Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν Βαρβάραν

Ἰωάννης ὁ Δαμασκηνός

Η διαπόμπευση, το μαρτυρικό τέλος και η τιμωρία των διωκτών

Η θαυματουργική κάλυψη του σώματος της αγίας, η καταδίκη της σε αποκεφαλισμό από τον ίδιο της τον πατέρα και η άμεση θεία δίκη του παιδοκτόνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 9

ιϛʹ. Ἰδὼν γὰρ ὅτι τὰς τοῦ σώματος αἰκίας ἀνδρείως ὑποφέρει τε καὶ ὑφίσταται, τῇ ψυχῇ βάσανον ἐπιτηδεύει ἀφόρητον, καὶ αἰσχύνης ἄξιον, ὡς οἴεται. Καὶ ἔστιν ὡς ἀληθῶς τοιαύτη, καὶ τῶν προτέρων χαλεπωτέρα. Ἀλλὰ διὰ Χριστὸν πάσχειν, κἄν τι δοκεῖ ἐπονείδιστον ἔχειν καὶ ἄσχημον, πλὴν ἀλλὰ παντὸς καλλωπίσματός ἐστιν σεμνότερόν τε καὶ εὐσχημονέστερον, καὶ κοσμιώτερον. Κελεύει γὰρ, φησὶν, ὁ ἡγεμὼν γυμνὴν πομπευθῆναι αὐτὴν πᾶσαν τὴν περίχωρον ἐκείνην, καὶ πληγαῖς ἀφορήτοις μαστίζεσθαι.

Ἴστε δὲ πάντως, ἀγαπητοὶ, ὅσην τὸ πρᾶγμα φέρει ταῖς παρθένοις αἰσχύνην καὶ αἰδὼ, καὶ μάλιστα ταῖς κατὰ τὴν ὁσίαν ταύτην κόρην, ἧς οὐδὲ ἥλιος εἰς κόρον, ὡς εἰπεῖν, ἀπολαῦσαι δεδύνηται πρότερον. Καὶ οὐ μόνον μίαν ἀγορὰν καὶ πλατεῖαν, ἢ δευτέραν περιάγειν ἠνάγκαζεν, ἀλλὰ καὶ χωρία, καὶ ἄστεα, καὶ δήμους ἀμείβουσαν. Πᾶσαν γὰρ, φησὶν, τὴν περίχωρον ἐκείνην. Ὄντως πάσης καύσεως καὶ μαστίγων ὀδύνης, οὗτος ὁ πειρασμὸς ταῖς αἰσχυντηλαῖς καὶ σεμναῖς κόραις, χαλεπώτερός τε καὶ ἐπαχθέστερος. Ἀλλ᾽ ὅμως καὶ ταύτην τὴν αἰσχύνην ὑπέμεινεν διὰ τὸ πρὸς Χριστὸν φίλτρον καὶ ἔρωτα, ὃς δι᾽ ἡμᾶς σταυρὸν ὑπέμεινεν, αἰσχύνης καταφρονήσας.

Τὸν γὰρ παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασιν, ὧν καὶ ἡ τοιαύτη αἰσχύνη ἐνυπάρχει τῆς ἐσθῆτος, ἡ παρθένος προεκδύσασα, διὰ τοῦτο οὐδὲ ἀσχημονεῖν ἐλογίζετο· ἀλλ᾽ ὥσπερ οἱ πρωτόπλαστοι ἐν τῷ παραδείσῳ πρὸ τῶν παθῶν τῆς ἁμαρτίας γυμνοὶ ἦσαν, καὶ οὐκ ᾐσχύνοντο, ἡνίκα δὲ διὰ τῆς παρακοῆς τὰ πάθη ἐν αὐτοῖς ἐκινήθησαν, ἀσχημονεῖν ὑπελάμβανον, εἰ μὴ φύλλα συκῆς ἑαυτὴν τὴν γύμνωσιν περιέστειλαν· οὕτως καὶ ἡ παρθένος αὕτη, εἰς ἐκείνην ἐπανελθοῦσα τὴν πρὸ τῆς παραβάσεως, ἁμαρτίας κατάστασιν, τὴν αἰσχύνην τοῖς λοιποῖς συναπημφιάσατο πάθεσιν. Ἀλλ᾽ ὅμως ἵνα μὴ οἱ μιαροὶ τὸ πανίερον αὐτῆς ἀπερικάλυπτον περιπολεῦον σῶμα θεώμενοι, καταγελᾷν δόξωσιν, ἀτενίσασα εἰς τὸν οὐρανὸν εἶπεν· «Κύριε ὁ Θεὸς, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, σκέπασόν μου τὸ διὰ σὲ γεγυμνωμένον σῶμα, ἵνα μὴ ὁρᾶται ὑπὸ τῶν ἀσεβῶν τούτων.

