Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Η σύναξη στη Σιών των αποστόλων και των αγγέλων

Η ιστορική και πνευματική σημασία της ιερής πόλεως, η νεκρική κλίνη της Παρθένου και η θαυμαστή προσέλευση των αποστόλων, των προφητών και των αγγελικών ταγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 7

Νῦν οὐρανοὶ εὐφραινέσθωσαν καὶ κροτείτωσαν ἄγγελοι. Νῦν ἀγαλλιάσθω ἡ γῆ καὶ σκιρτάτωσαν ἄνθρωποι. Νῦν ἀὴρ γηθόμενος ὑπηχείτω τοῖς ᾄσμασι, καὶ νὺξ ἀφεγγὴς περιαιρείσθω ζόφον τὸν ἀμειδῆ καὶ δυσείμονα καὶ μιμείσθω φαιδρῶς τὴν τῆς ἡμέρας στιλπνότητα τοῖς ἐκ πυρὸς ἀμαρύγμασιν. Ἡ γὰρ ζῶσα πόλις κυρίου θεοῦ τῶν δυνάμεων μετάρσιος αἴρεται καὶ βασιλεῖς ἀπὸ ναοῦ κυρίου τῆς περιβλέπτου Σιὼν ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἐλευθέραν τὴν ἑαυτῶν μητέρα δῶρον προσάγουσι τιμαλφέστατον, οἱ πρὸς Χριστοῦ πάσης τῆς γῆς καταστάντες ἄρχοντες, τοὺς ἀποστόλους φημί, τὴν τοῦ θεοῦ μητέρα τὴν ἀειπάρθενον.

Οὐκ ἄτοπον δέ μοι δοκεῖ λόγῳ διαγράψαι, ὅσον εἴκει πρὸς δύναμιν, καὶ εἰκάσαι καὶ τύπῳ σχηματίσαι τὰ ἐπὶ τῇ ἱερᾷ ταύτῃ τοῦ θεοῦ μητρὶ τετελεσμένα θεάματα, ἃ μετρίως καὶ λίαν συνοπτικῶς, τὸ δὴ λεγόμενον, παῖς ἐκ πατρὸς ἄνωθεν παρειλήφαμεν.

Δοκῶ γάρ μοι ταύτην τὴν ἁγίων ἁγιωτέραν καὶ ἱερῶν ἱερωτέραν καὶ ὁσίων ὁσιωτέραν, τὴν γλυκεῖαν τοῦ μάννα στάμνον, πηγὴν δὲ μᾶλλον εἰπεῖν ἀληθέστερον, ἀνακεκλίσθαι ἐπί τινος σκίμποδος ἐν τῇ θείᾳ καὶ περιωνύμῳ πόλει Δαυίδ, Σιών φημι τῇ περιόπτῳ καὶ περικλεεστάτῃ, ἐν ᾗ πεπλήρωται μὲν ὁ νόμος τοῦ γράμματος, ὑπηγόρευται δὲ ὁ νόμος τοῦ πνεύματος· ἐν ᾗ τὸ πάσχα τὸ τυπικὸν ὁ νομοδότης Χριστὸς ἐκτετέλεκε καὶ πάσχα τὸ ἀληθὲς ὁ παλαιᾶς καὶ νέας διαθήκης θεὸς παραδέδωκεν· ἐν ᾗ τὸ δεῖπνον τὸ μυστικὸν τοῖς ἑαυτοῦ μαθηταῖς ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου μεμυσταγώγηκε καὶ τούτοις ἑαυτὸν οἷα μόσχον σιτευτὸν τέθυκε καὶ τῆς ἀληθινῆς ἀμπέλου τὸν βότρυν ἐληνοβάτησεν· ἐν ᾗ Χριστὸς τοῖς ἀποστόλοις ὀπτάνεται ἐκ νεκρῶν ἀνιστάμενος καὶ Θωμᾶν πιστοῦται καὶ διὰ τούτου τὰ πέρατα, ὡς εἴη θεός τε καὶ κύριος δύο φύσεις φέρων ἐν ἑαυτῷ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καὶ ταύταις καταλλήλους δύο τὰς ἐνεργείας αὐτεξούσιά τε θελήματα εἰς αἰῶνα τὸν ἄπειρον αἰωνίζοντα. Αὕτη τῶν ἐκκλησιῶν ἡ ἀκρόπολις, αὕτη τὸ τῶν μαθητῶν καταγώγιον· ἐν ταύτῃ τοῦ παναγίου πνεύματος ἡ πολύηχος καὶ πολύγλωσσος καὶ πυρίμορφος ἐπιφοίτησις τοῖς ἀποστόλοις ἐκκέχυται. Ἐν ταύτῃ ὁ θεολόγος τὴν θεοτόκον παρειληφὼς ἐλειτούργει τὰ δέοντα.

