Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν Βαρβάραν

Ἰωάννης ὁ Δαμασκηνός

Η ομολογία της τριαδικής πίστεως και η ρήξη με τον πατέρα της

Η άρνηση του επιγείου γάμου, η κατασκευή των τριών θυρίδων στο λουτρό ως ομολογία της Αγίας Τριάδας και η δολοφονική ορμή του Διόσκουρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 9

ηʹ. Ἐν τοῖς τοιούτοις οὖν θεωρήμασι τῆς σώφρονος καὶ ἁγνῆς παρθένου τὴν ψυχὴν πυκναζούσης, ἐφίσταται ὁ πατήρ. Ἀναδιδασκόντων δὲ αὐτὸν πολλῶν μεγιστάνων, καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ταύτης συζυγίαν τε, καὶ πρὸς γαμικὴν ὁμιλίαν συνάφειαν, εἰς τοῦτο αὐτὴν ἐπινεῦσαι προυτρέπετο. Ἡ δὲ τοὺς τοιούτους λόγους ὡς λήρους, καὶ ὀχληροὺς διαπτύσασα, μετ᾽ ὀργῆς τῷ γεγεννηκότι ἐμβρίθως ἀτενίσασα, τὴν ψυχοβλαβῆ ταύτην παραίνεσιν παντελῶς ἀποσείεται, μηκέτι μνήμην τοιούτου πράγματος αὐτῇ προσάγειν παρεγγυήσασα. Γελοῖον γὰρ καὶ πάσης ἀτοπίας ἀνάμεστον ἡ παρθένος ἡγήσατο, καθάπαξ ἑαυτὴν τῷ οὐρανίῳ καὶ ἀθανάτῳ νυμφίῳ ἀναθεῖσά τε καὶ συνάψασα, εἰ τοῖς σκωλήκων δίκην ἰλυώδεσι τέλμασιν ἰλυσπωμένων ἑλληνικῷ βορβόρῳ ὑπείξειεν. Ὁ τοίνυν ταύτης πατὴρ βαλανεῖον σπουδῇ πολλῇ τὸ τηνικαῦτα οἰκοδομῶν, ἐπιτάξας τοῖς τεχνίταις κατὰ νότον δύο θυρίδας φωταγωγοὺς κατασκευάσαι, ἀπεδήμησεν εἰς χώραν τινά. Ἡ δὲ τῆς Τριάδος δούλη καὶ νύμφη Βαρβάρα, τὸ ἔργον τῆς οἰκοδομῆς ἐπισκεψαμένη, τρεῖς θυρίδας ἐφαρμόσαι τῷ οἰκοδομήματι τοὺς ἐργάτας ἠνάγκασεν.

Ἐπανιοῦσα δὲ, καὶ παλινδρομοῦσα ἐπὶ τὸν ἴδιον πύργον ἡ καλὴ παρθένος, ὁρᾷ τὰ ἄψυχα καὶ ἀναίσθητα εἴδωλα, οἷς τὸ σέβας ὁ πατὴρ προσεκόμιζεν, καὶ δὴ Πνεύματος ἁγίου πλησθεῖσα, καὶ ζῆλον ἀναλαβοῦσα ἔνθεον καὶ ἀνάπυρον, εἰς τὰ ἄτιμα αὐτῶν ἐνέπτυσεν πρόσωπα, τὸ τοῦ προφήτου Δαβὶδ εὐκαίρως εἰποῦσα μελῴδημα, Ὅμοιοι ὑμῶν γένοιντο οἱ ποιοῦντες ὑμᾶς, καὶ πάντες οἱ πεποιθότες ἐφ᾽ ὑμᾶς. Ὢ μακαρίας ὄντως, καὶ φιλοθέου ψυχῆς! Ὢ νεάνιδος πίστει ζεούσης, πίστει κεκοσμημένης!