Καὶ ταῦτα εἰπούσης αὐτῆς, ἀποστείλας ὁ Κύριος ἄγγελον, στολῇ λευκῇ αὐτὴν περιεκάλυψεν· καὶ περιείη καθάπερ νύμφη κεκοσμημένη καὶ κεκαλλωπισμένη, ἐκ τοῦ πατρικοῦ δόμου ἐπὶ τὴν εὐτρεπισμένην νυμφικὴν παστάδα, περιαγομένη τε καὶ δορυφορουμένη καὶ πομπεύουσα, τῷ μαρτυρικῷ κατεστεμμένη τε διαδήματι, καὶ τοῖς ὑπὲρ Χριστοῦ ἀθλητικοῖς στίγμασι, καὶ τῇ τοῦ αἵματος πορφυρίδι σεμνυνομένη, καὶ διαπρέπουσα ὑπὲρ πᾶσαν μαργαριτῶν, σμαράγδων τε καὶ ὑακίνθων, καὶ πολυτίμων λίθων, χρυσῶν τε ἀποπεπλεγμένων φανότητα. Ὢ τοῦ θαύματος! οἱ ἐμπαθεῖς, καὶ φιλήδονοι, ἀναιδεῖς τε καὶ λίαν ἀναίσχυντοι, ὁλογύμνους τὰς διὰ Χριστὸν ἀθλούσας περιΐστανον μάρτυρας, ἵνα ταύτας, ὡς ᾤοντο, θριαμβεύσωσιν, ἅμα δὲ, καὶ τὴν ἀκόλαστον αὐτῶν ὅρασιν ἐμπαθῶς ἑστιάσωσιν.

Ὁ δὲ Χριστὸς χάριτος περιβολῇ ὅλην περιστείλας τὴν οἰκείαν ἀθλήτριαν, τὴν θέαν τοῖς αἰσχροῖς, καὶ ἀσελγέσι, καὶ μυσαροῖς διετείχισεν, καὶ ἄπρακτον αὐτῶν τὴν ἐπίνοιαν δέδειχεν, καὶ τῆς προσδοκίας παρέσφηλεν.

ιζʹ. Περιαγαγόντες δὲ αὐτὴν πᾶσαν ἐκείνην τὴν περίχωρον, ἤγαγον ἐπί τινα κώμην, ἔνθα καὶ τὸν ἡγεμόνα κατέλαβον. Ἀπορήσας οὖν ὁ ἡγεμὼν τὸ τί πάλιν ποιήσειεν· πᾶσα γὰρ αὐτοῦ ἡ ἐπίνοια ἀνήνυτος καὶ ἀνόνητος ἀπεδείκνυτο, καὶ τῶν ἐλπίδων ἐξέπιπτεν· ἀπόφασιν κατὰ τῆς πολυάθλου μάρτυρος ἐξενήνοχεν, κεφαλικῆς τιμωρίας ὑπομεῖναι περαίωσιν.

