Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τοὺς ἐν πίστει κεκοιμημένους

Ἰωάννης ὁ Δαμασκηνός

Η θεσμοθέτηση των ιερών ακολουθιών και η διάκριση της μεταθανάτιας βοήθειας

Η πατερική προέλευση των εκκλησιαστικών μνημοσύνων, η σημασία τους ως συμπληρωματικής οδού σωτηρίας και η αναίρεση της αντίληψης περί αυτόματης καθολικής σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 8

Πάντα γὰρ οἱ θεηγόροι ἀπόστολοι, καὶ θυηπόλοι διδάσκαλοι, καὶ πνευματοφόροι Πατέρες, ἐν κατοχῇ τοῦ Θείου κατὰ τὸ θεμιτὸν γεγονότες, καὶ τῆς ἐκστατικῆς τούτου δυνάμεως ποσῶς μετειληφότες, ἐνθέῳ στόματι θεοφιλῶς ἐθέσπισαν τὰς λειτουργίας, εὐχάς τε καὶ ψαλμῳδίας, ἐτησίους τε καὶ μνήμας τῶν προλαβόντων, ἅτινα μέχρι τοῦ νῦν τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι ἐπαύξουσι καὶ προστίθενται, ἀπὸ τῶν ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου, εἰς δόξαν καὶ αἶνον τοῦ Κυρίου τῶν κυρίων καὶ βασιλέως τῶν βασιλευόντων.» κʹ. Εἶτά φησιν ὁ ὑπεναντίος· Εἰ ταῦτα οὕτως ἔχει, οἱ πάντες σωθήσονται, καὶ οὐδεὶς ἀστοχήσει. Εὖγε τοῦτο, καὶ εἶθε. Αὐτὸ γὰρ διψᾷ, καὶ θέλει, καὶ ζητεῖ, καὶ ἐφίεται, καὶ ἐν τούτῳ χαίρει καὶ κατευφραίνεται ὁ ὑπεράγαθος Κύριος, ἵνα μή τις τῶν αὐτοῦ θείων δωρεῶν ἀστοχήσῃ. Μὴ γὰρ ἀγγέλοις τὰ γέρα καὶ τοὺς στεφάνους ἡτοίμασε; μὴ διὰ τὸ σῶσαι τοὺς οὐρανίους νόας ἐπὶ τῆς γῆς παραγέγονε, καὶ ἐκ Παρθένου ἀδιαφθόρως σεσάρκωται, καὶ βροτὸς ἐχρημάτισε, καὶ παθῶν καὶ θανάτου ἐγεύσατο; μὴ τοῖς ἀγγέλοις ἐρεῖ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν κληρονομήσατε;» Οὐκ ἔχεις τοῦτο εἰπεῖν ὁ ἀντιλέγων· ἀλλὰ πάντα διὰ τὸν ἄνθρωπον, ὥσπερ πέπονθεν, οὕτω καὶ ἡτοίμασε.

Τίς γὰρ ποιῶν πανδαισίαν, καὶ συγκαλέσας τοὺς φίλους, οὐ θέλει πάντας ἐληλυθέναι, καὶ τῶν ἑαυτοῦ καλῶν ἐμφορηθῆναι; Εἰς τί γὰρ καὶ τὴν εὐωχίαν ἡτοίμασεν, ἀλλ᾽ ἢ τὸ τοὺς οἰκείους δεξιώσασθαι φίλους; Καὶ εἰ οὖν ἡμῖν τοῦτο ἐπίσπουδον, τί ἂν τῷ μεγαλοδώρῳ, καὶ μόνῳ φύσει ὑπεραγάθῳ, καὶ φιλανθρώπῳ Θεῷ· ὃς νέμων καὶ διδοὺς πλείονα χαίρει καὶ ἐπαγάλλεται, ἢ ὁ λαμβάνων, καὶ σωτηρίαν μεγίστην ἑαυτῷ ποριζόμενος.

