Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Ο δίκαιος Συμεών και η ερμηνεία της ωδής του

Η υποδοχή του Κυρίου από τον πρεσβύτη Συμεών και η εξηγητική ανάλυση της ωδής του ως μαρτυρίας για το σωτήριο φως των εθνών και την καθολική σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 5

Ἀλλὰ τίς οὐκ οἶδε Συμεὼν τὸν πρεσβύτην, ὃς καὶ τῇ ἀρετῇ καὶ τῷ χρόνῳ προήκων χρησμὸν ἀνέμενε τὸν ἐπ’ αὐτῷ πληρωθῆναι, ὃς ἔφασκε τοῦτον μὴ πρὶν θανάτῳ προσομιλῆσαι, πρὶν ἢ κατιδεῖν τὸν Χριστὸν καὶ δεσπότην καὶ τοῦτον δέξασθαι ταῖς ἀγκάλαις; Αὐτὸς γὰρ ὁ Συμεὼν ἱερεὺς τοῦ θεοῦ χρηματίζων καὶ αὐτῷ κατὰ νόμον λατρεύων ἁγνὸν ἑαυτὸν ἐτήρει λογισμοὺς τοὺς ἔνδον καθαίρων καὶ θεοῦ γινόμενος ἔσοπτρον. ᾯ καὶ τὰς θείας ἐλλάμψεις τὸ πνεῦμα ἐδείκνυ, οὐκ ἀσυμφανεῖς ταύτας οὐδὲ τεθολωμένας, ἀλλὰ τρανὰς καὶ καθαρωτάτας, ὡς καὶ μόνον οὐ πρὸς ἔκβασιν ταύτας ὁρᾶν καὶ ὡς παρούσαις συνήδεσθαι.

Τούτῳ τοιγαροῦν πάλαι προηγγελμένον ὡς καὶ θεὸν ὄψεσθαι τοῖς κάτω ἐπιδημοῦντα καὶ νήπιον τὸν πρὸ αἰώνων γενέσθαι καὶ ναῷ τῷ κατ’ αὐτὸν ἀφικέσθαι. Ἦν ὁ λογισμὸς οὐκ ἐπιδοιάζων οὐδ’ ἐπὶ διτταῖς μεριζόμενος ταῖς ἐννοίαις, ἀλλ’ ὅλος πάγιος καὶ στερρὸς καὶ περὶ τὴν πρόρρησιν ἐμπαράσκευος· εἰ γὰρ καὶ ὁ χρόνος παρέρρει καὶ αὐτὸς τῷ γήρᾳ παρεῖτο, ἀλλ’ οὐμενοῦν οὐκ ἐξείλκετο τῶν ἐλπίδων οὐδὲ τοὺς λογισμοὺς καθυφεῖτο, ἀλλ’ ἀγήρως αὐτῷ καὶ ἀκμάζουσα ἔμενεν ἡ διάνοια.

Ἐπεὶ δὲ καὶ καιρὸς ἐφειστήκει ὁ ὡρισμένος καὶ τὸ τεχθὲν παιδίον πρὸς τὸν ναὸν ἀφικνεῖτο, τοῦτον Συμεὼν ὀφθαλμοῖς κατιδὼν μειδιῶσι καὶ χερσὶ λαβών, ὡς ἄν τις εἴποι, σκιρτώσαις ταῦτα προφητεύων ἀνεῖπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, καὶ ὅσα ἑξῆς τὸ θεῖον διέξεισι εὐαγγέλιον.

Ἐγὼ δ’ ἐνταῦθα τοῦ λόγου γενόμενος βουλοίμην ἂν εἰπεῖν τι ἄξιον τῶν εἰρημένων καὶ μὴ λιπεῖν τὸν λόγον ἐπὶ ψιλῆς καὶ ἐπιπολαίου τῆς λέξεως· εἰ δὲ ἀσθενῶς ἔχοιμι περὶ τοῦτο, ὥσπερ ἄρα καὶ ἔχω μὴ νοῦν, μὴ λόγον ἔχων τὸν ἀποχρῶντα, συγγνώμη μοι πάντως, μοὶ πρὸς λόγον τοῖς παροῦσιν ἐπεξιόντι, οἷς καὶ τὸ ὁπωσοῦν τι ἐρεῖν, μέγα ἴσως δόξει διὰ τὴν πρόθεσιν.

