Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η διακονία των φυλακισμένων και ο πόθος του μαρτυρίου

Η έμπρακτη συμπαράσταση της Αναστασίας προς τους φυλακισμένους μάρτυρες, ο διακαής πόθος της για τελείωση, η θεολογική θεώρηση της θείας πρόνοιας και η δημόσια ομολογία της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Ὥσπερ γὰρ ἥτις πηγὴ ῥεῖθρον διειδέστατον νάουσα ὕλης ἐξ ἀνέμων ἐπεισφρησάσης καὶ συρφετοῦ ἰλυόεις γίνεται, ἂν μέντοι τὸ νᾶμα πλημμυροῦν ὑπερβλύσειε, συνυπερεκχεῖται μὲν τὸ ἰλυόεν τῷ ὕδατι, μένει δὲ ὅλη εἰλικρινὴς ἀργυρέοις πλήθουσα νάμασιν, οὕτω κἀν ταύτῃ τὸ ῥεῖθρον ὑπερβλύσαν τοῦ πνεύματος ὡς ἄσιν τινὰ καὶ ἀφυσγετὸν τῶν γηΐνων τὴν ὕλην ἀπώσατο, ὅθεν ἀκραιφνεῖ νῷ δεδεγμένη τὴν αἴγλην τοῦ πνεύματος ὅλη φωτοειδὴς καὶ θεοειδὴς ἐχρημάτισεν —πῦρ γὰρ ἀνῆψεν ἐγκάρδιον, ὃ Χριστὸς βαλεῖν ἐπὶ τὴν γῆν οὐρανόθεν ἀφίκετο— καὶ πυρωθεῖσα καὶ θεωθεῖσα τῇ ἑνώσει τῆς χάριτος θεομιμήτως ἔσχε τὸ συμπαθὲς καὶ φιλάνθρωπον.

Αὕτη Θεοδότην τὴν θείαις δοτειναῖς κοσμουμένην συνοπαδὸν καὶ συνέριθον ἔχουσα ἐγίνετο πάντα τοῖς μάρτυσι· πεινῶσι μὲν ἄρτον δαψιλῆ διαθρύπτουσα, οὐχ ἧττον λόγον, ὃν ἀγγέλων οἶδα —τῷ καταλλήλῳ γὰρ ἅπαν τρέφεσθαι πέφυκεν— ἢ καὶ τὸν τὰ σώματα τρέφοντα· καὶ καταπίπτουσιν μὲν τὸ ἀσθενὲς ὑπερείδουσα, τραυματίαις δὲ ἀπομοργνῦσα τοὺς σμώδιγγας, καὶ πάντοθεν πρὸς τὸ εὐσθενὲς ἐπανάγουσα, τοῖς δεσμίοις ὡς συνδεσμώτης καὶ φρουρᾷ γινομένη συνέστιος. Τί τῶν δεόντων ἀπολιμπάνουσα; Οὐδέν. Καὶ πρὸ βασάνων καὶ αἰκισμῶν μάρτυς ἦν τὴν προαίρεσιν. Καὶ ἦν ὁρᾶν ἐν αὐτῇ πόθου τε καὶ αἰδοῦς καὶ φειδοῦς σύγκρασιν ἐξ ἑνὸς τικτομένην, τῆς πίστεως, καὶ πρὸς πέρας ἓν ἐπισπέρχουσαν, τὴν τῶν ἀιδίων ἀπόλαυσιν.

Καὶ ὄντως ἦν χαριεστάτη καὶ θεάρεστος ἅμιλλα. Τίνος γὰρ ἧττον τῷ φλογμῷ τοῦ πόθου τοῦ μαρτυρίου περιεκάετο; Ἢ τίνος οὐχὶ μᾶλλον; Ὡς ἱμᾶσι δέ τισιν αἰδοῖ καὶ φόβῳ τοῦ νόμου, οἷα δούλη τοῦ νομοθέτου ἀνεχαιτίζετο· φειδοῖ γὰρ τῶν διωκόντων καὶ συναισθήσει τῆς φύσεως τὸ φλοιδοῦν τοῦ θείου ἔρωτος ἐτιθάσευε, καὶ ἦν ἰδεῖν τῷ ἀνθελκυσμῷ κραδαινομένην ὡς δμωίδα τινὰ πολυώνητον.