καʹ. Τοῦτο οὖν σκόπει πᾶς τις ὁ τοῖς ῥηθεῖσιν ἀμφισβητῶν, ὅτιπερ ἕκαστος τῶν ἀνθρώπων ὁ μικρὰν ἀρετῶν ζύμην κτησάμενος, μὴ πεφθακὼς δὲ ταύτην ἀρτοποιῆσαι, ἀλλὰ βουληθεὶς μὲν, μὴ δυνηθεὶς δὲ τοῦτο, ἢ ῥᾳθυμίας, ἢ ἀμελείας, ἢ ἀνανδρίας ἕνεκεν, ἢ τῆς ἐξ ἡμέρας εἰς ἡμέραν ἀναβολῆς, ἐπιφθασθεὶς δὲ καὶ θερισθεὶς παρ᾽ ἐλπίδα, οὗτος οὐκ ἐπιληθήσεται παρὰ τοῦ δικαίου Κριτοῦ καὶ Δεσπότου, ἀλλ᾽ ἐγερεῖ ὁ Κύριος αὐτῷ μετὰ τὸν θάνατον αὐτοῦ τοὺς οἰκείους καὶ ἀγγιστεῖς καὶ φίλους, καὶ τούτων τὰς γνώμας ἰθυνεῖ, καὶ τὰς καρδίας ἑλκύσει, καὶ τὰς ψυχὰς ἐπικάμψει πρὸς ἀγωγὴν καὶ βοήθειαν τούτου· καὶ σπεύσουσι κινηθέντες θεόθεν, καὶ ἁψαμένου τοῦ Δεσπότου τῶν καρδιῶν αὐτῶν, ἀναπληρῶσαι τοῦ οἱχηθέντος ὑστερήματα. Ὁ δὲ αὖ γε βίον πονηρὸν κεκτημένος, συμπεφυρμένον τε ὅλον ἀκάνθαις, καὶ πλήρη ὄντα ὑλῶν τῶν ἀκαθάρτων, ὃς οὐδέποτε τῇ συνειδήσει διῆξεν, ἀλλ᾽ ἀδεῶς καὶ ἀδιαφόρως ταῖς τῶν ἡδονῶν ἐνέκειτο δυσωδίαις, πράττων ἁπάσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ μηδὲν ὅλως περὶ ψυχῆς φροντίζων, ἔχων τε τὸ φρόνημα σαρκικὸν ἅπαν, καὶ οὕτω φθασθεὶς ἐκδημῆσαι τοῦ βίου, τούτῳ παντελῶς οὐδεὶς ὀρέξει χεῖρα· ἀλλ᾽ οὕτω πάντα τὰ κατ᾽ αὐτὸν διαπραχθήσεται, ὡς μήτε ὑπὸ συνεύνου, ἢ τέκνων, ἢ ἀδελφῶν, ἢ συγγενῶν, ἢ φίλων ἐπικουρηθῆναι τὸ σύνολον, ὅτι μηδ᾽ ἔχει Θεὸς ἐν μέτρῳ τοῦτον.

κβʹ. Ἐμοὶ γοῦν, καὶ ὅστις ἐμοὶ φίλος, γένοιτο, εἰ μὲν οἷόν τε, αὑτὸν ἐπικουρῆσαι, καὶ μηδὲν καταλεῖψαι ὑστέρημα· εἰ δ᾽ ἂν φθασθείην μὴ τετελειωμένος, κἂν ὁ Κύριος ὁ πολὺς ἐν ἐλέῳ ἐπικάμψαι μοι τοὺς ἀγχιστεῖς καὶ φίλους, καὶ θερμήναι τούτων τὰς ψυχὰς καὶ καρδίας, ὡς ἂν δι᾽ ἔργων ἀγαθῶν τε καὶ θεαρέστων ἐπικουρήσωσί μοι λίαν προθύμως, καὶ εἴ τι ὡς ἄνθρωπος καταλείψω ὑστέρημα, ἀναπληρώσειάν μοι μετὰ τὸν πότμον. Ναὶ, Κύριε ὁ τῶν θαυμασίων Θεὸς καὶ τῶν ἀπόρων πορίστης, μηδὲν εὑρεθείη μοι ἐν τῇ σῇ παρουσίᾳ μικρὸν ἢ μέγα ὑστέρημα, μήτε μὲν πᾶσι τοῖς ἐπὶ σοὶ πεποιθόσιν· οὕτω γάρ μοι καὶ ὁ προμνημονευθεὶς θεοῤῥήμων Χρυσόστομος διαπρυσίως καὶ διδάσκει καὶ κράζει, ἵνα καὶ αὖθις τῶν χρηστοτάτων αὐτοῦ λογίων ἐφάψωμαι. «Εἰ, φησὶν, οὐκ ἔφθασας περιὼν ἐν τῷ βίῳ τὰ τῆς ψυχῆς σου πάντα διευθετῆσαι, κἂν ἐν τῷ τέλει τοῦ βίου ἐντεῖλαι τοῖς σοῖς μετὰ θάνατον παραπέμψαι σοι τὰ σὰ, καὶ βοήθειαν δοῦναί σοι δι᾽ ἔργων ἀγαθῶν· ἐλεημοσυνῶν λέγω, καὶ προσφορῶν. Κἀντεῦθεν τὸν Λυτρωτὴν καταλλάξειας· δεκτὰ γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα.» Καὶ πάλιν αὐτὸς ἀλλαχοῦ· «Γράψον, φησὶν, ἐν τῇ σῇ διατυπώσει μετὰ τῶν τέκνων καὶ συγγενῶν, συγκληρονόμον καὶ τὸν Δεσπότην. Ἐχέτω σου ὁ χάρτης τοῦ Δικάστου τὸ ὄνομα, καὶ μνήμης μὴ ἀμοιρείτω πτωχῶν· κἀγὼ τούτων ἐγγυητής.

