ, ἐν Αἰγύπτῳ καὶ σκοτασμῷ ζοφώσας παρέδωκας· καὶ τὸν Φαραὼ νενίκηκας τὸν ὑψηλὸν καὶ ἀγέρωχον· καὶ Αἰγυπτίους κατέπληξας, καὶ τὰ τούτων πρωτότοκα, ὃ τὰ μεῖζον ἔπαθλον τεθανάτωκας.