Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ξηρανθεῖσαν συκῆν

Ἰωάννης ὁ Δαμασκηνός

Ο έλεγχος της απιστίας και η παραβολή των γεωργών

Η είσοδος του Χριστού στο ναό, ο έλεγχος των αρχιερέων, η παραβολή των κακών γεωργών και η παράδοση του αμπελώνα στους Αποστόλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 4

δʹ. Εἶτα τὴν δι᾽ ἔργου παραβολὴν ποιησάμενος, εἰσῄει εἰς τὸ ἱερὸν, τὸν πατρικὸν οἶκον ἐπισκεψόμενος, καὶ εὑρίσκει τοὺς κακοὺς γεωργοὺς τοὺς ἀρχιερεῖς, τοὺς καθίσαντας μὲν ἐπὶ τῆς καθέδρας Μωϋσέως, ἐνδειξαμένους τοὺς λύκους, τοὺς προβάτων ἔξωθεν περικειμένους ἔνδυμα, τοὺς συκῇ ἀκάρπῳ ἀπεικασμένους, τοὺς οὐκ ἔχοντας καρπὸν γλυκύτατον, ἀλλὰ φύλλων τραχύτητα. Ὅρα γὰρ αὐτῶν τὴν τῶν λόγων τραχύτητα. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην· Ὁρᾷς ἀκαρπίαν ψυχῆς καὶ ἀπιστίας;

Ἀνθ᾽ ὧν ἔδει λέγειν· Εὖ, διδάσκαλε ἀγαθὲ, ὅτι Λάζαρον νεκρὸν τετραήμερον ἤγειρας· ὅτι χωλοὺς ὀξὺ βαδίζειν ἐδίδαξας· ὅτι τυφλοῖς τὴν τῆς ὁράσεως ἐδωρήσω δύναμιν· ὅτι ἰάσω τοὺς συντετριμμένους, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἀπήλασας· ὅτι δαίμονας ἐφυγάδευσας· ὅτι διδάσκεις τὴν τῆς σωτηρίας ὁδόν· Ἐν ποίᾳ, φασὶν, ἐξουσίᾳ ταῦτα ποιεῖς; Ὦ ἀγνώμονες! Καὶ ἐὰν ὑμῖν εἴπῃ· Πιστεύετε; εἰ μὴ δὲ Ἰωάννην πιστεύσαντες, πρὸς ἐκεῖνον ὥσπερ ῥεῦμα ποτάμιον ἐξεπορεύεσθε, καὶ ἐξομολογούμενοι τὰς ἁμαρτίας ὑμῶν τὸ δοκεῖν ἐβαπτίζεσθε, καὶ οὐκ ἐπιστεύσατε, κἀγὼ ἐὰν εἴπω ὑμῖν, πιστεύετε; Ὦ γενεὰ πονηρὰ καὶ ἄπιστος!

Ὑμεῖς ἐστε οἱ πονηροὶ γεωργοὶ, οἱ τὸν ἀμπελῶνα Κυρίου Σαβαὼθ κατεσθίοντες. Τίνα τῶν προφητῶν οὐκ ἀπεκτείνατε; Ἀπέστειλεν ὑμῖν ὁ Πατὴρ τοὺς δούλους μου τοὺς προφήτας, ἀπαιτοῦντας τὸν καρπὸν τοῦ ἀμπελῶνος. Ἀμπελῶνα ἐξ Αἰγύπτου διὰ Μωϋσέως μετῆρα, ἣν κατεφύτευσα ἐν γῇ πίονι, ἐκβαλὼν ἔθνη, καὶ ἐν σχοινίῳ κληροδοσίας ἐκληροδότησα· ἧς τὰς ῥίζας κατεφύτευσα νόμῳ καὶ λόγῳ προφητῶν, καὶ ἐπλήρωσε τὴν γῆν· ἧς τὰ κλήματα ἕως θαλάσσης ἔφθασε, καὶ ποταμοὺς ἐθνῶν αἱ παραφυάδες ἐπλήρωσαν. Ὑμεῖς δὲ καθείλατε τὸν φραγμὸν αὐτῆς τὴν ἐκ τοῦ νόμου βοήθειαν, καὶ τρυγῶσιν αὐτὴν ἀφύλακτον οἱ τὴν ὁδὸν τοῦ βίου πορευόμενοι δαίμονες· Ὗς ἐκ δρυμοῦ, ὁ λῃστὴς αὐτὴν ἐλυμήνατο, καὶ ἄγριος μονιὸς ταύτην κατενεμήσατο. Ταύτης τῆς καλῆς φυτευθείσης, τῆς καρποφόρου καὶ ἀληθινῆς τὸν καρπὸν ὑπὸ τῶν δούλων μου τῶν προφητῶν ἀπαιτούμενοι, ὃν μὲν ἐραπίσατε, ὃν δὲ ἐν λάκκῳ βορβόρου κατεδικάσατε, ὃν δὲ ἐλιθοβολήσατε. Ἰδοὺ ἐγὼ αὐτὸς ὁ υἱὸς καὶ κληρονόμος πάρειμι, αἰδέσθητέ μου τὴν υἱότητα, ἐντράπητέ μου τῆς πατρικῆς φύσεως τὸ ἀξίωμα.

Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πρὸς ὑμᾶς ἐλήλυθα. Ἐλεῶ τοῦ ἀμπελῶνός μου· εἰ καὶ πρὸς γῆν καταβέβηκα, ἀλλ᾽ ἐν τοῖς κόλποις τοῦ Πατρός μου αὐλίζομαι. Ἀπόδοτέ μοι τοῦ ἀμπελῶνός μου τὸν καρπόν. Ἀλλ᾽ ὄντως ὡς πονηροὶ γεωργοὶ ὑμεῖς τὸ ἔργον τῶν πατέρων ὑμῶν ἐκπληρώσετε.

Ἐκεῖνοι προφητοκτόνοι, ὑμεῖς καὶ θεοκτόνοι γενήσεσθε. Ἐπιδαψιλεύεσθε γὰρ τῇ κακίᾳ. Ἐγώ εἰμι ὁ κληρονόμος, ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὃν ὑμεῖς εἰ καὶ ἀπώσησθε, ἀλλὰ συντριβήσεσθε μὲν, ἐγὼ δὲ τοὺς δύο λαοὺς συνάψω, τὰ διεστῶτα, τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. Δι᾽ ἐμοῦ ἀγγέλων καὶ ἀνθρώπων μία Ἐκκλησία γενήσεται. Δι᾽ ἐμοῦ ἐχθροὶ ὄντες τῷ Πατρί μου καταλλαγήσεσθε. Εἰρηνεύσω γὰρ, καὶ σπονδὰς ποιήσομαι τῆς εἰρήνης τὸ ἐμοῦ αἷμα, ὅπερ ὑπὲρ τῆς κοσμικῆς ἐκχυθήσεται σωτηρίας.

εʹ. Ταῦτα διὰ τῶν παραβολῶν αἰνιττόμενος, οὐκ ἔπειθεν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. Διὸ οὐκ ηὔγασεν αὐτοῖς τὸ φῶς τοῦ Εὐαγγελίου. Ὢ τῆς ἀτόπου τῶν ἀνιέρων ἱερέων πωρώσεως! Αὐτοὶ ἑαυτοὺς κατεδίκαζον, οὐκ εἰδότες τί λέγουσιν. Αὐτοὶ γὰρ καθ᾽ ἑαυτῶν ἐξήνεγκαν ψῆφον. Ἐρωτώμενοι γὰρ τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις, ἄκοντες ἀληθῶς ἀπεκρίναντο. Κακοὺς κακῶς ἀπολέσει αὐτούς.

Δίκαιον ὡς ἀληθῶς πάσχειν τὸν κακὸν ἐξ οἰκείας γενόμενον προαιρέσεως. Τὸν δὲ ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οἵτινες ἀποδώσουσι τὸν καρπὸν ἐν καιρῷ. Ὡς ἱερεῖς καὶ τὸ τῆς ἱερωσύνης ἔχοντες ἀξίωμα, καὶ μὴ εἰδότες τὰ ἀληθῆ, προφητεύουσιν.

Ἐκδέδοται γὰρ ὁ ἀμπελὼν, ὁ λαὸς Κυρίου, τοῖς γεωργοῖς οἳ ἀπέδωκαν τῷ Δεσπότῃ πολύχουν καὶ πολυφόρον τὸν καρπόν. Εἰς γὰρ πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Οὗτοι ὡς πρόβατα ἐν μέσῳ λύκων πορευόμενοι, τοὺς λύκους εἰς πρόβατα μετεποίησαν, τοὺς πάλαι διώκοντας Ἕλληνας, Χριστοῦ πρόβατα ἀπειργάσαντο, καὶ ἐκτήσαντο κυρίῳ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.