Τότε ὁ ταύτης πατὴρ θυμοῦ πολλοῦ πλησθεὶς, καὶ ζήλου σατανικοῦ, καὶ αὐτὸν ἐγκυμονήσας τὸν ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνον διάβολον, ἵνα τελείαν δόξῃ λατρείαν προσενέγκαι τοῖς ὑπ᾽ αὐτοῦ θεραπευομένοις εἰδώλοις καὶ βδελύγμασιν, μᾶλλον δὲ τοῖς δι᾽ ἐκείνων ἐνεργοῦσι τῆς πονηρίας πνεύμασί τε καὶ δαίμοσι, ξίφος σπασάμενος, ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὄρος, αὐτόχειρ καὶ αὐτουργὸς τῆς μιαιφονίας γενέσθαι ἐπιθυμῶν καὶ ἐφιέμενος. Περιχαρῶς δὲ ἡ καλὴ καὶ τελεία περιστερὰ τὴν ὑπὲρ Χριστοῦ δεχομένη σφαγὴν, εἰς προσευχὴν καὶ ἱκεσίαν ἐτρέπετο. Ἔσπευδεν γὰρ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὴν εἰς οὐρανὸν ἠπείγετο μεταρσίαν ἀνάβασιν. Οὐδὲν δὲ κωλύει αὐτῶν τῆς εὐχῆς τῶν ῥημάτων ἐπακοῦσαι τῆς μάρτυρος, ἵνα δι᾽ αὐτῶν τὴν ἀκοὴν ἁγιάσωμεν. »

Ἄναρχε, ἀχειροποίητε μαρτύρων στέφανε, Κύριε Ἰησοῦ Χριστὲ, ὁ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὴν γῆν θεμελιώσας· ὁ τὰς ἀβύσσους συγκλείσας, καὶ τὴν θάλασσαν τειχίσας· ὁ προστάξας τὰς ὀμβροτόκους νεφέλας βρέχειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ὁ ἐπὶ θαλάσσης περιπατήσας ὡς ἐπ᾽ ἐδάφους, καὶ τοὺς πόδας μὴ βρέξας· ὁ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ εἰς γαλήνην μεταβαλών· πάντα γὰρ ὑπακούει, Κύριέ μου Ἰησοῦ Χριστὲ, τῷ σῷ προστάγματι, ὅτι ποιήματά σού ἐστιν· Παράσχου μοι, Κύριε, τὴν αἴτησιν ταύτην, καὶ δὸς τῇ δούλῃ σου χάριν, ἵνα ὅστις μνημονεύῃ μου ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ ποιῇ τὴν μνήμην τῶν ἡμερῶν τῆς μαρτυρίας μου, Κύριε, μὴ μνησθῇς τῶν ἁμαρτιῶν αὐτῶν ἐν ἡμέρᾳ κρίσεως, ἀλλ᾽ ἵλεως γενοῦ αὐτοῖς.

Γινώσκεις γὰρ, Κύριε, ὅτι σὰρξ καὶ αἷμά ἐσμεν, ποίημα τῶν ἀχράντων χειρῶν σου.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, πάλιν προσηύξατο, λέγουσα· «Κύριε ὁ Θεὸς δυνάμεων, ὁ πάσης πνοῆς καὶ σαρκὸς δημιουργὸς, ὁ ἰασάμενος πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν, παράσχου τῇ δούλῃ σου χάριν, ἵνα ὅσοι ἂν προσέλθωσιν τῷ τόπῳ ἔνθα τὸ λείψανόν μου ἀπόκειται, καὶ εἰσὶ τὰ ἡγιασμένα ὕδατα, δώρησαι αὐτοῖς ἴασιν ψυχῆς καὶ σώματος, ἵνα καὶ ἐν τούτοις δοξάζηται τὸ πανάγιον ὄνομά σου, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, λέγουσα· «Δεῦρο, ἡγιασμένη μου ἀθληφόρος, ἀναπαύου εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πάντα δὲ ὅσα ἂν ᾐτήσω, δεδώρηταί σοι παρ᾽ ἐμοῦ.» Καὶ ταῦτα ἀκούσασα ἡ μακαρία μάρτυς τοῦ Χριστοῦ, ἦλθεν ἐπὶ τὸν τόπον, καὶ ἀπετμήθη τὴν κεφαλὴν ὑπὸ τοῦ ξίφους τοῦ πατρὸς αὐτῆς, σὺν τῇ ἁγίᾳ Ἰουλιανῇ ἐν τῷ αὐτῷ τόπῳ. Κατερχομένου δὲ Διοσκόρου τοῦ πατρὸς αὐτῆς ἀπὸ τοῦ ὅρους, πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν, ὥστε μήτε τὸν χοῦν φαίνεσθαι, ἢ εὑρεθῆναι.