Τὸ νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, τῷ Συμεὼν εἰρημένον νομιζόμενον ἁπλοῦν εἶναι καὶ οὐδὲ μίαν φέρον ἐπίκρυψιν τάχα οὐ τοιοῦτόν ἐστι οὐδ’ ἁπλῆν τὴν διάνοιαν ἔχον. Ἡ γὰρ τοῦ νῦν λέξις ὁμώνυμος οὖσα πολλὰ αὕτη δηλοῦν οἶδε· χρόνον γὰρ τὸ ῥῆμα τὸν ἐνεστῶτα δηλοῖ καὶ χρόνον ἀκαριαῖον καὶ ἄποσον καὶ ἀθρόον καὶ ἄλλα ἁπλῶς, ἐμοὶ δ’ ἐνταῦθα δοκεῖν τὸ ἀκαριαῖον καὶ βραχύτατον πρὸ τῶν ἄλλων δηλοῦν, ὅτι νῦν φησι, καὶ παραυτίκα τὸν σὸν ἀπόλυσον, δέσποτα, δοῦλον, καὶ πάλαι μὲν ποθοῦντα ἀναλῦσαι καὶ συνεῖναί σοι τῷ δεσπότῃ, μένοντα δ’ ὅμως καὶ βαρούμενον ἐν τῷ σκήνει, δι’ ὃ σωτήριον ὄψεσθαι ἔμελλον. Εἰ γὰρ πολλοὶ προφῆται καὶ δίκαιοι τοῦτ’ ἰδεῖν ἐπεθύμησαν, ἀλλ’ οὐδεὶς ἐκείνων ἢ εἶδεν ἢ ἔβλεψεν, μόνῳ δ’ ἐμοὶ καὶ τὸ ποθούμενον ὤφθη καὶ τὸ πάντων σωτήριον ὀφθαλμοῖς καθωράθη.

Ἢ τὸ νῦν ἀπολύεις καὶ ἄλλην ἕξει τὴν σημασίαν· Ὅτι καιρός, φησίν, ὁ παρὼν τῆς ἐμῆς ἀναλύσεως πάντως· ᾧ γὰρ συνεβίωσα νόμῳ καὶ ᾗ συνήμην ἱερωσύνῃ, ταῦθ’ ὁρῶν μετενηνεγμένα βουλοίμην μὴ ἐνδημεῖν τῷ σαρκίῳ, ὡς ἂν μή τι καὶ ἀνθρώπινον λογισαίμην τὰ πρὸ τοῦ φρικτὰ μηδενὸς ἄξια λόγου θεώμενος.

Ἴσως δ’ ἐρεῖ τις τῶν φιλολόγων καὶ ἄλλην εἶναι περὶ τοῦ νῦν ἀπολύεις τὴν λύσιν. Ἐπεὶ γάρ φησι τὸ νῦν ῥῆμα, χρόνον τὸν ἐνεστῶτα δηλοῖ· ὁ δ’ ἐνεστὼς τῷ τε παρωχηκότι καὶ τῷ μέλλοντι συνενοῦται, τοῦ μὲν τῷ τέλει προσεγγίζων κατὰ τὸ ἄκρον, τοῦ δὲ τῆς ἀρχῆς ἁπτόμενος πρὸς τῷ τέλει, ὡς ἐντεῦθεν τοῦ χρόνου συνῆχθαι τὴν τριτημέρειαν. Ἐμοί, φησί, τῶν ἑκατέρων ἤδη μετεσχηκότι, καὶ τὸ μὲν παρελθὸν ἠνυκότι, ἐφ’ ᾧ μοι καὶ ἡ χάρις τῆς χρησμῳδίας, τοῦ δ’ ἐνεστῶτος εἰληφότι τὴν πεῖραν, διό μοι καὶ τὸ σωτήριον ὦπται, πρὸς δὲ τὸ μέλλον διὰ τὴν ἐλπίδα θαρροῦντι, ἥν φησι καὶ ὁ ἀπόστολος ὑπόστασιν εἶναι πραγμάτων—ἐπεὶ οὐδὲν ὁρῶ μοι ἐλλελειμμένον—, τοῦτο δ’ ἔθος ψυχαῖς ἐπιφθέγγεσθαι ταῖς καθαρωτάταις—, ἀπόλυσον, δέσποτα, τὸν σὸν δοῦλον, ὡς ἄν σοι καὶ αὐτόθι τὰ χαριστήρια θύσω καὶ φωνὴν ἀγαλλιάσεως οἴσω σοι.