Οὐ δίδομεν τοίνυν ἀφορμὰς καὶ προφάσεις τοῦ ζῶντά τινα μὴ ποιεῖν ἐλεημοσύνας, ἀλλὰ φυλάττειν ταύτας μετὰ τὸν θάνατον· ἔκτοπον γὰρ τοῦτο πάντη καὶ βέβηλον, καὶ τῆς θείας νομοθεσίας ἀλλότριον· ἀλλὰ καὶ κάλλιστον καὶ θεάρεστον, καὶ εἰς ἅπαν εὐπρόσδεκτον, τὸ πάντα ἄνθρωπον θεοσεβῆ καὶ φιλόχριστον καθαίρειν ἑαυτὸν δι᾽ ἀγαθοεργίας παντοίας, ἀπεχόμενον πάσης ἀκαθαρσίας, ἐχόμενον δὲ τῶν τοῦ Θεοῦ φαεινῶν προσταγμάτων, ὡς ἂν πρὸς τὸ τέλος ἐληλακὼς, μετὰ παῤῥησίας λέξοι πρὸς τὸν Δεσπότην· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· καὶ οὕτως ἡδέως ὑπαντήσοι τοῖς ἐπείκταις ἀγγέλοις.

Ἀλλὰ τοῦτο μὲν ὀλίγοι καὶ ὀλιγάκις κατὰ τὸν τοῦ Δεσπότου λόγον, ὅτι Ὀλίγοι, φησὶν, οἱ σωζόμενοι. Καίτοι γε τοῦτο οὐχ ἁπλῶς εἴρηκεν ἡ τῶν ὅλων Σοφία, ἀλλ᾽ ὡς ἄν τις εἴποι, θαυμαστικῶς, ὅτι Ὀλίγοι οἱ σωζόμενοι· τὸ λοιπὸν ἐπιστάμενοι, ὅτι ἐργῶδες λίαν εὑρεθῆναί τινα τῆς πρώτης μερίδος, ἐξ ἀνάγκης ἐπάγομεν τὴν δευτέραν, ἀποστολικαῖς τε καὶ Πατρικαῖς ἑπόμενοι ῥήσεσιν· ὡς καὶ τοὺς κατοιχομένους Θεοῦ ἀγαθότητι ὠφελεῖσθαι, καὶ τὴν φιλαδελφίαν ἐπαυξάνεσθαι, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα βεβαιοῦσθαι, καὶ τὴν πρὸς Θεὸν εὐχὴν κρατύνεσθαι, καὶ τὴν περὶ τοὺς θείους ναοὺς συνδρομὴν θερμοτέρως πληθύνεσθαι, καὶ τὴν εἰς τοὺς πένητας εὐποιίαν πλατύνεσθαι.» κγʹ—ιδʹ. Ἰδὲ κατὰ πόσους τρόπους τὸ πρᾶγμα ἐπικερδὲς καὶ ὠφέλιμον, παρὰ πόσων ὑποθήσεων ἡ τῶν κατοιχομένων ὠφέλεια· ἀφορμὴ γὰρ γίνεται σωτηρίας τῶν καταλεγέντων. Ἐπεὶ εἰ τὸ αἴτιον ἀναιρήσεις, πάντως καὶ τὰ τούτου ἀκόλουθα. Τίς γὰρ ἀνάγκη τοὺς μικροψύχους διαναστῆναι πείσοι, καὶ ταύτην διαπράξασθαι, εἰ μὴ πληροφορίαν ἔχωσι τοῖς ἑαυτῶν ἀφελεῖν; Παύσονται δὲ καὶ αἱ περὶ τὰς διατυπώσεις τῶν πενήτων ἐγγραφόμεναι μοῖραι, καὶ σὺν ταύταις αἱ ὑπὲρ τῶν νεκρῶν λειτουργίαι, ὑμνῳδίαι τε καὶ ψαλμῳδίαι, τεσσαρακοστὰ σὺν τριτεννάταις, καὶ ἐτήσιοι μνῆμαι καὶ τελεταὶ, αἵτινες οὐκ εἰς μάτην παρὰ τῶν διδασκάλων ἐπενοήθησαν.

Ἀλλὰ μὴ γένοιτο, ἢ δοξάσαι καθόλου, ἢ παραλείψασθαί τι τούτων.