Τί τοίνυν; Τῇ θείᾳ κρίσει καὶ ψήφῳ τὸ πᾶν ἀνατίθησιν, ὅς ἐστι μόνος εὑρετὴς τοῦ συμφέροντος, ὅς ἐστι σοφός τε καὶ δίκαιος, ἀγαθός, δυνάστης καὶ γνώσεως ὑπεραπείρου θησαυρός, οὕτω μετέχειν. Αὐτῷ γάρ ἐστιν, ὧν ἐστίν, ἕκαστον, πάντων τὰς αἰτίας προσειληφὼς ἀρκτικῶς τε καὶ ἀποπερατικῶς, ἐν πᾶσιν ἑνοειδῶς πληθυόμενος καὶ ἐκ πάντων πολυειδῶς εἰς ἓν συμπτυσσόμενος, καὶ ὧν τὰ πάντα καὶ ἓν ὡς ἀγαθὸς τῶν οἰκείων ποιημάτων κηδεμών τε καὶ πρύτανις. Πάντα δὲ δι’ αὐτοῦ ἐγένετο, ἃ γέγονεν· οὐ πρὸς ἀγαθοῦ γὰρ τὸ ἀτημελές τε καὶ ἀπρομήθευτον, ὡς δὲ σοφὸς ἄριστα, ὡς δὲ δυνάστης εἰς πέρας ἄγων τὸ βουληθὲν καὶ πάντων καὶ τῶν καθ’ ἕκαστα προμηθούμενος, ὅτι δίκαιος, εἴπερ δικαιοσύνη ἡ ἴση ἑκάστῳ διανομή.

Εἰδὼς τοίνυν τὰ ἐφ’ ἡμῖν —οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ— προνοητικῶς τε καὶ προγνωστικῶς ὁρίζει ἅπαν τὸ οὐκ ἐφ’ ἡμῖν. Ἐφ’ ἡμῖν δὲ πρὸς τῶν τὰ τοιάδε δεινῶν ἡ κρίσις τε καὶ ἡ προαίρεσις καὶ ἡ ὁρμὴ πρὸς τὰ πρακτικὰ τοῦ θελήματος ὥρισται· ἢν εἰδὼς πρὸ ἑκάστου γενέσεως ἅπαντα πρὸς τὸ συμφέρον προώρισεν.

Οὐ γὰρ ἐκ μεταμελείας ἢ ἐπιγνώσεως κρίνει θεός, ἀλλ’ ἐκ προγνώσεως τῷ ἑκάστῳ κατάλληλον ὥρισεν. Ἐκ τούτου τὴν ἄγκυραν ἀνῆψε τῆς ἐλπίδος ἡ ἄμωμος σθένει παντὶ λογικῶς καὶ κατὰ νόμον τοῦ κτίσαντος τὴν ὄρεξιν ταλαντεύουσα, ὡς ἂν συνεργηθείη, εἴπερ «τοῖς ἀγαπῶσι τὸν θεόν», ἀποστολικῶς φάναι, «πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ σφετέραν πρόθεσιν κλητοῖς οὖσι θεοῦ· οὓς γὰρ προέγνω» ἀξίους ἐκ προαιρέσεως, τούτους «καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Ἤγαγε γάρ, υἱοθετήσας δηλαδὴ διὰ πνεύματος, υἱοὺς ὅτι πλείστους εἰς δόξαν τοῦ φύσει υἱοῦ. Ἤγαγε καὶ ταύτην πειθήνιον τὴν ἀοίδιμον οὐ βίαιος κλήτωρ γενόμενος· οὐκ ἀρετὴ γὰρ ἅπαν τὸ βίαιον, οὐδ’ ἐξ ἀπορίας τὸ ἐγκρατές, ἀλλ’ ἐξ οἰκείας ἀνακωχῆς τοῦ θελήματος.

Ἀλλ’ ἴδετε καὶ ἔκστητε καὶ θαυμάσατε τῆς θείας κηδεμονίας τὸ σοφὸν καὶ ἀπόρρητον ἑκάστῳ νεμούσης δικαίοις σταθμοῖς τὸ τῇ προαιρέσει κατάλληλον· συγχωρεῖ γὰρ ἑκάστοτε τὰ τῆς ἐφέσεως, τὸ ἀναιρεῖν τοῖς διώκουσιν, τὸ ἀναιρεῖσθαι τοῖς μάρτυσι. Κἀκ τούτου τί;

Ὡς ἐξ ὑπογύου τινὸς ἀναδείκνυται τῆς μάρτυρος ἡ προαίρεσις· πλῆθος γὰρ ἄπειρον, ὅσον τῷ τηνικάδε κρατοῦντι κατεμηνύετο, πολλαχόσε γῆς φρουραῖς τε καὶ μετάλλοις ἐγκαθειργνύμενον. Διοκλητιανὸς δὲ ἦν ὁ τὸ σκῆπτρον ἔχων τῆς ἀσεβείας οὐχ ἧττον ἢ τῆς βασιλείας, ὃ μὲν πρὸς θεοῦ, ὃ δὲ παρ’ ἑαυτοῦ εἰληφώς, οὐκ αὐτοκράτωρ ὁ κοσμοκράτωρ γενόμενος καὶ τὴν ἀσέβειαν μᾶλλον ἢ τὴν βασιλείαν ἐπιδεδειγμένος ἰσχύν τε τῆς κατὰ τοῦ δεδωκότος παροινίας, τὸ κράτος τῶν ὁμοφύλων τιθέμενος. Ἡ δὲ πληθὺς ἁγίων τοὐναντίον ἅπαν ἐχόντων ἢ τὴν φύσιν, ὃ καὶ μᾶλλον καὶ μᾶλλον, ᾔσχυνέ τε καὶ ἔκρινε τὸν ἀλάστορα· τῆς γὰρ αὐτῆς κεκοινωνηκότες φύσεως οἱ μὲν αἰθεροποροῦσι τὴν πρόθεσιν, μέσφα αὐτῷ τῷ κρείττονί τε καὶ πάντων ἐπέκεινα συγκραθεῖεν, θεοὶ θεῷ δρῶντι τελούμενοι, ὁ δὲ βάρει τῆς ἀσεβείας πρὸς ᾅδου πέτευρον κατωλίσθησε. Καὶ ὁ μὲν αἱρεῖται τὰ γήϊνα κάτω βρίθων τῷ σώματι καὶ δεσμὸν ποιεῖται τὸ δέμας τοῦ κρείττονος, οἱ δὲ πρὸς τὴν ἄνω λῆξιν ἐπείγονται συναπτεροῦντες καὶ συνανέλκοντες τῷ πνεύματι τὸ τοῦ σαρκίου ἐφόλκιον. Ὅθεν τῆς γῆς μεγαίρων τοῖς ἁγίοις ὁ δείλαιος ἐξελαύνει ταύτης πρὸς τὴν ἀμείνονα καὶ κληροδοτεῖ τὴν οὐκ ἰδίαν πρὸς τὴν ἐπουράνιον γῆν τοὺς ἀξίους μεταναστεύοντας καὶ παντοίαις αἰκιῶν τε καὶ θανάτων εἰδέαις τῆς τῶν ἱδρώτων γραφῆς ἀπαλλάττει τοὺς ἱδρῶσι πολλοῖς κονισαμένους πρὸς τὴν εὐσέβειαν.

