Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.» Ἐπειδὴ ἐκείνου οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ᾽ ἡμιτελὴς, εἶπε τὸ, σχεδόν. «Ἀνάγκη οὖν, τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι.» Οὗτοι, φησὶν, οἱ καθαροὶ, οἱ κατὰ νόμον τελειούμενοι, ἀτελεῖς ἦσαν, ἐπειδὴ καὶ τύπος ἦσαν ἐκεῖνοι τῶν μελλόντων. «Αὐτὰ δὲ τὰ ἐπουράνια,» Τὴν Ἐκκλησίαν λέγει. «Κρείττοσι θυσίαις παρὰ ταύτας.» Τότε μὲν προβάτου αἵματι ἐχρίοντο, νῦν δὲ, αὐτοῦ τοῦ Χριστοῦ. «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν· νῦν ἐμφανισθῆναι» Τοῦτο, φησὶν, ὥσπερ δὴ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῇ τοῦ ναοῦ κατασκευῇ, ὡς μηδενὶ τόπου ὄντος τοιούτου. Πάλιν οὖν σύγκρισις, καὶ τὸ διάφορον πολὺ, ὅσῳ αὐτὸς ὁ οὐρανὸς τοῦ ναοῦ. «Τῷ προσώπῳ Θεοῦ ὑπὲρ ἡμῶν.» Εἰπὼν τὸ, ἐμφανισθῆναι, καὶ δείξας τὴν οἰκονομίαν, καὶ τὴν αἰτίαν ἐπάγει, ὅτι τοῦτο πεποίηκεν ὑπὲρ ἡμῶν, ἐπεὶ, καθὸ Θεὸς Λόγος, πάντοτε σύνεστι τῷ Πατρί. Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. «Οὐδὲ πολλάκις προσφέρει ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ τῆς καταβολῆς τοῦ κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων.»