Γινώσκεις γὰρ, Κύριε, ὅτι σὰρξ καὶ αἷμά ἐσμεν, ποίημα τῶν ἀχράντων χειρῶν σου.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, πάλιν προσηύξατο, λέγουσα· «Κύριε ὁ Θεὸς δυνάμεων, ὁ πάσης πνοῆς καὶ σαρκὸς δημιουργὸς, ὁ ἰασάμενος πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν, παράσχου τῇ δούλῃ σου χάριν, ἵνα ὅσοι ἂν προσέλθωσιν τῷ τόπῳ ἔνθα τὸ λείψανόν μου ἀπόκειται, καὶ εἰσὶ τὰ ἡγιασμένα ὕδατα, δώρησαι αὐτοῖς ἴασιν ψυχῆς καὶ σώματος, ἵνα καὶ ἐν τούτοις δοξάζηται τὸ πανάγιον ὄνομά σου, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, λέγουσα· «Δεῦρο, ἡγιασμένη μου ἀθληφόρος, ἀναπαύου εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πάντα δὲ ὅσα ἂν ᾐτήσω, δεδώρηταί σοι παρ᾽ ἐμοῦ.» Καὶ ταῦτα ἀκούσασα ἡ μακαρία μάρτυς τοῦ Χριστοῦ, ἦλθεν ἐπὶ τὸν τόπον, καὶ ἀπετμήθη τὴν κεφαλὴν ὑπὸ τοῦ ξίφους τοῦ πατρὸς αὐτῆς, σὺν τῇ ἁγίᾳ Ἰουλιανῇ ἐν τῷ αὐτῷ τόπῳ. Κατερχομένου δὲ Διοσκόρου τοῦ πατρὸς αὐτῆς ἀπὸ τοῦ ὅρους, πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν, ὥστε μήτε τὸν χοῦν φαίνεσθαι, ἢ εὑρεθῆναι.