Καὶ ἦν ἰδεῖν ἑνὸς θανάτου τυραννοῦντος κατὰ τῆς φύσεως διαφόρους τε καὶ πολυσχεδεῖς τρόπους ὥσπερ τινὰς ὑπασπιστὰς ληϊζομένους καὶ λαφυραγωγοῦντας τοὺς μάρτυρας ἡττῶντας μὲν τὸ σῶμα τῆς ταπεινώσεως, ἡττωμένους δὲ τῷ ἀκαμπεῖ τῆς γνώμης καὶ γινομένους πρὸς τὰ θεῖα βασίλεια ὁδοὺς ἀναλόγους τῆς προαιρέσεως, ἕκαστον, ὡς ἐπόθησεν, πρὸς μονὴν ἀξίαν διαβιβάζοντας. Ἂ τοῦ μεγάλου θαύματος. Φθορὰ πρὸς ἀφθαρσίαν προαγωγὸς γίνεται καὶ θάνατος σφριγῶσι κατὰ θανάτου ἀθανασίαν χαρίζεται.

Τούτων οὕτω δὴ τελουμένων οὐ παρῆν τοῖς μαρτυροῦσιν ἡ συμμάρτυς· ἐν νυκτὶ γὰρ οἱ ἐν σκότῳ διαπορευόμενοι ταῦτα ἔδρων ὡς νυκτὸς καὶ ἀγνοίας μορφώματα. Ὄρθρου δὲ ἐξεγερθεῖσα Δαυϊτικῶς ἡ πλασθεῖσα πλάσιν φωτοειδῆ καὶ τῆς ἀχλύος ἀντίθετον, ἣν ἡμερινὴν αὐτὸς ἔφα, δηλαδὴ τὴν τοῦ πνεύματος, ἐξομολογεῖται μὲν συνήθως τῷ πλαστουργῷ εἶτα ἅτε μήτηρ περὶ καλιὰς καλινδεῖται ἐπικελαδοῦσα τοῖς νεοσσοῖς, τοιουτοτρόπως πᾶσαν εἰρκτὴν περινοστοῦσα ἐπεζήτει τοὺς μακαρίους ἀνιχνεύουσα μάρτυρας καὶ φροῦδον τὸ ποθούμενον βλέπουσα θερμὰ κατέχευε δάκρυα οἷα κρήνη πέτρης κατηλιβάτης, ἠδημόνει, ἠγωνία, ἐσφάδαζεν, ἔτυπτε στέρνα, ἐθρύπτετο παρειὰς καὶ τρόπον τινὰ τῷ πόθῳ τοῖς μάρτυσι συνεξῄει τοῦ σώματος οὕτω τοῦ πόθου τὸ ἀρρενωπὸν τῆς ψυχῆς ἐκθηλύναντος.

Ἣν δὴ πεφυρμένην τοῖς δάκρυσιν οἱ φρουροὶ θεασάμενοι ἐπυνθάνοντο τῶν δακρύων τὸ αἴτιον. Ἡ δὲ ἁγία παρρησιάζεται τὴν εὐσέβειαν καὶ ἀθρύπτῳ καὶ ἀδειλάντῳ καρδίᾳ· Τοὺς δούλους τοῦ θεοῦ, τοὺς ὁμολογητάς, φησίν, ἐπιζητῶ, τοὺς ὡς παράδεισον οἰκοῦντας τὸ δεσμωτήριον. Τίς τοὺς μαργαρίτας ἐσύλησεν τοὺς ἐμοὺς ἐραστούς, ὑποδείξατε.

Αὐτὴ γὰρ ὄντως χριστιανή εἰμι. Ἴστω πρὸ πάντων ὁ ἐπὶ πάντων θεὸς αἵ τε περὶ αὐτὸν ὅσαι νοεραὶ δυνάμεις. Ἀκουέτω οὐρανός, ἐνωτιζέσθω γῆ, πᾶν γένος ἀνθρώπων καὶ ἡλικία πᾶσα· καλῶ γὰρ ἅπαντας ὡς ἐξαπόπτου περιοπῆς τῆς ἀναρρήσεως ἐπιίστορας· Ἐγὼ χριστιανή εἰμι. — Ὢ πανολβίου καὶ μακαριωτάτης φωνῆς καταθλαττούσης τὴν κάραν τοῦ ὄφεως.