Καὶ περὶ μὲν τοῦ νῦν ἀπολύεις τὸν δοῦλόν σου ταῦτα εἰπεῖν ἐκ πολλῶν, τὸ δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, τοῦτ’ οἶμαι δηλοῦν· Κατὰ τὴν πάλαι καὶ ἄνωθεν προηγγελμένην μοι χρησμῳδίαν, κατὰ τὸν λόγον τὸν σὸν καὶ τὴν ὑποσχεθεῖσάν μοι χάριν, ἃ καὶ εἰς ἔκβασιν βλέπων ἀπολυθήσομαι ἐν εἰρήνῃ, οὐκέτι ὡς τὸ πρὶν τὴν μετάστασιν ὑποπτεύων οὐδ’ ἐπιόντα τὸν θάνατον ὑποπτήσσων· τοῦτο γὰρ τοῖς πρὸ τοῦ ἀπιοῦσιν ἀπήντα μεθισταμένοις. Ἀφ’ οὗ δ’ ὁ καταλύων ἐκεῖνον μεθ’ ἡμῶν ἐγεγόνει, εἰρήνη βαθεῖα καὶ ἀταραξία τοῖς ἐκδημοῦσιν, ὡς μηδὲ θάνατον, ἀλλ’ ὕπνον δοκεῖν τὴν μετάστασιν.

Ἢ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ καὶ τοιοῦτον ἕξει τὸν νοῦν, ὅτι τὸ μὲν σόν, φησίν, ῥῆμα καὶ ὁ λόγος εἰρήνην προσῆξε τοῖς τε πόρρω καὶ τοῖς ἐγγύς, Ἰουδαίοις τε, τοῖς ἐμοῖς συμφυλέταις, καὶ ἔθνεσι, δηλαδὴ τοῖς πόρρω διεστηκόσιν. Ἐπεὶ δ’ ἐκεῖνοι μὲν ταύτην ἐξῶσαν καὶ ἀφ’ ἑαυτῶν ἔβαλον, ἀντεισήχθη δὲ τούτων τὰ ἔθνη καὶ τὴν ἐκείνων εὕρετο σωτηρίαν, βέλτιόν με διὰ ταῦτα μεταστῆναι τῶν ὧδε καὶ μὴ τοῖς παροῦσιν ἐναπομεῖναι, ὡς ἂν μὴ καὶ τὰ λυπηρὰ θεοίμην, λαὸν τὸν ἐμὸν τὸν καὶ κατὰ χάριν εἰσποιηθέντα διωθούμενον καὶ ἀποβαλλόμενον.

Τὸ δ’ ἑξῆς εἰρημένον σαφῆ τὴν διάνοιαν αὐτόθεν παρίστησιν. Εἶδον γὰρ οἱ ὀφθαλμοί μου, φησί, τὸ σωτήριόν σου, ὃ κατὰ πρόσωπον πάντων ἡτοίμασας τῶν λαῶν. Ὀφθαλμοῖς, φησί, τοῖς ἐμοῖς, τοῖς τε ἔξω καὶ ἔνδον, τὸ ἡτοιμασμένον πᾶσι σωτήριον εἶδον· οὐ γὰρ τοῖς μέν, τοῖς δ’ οὐ τοῦτο διανεφάνη, οὐδὲ τοῖς μὲν ἀριδήλως, τοῖς δὲ ἐν ἀδήλῳ καὶ κεκρυμμένως, ἀλλὰ καὶ πᾶσι καὶ ἐπιδήλως καὶ ὡσανεὶ κατὰ πρόσωπον καὶ εἰς ὄψιν ἅπασι καθωράθη. Τί γὰρ οὕτω τῶν γεγονότων καταφανὲς καὶ διάσημον ὡς τοῦ θεοῦ τὸ σωτήριον, ὃ εἰς πάντας καὶ ἐπὶ πάντας πλουσίως ἐχέθη οὐδένα τῆς αὐτοῦ θέας καὶ παρουσίας ποιοῦν ἄμοιρον. Εἰ δὲ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον, οἱ δ’ οὐδ’ ὁπωσοῦν τοῦτο προσήκαντο, ἔγκλημα τοῖς μὴ δεξαμένοις ἑκουσίως τηλικούτου χαρίσματος ἀμοιρήσασιν.

Ἐπεὶ δ’ ὁ Συμεὼν τοῦτο δὴ τὸ σωτήριον φῶς μὲν εἰς ἀποκάλυψιν ἐθνῶν ἔφησε, δόξαν δὲ λαοῦ τοῦ Ἰσραηλιτικοῦ καὶ ταύτην ἐποιήσατο τὴν διαίρεσιν, ταύτην δοκεῖ μοι ὁ λόγος τὴν διάνοιαν παρεμφαίνειν, ὅτι τὰ ἔθνη τὰ τῷ σκότει συνειλημμένα καὶ ἀβλεπτοῦντα συνόλως καὶ μὴ μικρόν, μὴ μεῖζον περὶ τὴν τοῦ ὄντος αὐγαζόμενα γνῶσιν, φῶς τὸ σωτήριον εἶδεν ἄγνοιάν τε τούτων διασκεδάζον καὶ θεοῦ τὴν ἐπίγνωσιν ἐκκαλύπτον. Οὐ μὴν αὐτοῖς μόνοις τοῦτ’ ἐγεγόνει, ἀλλὰ πολλῷ πλέον καὶ λαῷ τῷ Ἰσραηλίτῃ, ὃν καὶ οἰκεῖον λαὸν οἶδε προσονομάζειν· δόξα γὰρ αὐτῶν τὸ σωτήριον ἀνεφάνη τῷ τε ἐξ αὐτῶν κατὰ σάρκα τὸν σωτῆρα τετέχθαι καὶ τῷ ἐκ σπέρματος αὐτῶν καὶ ὀσφύος βεβλαστηκέναι, πρὸς δὲ καὶ τῷ ἀπεστάλθαι πρώτως πρὸς τούτους, εἰ καὶ παρὰ φαῦλον οὗτοι ἅπαντα ἔθεντο.