Αὕτη ἡ μήτηρ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν τῆς τοῦ θεοῦ μητρὸς ἐνδιαίτημα πέφηνε μετά γε τὴν τοῦ υἱοῦ ἐκ νεκρῶν ἀναφοίτησιν. Ἐν ταύτῃ τοίνυν ἡ μακαρία παρθένος ἐπί τινος τρισολβίου κλίνης κατέκειτο.

Ἀλλ’ ἐνταῦθα τοῦ λόγου γενόμενος, ἵνα τὸ οἰκεῖον πάθος ἐξαγορεύσαιμι, θερμοτάτῳ καὶ ζέοντι πυρσῷ τοῦ πόθου καιόμενος φρίκῃ τινὶ καὶ χαροποιοῖς συνείλημμαι δάκρυσιν αὐτὴν τὴν κλίνην οἷα περιπτυσσόμενος τὴν μακαρίαν τε καὶ ἐπέραστον, τὴν θαυμάτων γέμουσαν, τὴν τὸ ζωαρχικὸν σκῆνος δεδεγμένην καὶ τῇ παραθέσει τὸν ἁγιασμὸν εὐμοιρήσασαν, αὐτὸ τὸ ἱερὸν καὶ πανίερον καὶ ἀξιόθεον σκήνωμα χερσὶν οἰκείαις ἐδόκουν ἐναγκαλίζεσθαι· ὀφθαλμοὺς καὶ χείλη καὶ μέτωπα, αὐχένα καὶ παρειὰς προσερείδων τοῖς μέλεσι καὶ τῆς ἁφῆς ᾐσθόμην ὡς ἐκ παρόντος συνισταμένης τοῦ σώματος, καὶ κατανοήσας ὀφθαλμοῖς κατιδεῖν τὸ ποθούμενον οὐ δεδύνημαι. Πῶς γὰρ ἄν, ὃ μετάρσιον πρὸς σηκοὺς οὐρανίους ἀνήρπασται; Καὶ ταῦτα μὲν νῦν.

Τίνα δὲ τὰ ἐπ’ αὐτῇ γέρα τότε τελούμενα πρὸς τοῦ γεραίρειν τοὺς τεκόντας θεσμοθετήσαντος; Τοὺς μὲν ἁπανταχῇ γῆς πρὸς ἀνθρώπων ἁλείαν διασπαρέντας ταῖς πολυαρμονίοις καὶ ποικίλαις γλώσσαις τοῦ πνεύματος καὶ τῇ τοῦ λόγου σαγήνῃ τοὺς ἀνθρώπους ζωγροῦντας ἐκ τοῦ τῆς πλάνης βυθοῦ πρὸς τὴν πνευματικὴν καὶ ἐπουράνιον τράπεζαν τοῦ δείπνου τοῦ μυστικοῦ τῆς ἱερᾶς πανδαισίας τῶν πνευματικῶν τοῦ οὐρανίου νυμφίου γάμων, οὓς ὁ πατὴρ τῷ ἰσοσθενεῖ καὶ ὁμοφυεῖ υἱῷ λαμπρῶς ἑστιᾷ καὶ λίαν βασιλικώτατα, θεῖον πρόσταγμα πρὸς Ἱερουσαλὴμ ὥσπερ τις σαγήνη ἡ νεφέλη κατήπειγεν, ἐκ τῶν τερμάτων τῆς γῆς οἷά τινας ἀετοὺς συνωθοῦσα καὶ συναθροίζουσα. Ὅπου γὰρ τὸ πτῶμα, ἐκεῖ τοὺς ἀετοὺς συναχθήσεσθαι ἡ ἀλήθεια ἔφησε. Εἰ γὰρ καὶ περὶ τῆς αὐτοῦ τοῦ ταῦτα λέξαντος δευτέρας μεγάλης καὶ ἐπιφανοῦς οὐρανόθεν καταφοιτήσεως ἡ ῥῆσις ἤδη προλέλεκται, ἀλλ’ οὐκ ἀτόπως ὥσπερ ἡδύσματι τοῦ λόγου κἀνταῦθα παραληφθήσεται. Παρῆσαν τοίνυν οἱ αὐτόπται καὶ τοῦ λόγου θεράποντες κατ’ ὀφειλὴν καὶ τῇ τούτου μητρὶ λειτουργήσοντες καὶ κλῆρον ὥσπερ πολυτελῆ καὶ ὑπέρτιμον τὴν εὐλογίαν ἐξ αὐτῆς ἀρυσόμενοι. Τίνι γάρ ἐστιν ἡ γνώμη ἀμφίβολος, ὡς αὕτη τῆς εὐλογίας πηγὴ καὶ πάντων τῶν ἀγαθῶν ὑπάρχει ἀνάβλυσις;

Συμπαρῆσαν δὲ καὶ οἱ τούτων ὀπαδοὶ καὶ διάδοχοι τῆς λειτουργίας ἅμα καὶ τῆς εὐλογίας μεθέξοντες· ὧν γὰρ κοινὸς ὁ πόνος, καὶ αἱ ἐπικαρπίαι κατάλληλοι. Παρειστήκει δὲ καὶ τῶν ἐν Ἱερουσαλὴμ ὅσον θεόλεκτον σύστημα.

Ἐχρῆν δὲ καὶ τῶν πάλαι δικαίων καὶ προφητῶν τοὺς ἀκρέμονας συμπαρομαρτεῖν ταύτης τῆς ἱερᾶς δορυφορίας μεθέξοντας, τοὺς προκατηγγελκότας δηλαδὴ τὴν ἐξ αὐτῆς τοῦ θεοῦ λόγου δι’ ἡμᾶς ἔνσαρκόν τε καὶ φιλάνθρωπον γέννησιν.

Ἀλλ’ οὐδὲ ἀγγέλων ἡ ὁμήγυρις ἄμοιρος· ὅσον γὰρ τῷ βασιλεῖ κατὰ γνώμην ὑπήκοον κἀντεῦθεν τῆς αὐτοῦ τιμαλφοῦς παραστάσεως ἄξιον, ἔδει δορυφορεῖν τὴν τούτου κατὰ σάρκα μητέρα, τὴν πανολβίαν ὄντως καὶ μακαρίαν, τὴν πασῶν γενεῶν καὶ κτίσεως ἁπάσης προφερεστέραν.

Ταύτῃ παρειστήκεισαν ἅπαντες τῇ φρυκτωρίᾳ λαμπομένῃ τοῦ πνεύματος καὶ ταῖς ἐκλάμπροις μαρμαρυγαῖς καταλαμπούσῃ τοὺς αἰδοῖ τε καὶ φόβῳ καὶ ἀκλινεῖ τῷ πόθῳ εἰλικρινὲς αὐτῇ ὄμμα τὸ νοητὸν ἐνερείδοντας. Ἔστι γὰρ τῶν ὄντων οὐδέν, ὃ μὴ τοῦτο πέφυκεν, ἢ τὸ μόνον ὡς ἕν· ὅτι μηδὲν τῶν ὄντων τῷ ὑπερεῖναι, καὶ πρὸς οὐδὲν παρατιθέμενον κάτεισι, καὶ κατιόν γε πρὸς ἅπαντα, καὶ ποιοῦν, καὶ μὴ τὸ δρᾶσθαι δεχόμενον.