Σήμερον ὁ τῆς νέας διαθήκης κορυφαιότατος, ὁ τὸν Χριστὸν Υἱὸν Θεοῦ ἀναγορεύσας τρανότατα, ἐν τῷ φάναι· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν τῆς παλαιᾶς ἔξαρχον τῷ τῶν ἀμφοτέρων νομοδότῃ ὁρᾷ παριστάμενον, καὶ διαπρυσίως φθεγγόμενον· Οὗτός ἐστιν ὁ ὢν, ὃν ὡς ἐμὲ προφήτην ἀναστήσεσθαι προηγόρευσα· ὡς ἐμὲ μὲν, ὡς ἄνθρωπον, καὶ τοῦ νέου λαοῦ ἔξαρχον· ὑπὲρ ἐμὲ δὲ, καὶ ἐμοῦ, καὶ πάσης κυριεύοντα κτίσεως· τὸν ἐμοί τε καὶ σοὶ τὰς διαθήκας ἄμφω, παλαιάν τε καὶ καινὴν, διαθέμενον. Σήμερον τῷ παρθένῳ τῆς νέας, ὁ παρθένος τῆς παλαιᾶς, τὸν ἐκ παρθένου παρθένον εὐαγγελίζεται Κύριον. Δεῦτε οὖν, Δαβὶδ τῷ προφήτῃ πειθόμενοι. Ψάλλωμεν τῷ Θεῷ ἡμῶν, ψάλλωμεν τῷ βασιλεῖ ἡμῶν, ψάλλωμεν. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλωμεν συνετῶς· ψάλλωμεν ἀγαλλιάσεως χείλεσι· ψάλλωμεν συνέσει νοὸς, τῆς τῶν λόγων αἰσθανόμενοι γεύσεως. Λάρυγξ μὲν τὰ σῖτα γεύεται, νοῦς δὲ λόγους διακρίνει, φησὶν ὁ σοφώτατος. Ψάλλωμεν καὶ τῷ Πνεύματι τῷ ἐρευνῶντι τὰ πάντα, καὶ αὐτὰ τὰ βάθη τοῦ Θεοῦ τὰ ἀπόῤῥητα, ἐν τῷ φωτὶ τοῦ Πατρὸς, τῷ τὰ πάντα φωτίζοντι Πνεύματι, φῶς ὁρῶντες τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ ἀπρόσιτον. Νῦν ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, σῶμα γήϊνον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν, δόξαν πηγάζον θεότητος. Ὁ γὰρ Λόγος σὰρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ θείας ἐξειστήκει φύσεως.