Εἰ δὲ καὶ δόξαν τοῦ Ἰσραὴλ ἐρεῖ τις τὸ τελείως ἐπεγνωκέναι οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν μονογενῆ τούτου παῖδα, πρὸς δὲ καὶ τὸ θεῖον καὶ ἅγιον πνεῦμα, οὐδὲν ἀπεμφαῖνον ὁ τοιοῦτος ἐξείποι· ὁ γὰρ μὴ τὴν γνῶσιν εἰδὼς τῶν τριῶν καὶ συνάπτων μὲν κατὰ τὴν οὐσίαν, διαιρῶν δὲ κατὰ τὰς ὑποστάσεις, ὅπερ τοῖς Ἰουδαίοις πρότερον οὐχ ὁ νοῦς, οὐχ ὁ λόγος διήρθρου, οἷα περὶ τὸν πατέρα μόνον τὴν ὅλην γνῶσιν περιιστᾶσι, τῷ τοιούτῳ πάντως καὶ ἡ ἐπίγνωσις ἀτελὴς καὶ ἄδοξος ὄντως ἡ δόξα.

Ὥστε εἰκότως δόξα τοῦ Ἰσραὴλ καὶ εἴ τι ἄλλο τὸ ἀναφανὲν δήπου σωτήριον, ἀλλὰ καὶ τοῖς ἔθνεσιν αὐτοῖς φῶς καὶ κατ’ ἄλλον τρόπον τοῦτο ἀπεκαλύφθη· οὗτοι γὰρ νόμον προσηκάμενοι τὸν καινὸν τὸν αὐτοφῶς ὄντα καὶ τὸν παλαιὸν ὡς λύχνον ἀποστραφέντες καὶ οὐδ’ ἀντωπῆσαι θελήσαντες—τί γὰρ ἂν αὐτοὺς λύχνος ὤνησε καὶ σκιὰ ἢ πόσον ἂν παρὰ αὐγῆς προσελάμφθησαν ἀφεγγοῦς; —φῶς τε μάλιστα τὸ ἀληθινὸν ἔγνωσαν παραδόξως καὶ ἡλίου τοῦ νοητοῦ ταῖς ἀκτῖσιν ηὐγάσθησαν. Ὁ γὰρ νόμος εἰ καὶ τοῖς Ἰουδαίοις κατ’ ἐξαίρετον ἐκληρώθη, ἀλλ’ οὐδ’ οἱ ἐξ ἐθνῶν τούτου παντάπασιν ἄγνοιαν ἔσχον, ἀλλ’ εἰκὸς καὶ τούτους ᾐσθῆσθαί τε περὶ αὐτοῦ καί, ὅπως τυπικὰ πάντα καὶ σκιώδη τὰ κατ’ αὐτόν, ἐγνωκέναι, οἷς οὐδ’ ἐπ’ ὀλίγον ἐνισχυθέντες πρὸς τὴν ἀλήθειαν ηὐτομόλησαν· εἰ γὰρ ἀσύνετος ὁ λύχνον κατέχων ἡλίου ἀνίσχοντος καὶ τὰ πάντα φωτίζοντος, πολλῷ πλέον ἀσυνετώτερος ὁ ἀληθείας ἀναφανείσης καὶ θεοῦ ἥκοντος τύπους καὶ σκιὰς κρατῶν καὶ εἰκόνων ἰνδάλματα. Οὐκοῦν διὰ ταῦτα φῶς τοῖς ἔθνεσι τὸ σωτήριον ἐγεγόνει τὸν λύχνον ὡς ἀμαυρὸν διεκκλίνασιν. Ἀλλὰ γὰρ ἐπεὶ ὁ Συμεὼν πρὸς τὸ φῶς καὶ δόξαν εἶναι τὸν Χριστὸν εἰρηκέναι καὶ ἄλλα πρὸς τούτοις εἰρήκει, ἴδωμεν, οἷα καὶ ταῦτά ἐστι καὶ τίς ἡ τούτων διάνοια.