ιηʹ. Καλὸν ὡς ἀληθῶς τῇ ἀθλήσει τὸ τέλος ἡ μάρτυς ἐπέθεικεν. Εὐχὴν γὰρ τῶν ἄθλων ἐν τῷ πύργῳ προσάξασα, εὐχὴν τούτοις καὶ τὴν κορωνίδα ἐνέστησεν. Τίς δὲ τῆς προσευχῆς ἡ δύναμις; ᾐτήσατο τὸν ἴδιον νυμφίον Χριστὸν, ἵλεων τοῖς αὐτῆς τὴν μνήμην ἐπιτελοῦσιν γενέσθαι, τῶν μὲν πλημμελημάτων τὴν ἄφεσιν, τῶν δὲ νοσημάτων τὴν ἴασιν. Ὁ δὲ τὴν ἱκεσίαν δεξάμενος, εἰς πέρας ἄγειν ὑπισχνεῖται τὴν ἔφεσιν, καὶ δι᾽ οἰκείας φωνῆς ταύτην πληροφορεῖ, καὶ παρέχει τὴν πίστωσιν. Καὶ ἡ μὲν τὸν αὐχένα τῷ ξίφει ὁλοψύχως προέτεινεν· ὁ δὲ τεκνοκτόνος πατὴρ, τὴν πληγὴν ἀσπλάγχνως ἐπήγαγεν. Καὶ ἡ μὲν πρὸς οὐρανίους δόμους, καὶ ηὐτρεπισμένην ἐδορυφορεῖτο ἀνάπαυσιν, ὁ δὲ, εἰς ᾅδου ταρτάρους μυχοὺς, καὶ ζοφερὰ ταμιεῖα, καὶ εἰς ἡτοιμασμένην κατήγετο κόλασιν. Καὶ ἡ μὲν ἀγγέλους εἶχεν φαιδροὺς ποδηγοῦντας πρὸς τὴν ἀνάβασιν, ὁ δὲ, δαίμονας ἀμειδεῖς τε καὶ φοβεροὺς, ἕλκοντας ἀκουσίως πρὸς τὴν κατάβασιν. Ὢ πῶς ἄν τις ἀξίως θρηνήσειεν, πανάθλιε καὶ ταλαίπωρε! πῶς οὐκ ἔφριξας τὴν ἁγίαν ἀποτεμεῖν τῆς μάρτυρος κεφαλήν! πῶς σου ἡ χεὶρ οὐκ ἐνάρκησεν, τῇ ἰδίᾳ θυγατρὶ ἀναιρετικὴν ἀπενέγκαι τομήν; Ἀλλ᾽ ὄντως ταχυτάτην ἀνηλεοῦς ἀπανθρωπίας ἐκομίσω τὰ ἐπίχειρα, καὶ τῶν πονηρῶν σπερμάτων πονηρότερα ἐδρέψω τὰ δράγματα, καὶ ἡ τοῦ προδότου σε Ἰούδα ἀξία μετῆλθεν ἐκδίκησις.

Σκηπτὸς γὰρ οὐρανόθεν ἐνεχθεὶς κεραυνὸς, σῶμά σου τὸ μικρὸν ἐξετέφρωσεν καὶ τὸ μὲν Σοδομιτικὸν ἐνταῦθά σε πῦρ ἐκεραύνωσεν, ἡ δὲ τῆς γεέννης σε φλὸξ ἄσβεστος ἐκεῖ ὑποδέξεται. Οὐ γὰρ ἔτι ἐπιβιῶναι ἐτύγχανες ἄξιος, ἵνα μὴ δακτυλοδεικτούμενος πατὴρ κληθῆναι τῆς μάρτυρος.