Ὢ κόρης συνέσει θείᾳ τὴν τοῦ πατρὸς μυκτηρισάσης ἀφροσύνην τε καὶ παράνοιαν! Ὢ θυγατρὸς, τὴν τῆς προμήτορος Εὔας εὐήθειαν καὶ ἀπάτην, τῷ στεῤῥῷ τοῦ φρονήματος ἀνακαλεσαμένης. Ἐκείνη προσβολὴν ψιλὴν τοῦ ἐχθροῦ δεξαμένη, εὐθὺς ἀνετρέπετο· αὕτη δὲ, οὐ μόνον τὰ τούτου θελκτήρια αὐστηρῶς ἀπεκρούσατο, ἀλλὰ καὶ αὐτοῦ τῷ προσώπῳ διὰ τῶν εἰδώλων ἐνέπτυσεν. Πρὸς γὰρ τὸν δι᾽ αὐτῶν ἐνεργοῦντα καὶ ἀπατῶντα ἀρχέκακον τοῦ ἐμπτύματος τὴν ὕβριν ἐξέτεινεν, καὶ ἐξέπεμψεν, καὶ κατηκόντισεν.

θʹ. Ἐπαναζεύξαντος δὲ τῆς ἐπιδημίας τοῦ ταύτης γεννήτορος, καὶ ἐπὶ παραλλάξει τῆς ἑαυτοῦ διατάξεως τοῖς οἰκοδόμοις χαλεπῄναντος καὶ ἀγανακτήσαντος διὰ τὴν τριττῆς θυρίδος πρόσθεσιν, ἐπὶ τὴν τούτου θυγατρὸς κέλευσιν τὴν αἰτίαν μετήγαγον. Ὁ δὲ παρ᾽ αὐτῆς τὴν τῆς τριπλῆς ἀφορμὴν θυρίδος πυθόμενος, εὐκαίρου ἡ πανεύφημος δραξαμένη προφάσεως, τῆς Τριάδος διαῤῥήδην τὴν δόξαν ἐθεολόγει, εἰς πίστιν τὸν ἄπιστον προτρεπομένη σωτήριον. «Ναὶ, φησὶν, καὶ γὰρ ἡ Τριὰς φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Τὸ γὰρ αἰσθητὸν τοῦτο φῶς, τοῦ ἐν τρισὶν ἡλίοις ἐχομένοις ἀλλήλων νοουμένου καὶ προσκυνουμένου φωτὸς, τυγχάνει κτίσμα καὶ δημιούργημα, καὶ ἀμυδρότατον καὶ ἀμαυρὸν ἐξεικόνισμα καὶ ἀποσκίασμα.» Ὁ δὲ τῆς ἀσεβείας τεθραμμένος, καὶ τοῦ σκότους συνήγορος, ὥσπερ τῇ ἀστραπῇ τῆς τρισσοφώτου θεότητος, διὰ τῆς τρανῆς καὶ ἀπαρακαλύπτου τῆς πανενδόξου κόρης ὁμολογίας, τὴν τῆς ψυχῆς ὄψιν πληγεὶς, καὶ τῷ στεῤῥῷ τοῦ ἀμαρύγματος μᾶλλον ἀμαυρωθεὶς, μανίας γενόμενος ἔμπλεως, καὶ τῷ θυμῷ ὑπερζέσας, τὸ ξίφος σπασάμενος, ὥρμησεν ὁ ἐσκοτισμένος τὸ μονογενὲς κατασφάξαι θυγάτριον, τῆς εὐσεβείας ὁμοῦ καὶ τῆς φύσεως τοὺς ὅρους ἐκβεβηκὼς, ὅτι αὐτῷ τὴν τῆς ζωῆς τρίβον ὑπέδειξεν.

Ὄντως οὐ μόνον ἐξ ἀνθώδους φυτοῦ, ῥόδον ὡραῖον καὶ εὐωδέστατον φύεται, ἀλλὰ καὶ ἐκ δυσσεβοῦς ῥίζης καρπὸς πολλάκις εὐσεβείας ἀναδίδοται.

Παὶ μάρτυς Ἀβραὰμ ὁ πατριάρχης, καὶ διὰ τοῦτο τῶν ἐθνῶν πατὴρ, τῶν τὴν αὐτοῦ πίστιν ἐζηλωκότων κληθεὶς, πρῶτος πατρικῆς ἀποφοιτήσας πολυθεΐας, καὶ ἀθεότητος. Ὄντως πεπλήρωται καὶ ἐν τούτῳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ θεία πρόῤῥησις, θυγατέρα καὶ νύμφην κατὰ πατρὸς, καὶ μητρὸς, καὶ πενθερᾶς ἐξανιστᾶσα, τὰ νέα καὶ πρόσφατα, τοῖς παλαιοῖς καὶ ληρώδεσι· καὶ διχοτομοῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος.