Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα
Ορισμοί της φιλοσοφίας, του λόγου και βασικών οντολογικών όρων
Παράθεση παραδοσιακών ορισμών της φιλοσοφίας και επεξήγηση όρων όπως ο λόγος, το δόγμα, η σύνθεση και η διαίρεση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ορισμοί της φιλοσοφίας, του λόγου και βασικών οντολογικών όρων
Παράθεση παραδοσιακών ορισμών της φιλοσοφίας και επεξήγηση όρων όπως ο λόγος, το δόγμα, η σύνθεση και η διαίρεση.
〈Περὶ φιλοσοφίας〉 Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ. Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν, καὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων καὶ μελέτη θανάτου, θανάτου δὲ τοῦ προαιρετικοῦ ὥς φασιν, ἐγὼ δὲ λέγω καὶ τοῦ φυσικοῦ, —ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον· δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤγουν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤγουν τὸ ἀγαθόν, τουτέστι τοῦ ἀδικεῖσθαι μᾶλλον ἤπερ ἀδικεῖν. —τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης. —φιλία σοφίας· σοφία δὲ ἀληθὴς ὁ θεός· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία.
Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεωρητικὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν· τὸ μαθηματικὸν εἰς ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν· τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως ἐστὶν ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσιν, ὅπερ ἐστὶν τὸ θεολογικόν. Θεωρεῖν δὲ καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων, ἅτινα ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς καθ᾽ ἑαυτὸν μὲν ἄυλός ἐστι, θεωρεῖται δὲ καὶ ἐν τῇ ὕλῃ ἤγουν ἐν σίτῳ· λέγομεν γὰρ ‘δέκα μόδιοι σίτου’· ὁμοίως καὶ τὰ λοιπά. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ καὶ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν.
〈Ὅροι διάφοροι〉 Δόγμα ἐστὶν εὐσεβείας ἀληθοῦς ζήτησις, ἀπλανὴς καὶ ἀψευδὴς διάγνωσις ἢ ἐν λόγοις ἀπαλλαγὴ πλάνης. Δόγμα καθολικόν ἐστι γνώμη ἀβιάστως πᾶσι προτιθεμένη καὶ ἀντίῤῥησις ἑτέρου καὶ ἀνατροπὴ τοῦ χείρονος.
Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς πάσης τῆς ὑποκειμένης οὐσίας τοῦ πράγματος. Ὅρος ἐστὶ λόγος, οὗ ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, οὗ ἐστι μὴ συγχωρῶν διὰ τὸ ἐν αὐτῷ καὶ μόνῳ γνωρίζεσθαι. Ὁρισμός ἐστι δήλωσις πράγματος διὰ λόγου, οὗ χωρὶς οὐδὲ τί ἐστιν οὐδ᾽ ὅτι ἐστὶ γνωρίζεται. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅρος ἐστί, μέχρις οὗ ἔρχεται τὸ τυχὸν κἀκεῖ περαιοῦται. —Ὑπογραφή ἐστι λόγος σύντομος δηλωτικὸς συμβεβηκότων ἤγουν ὁ ἐκ τῶν συμβεβηκότων τε καὶ ἰδίων δηλῶν τὸ ὑποκείμενον. —Διαφέρει δὲ ὁ ὁρισμὸς ὅρου, ὅτι ὁ ὁρισμὸς μερικώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος· σημαίνει γὰρ ὁ ὅρος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὁροθέσιον καὶ τὸ οὗ ἐστι πέρας. Ὅρος λέγεται καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις· ὁ δὲ ὁρισμὸς τὸν σύντομον λόγον δηλοῖ μόνον τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ἡ δὲ ὑπογραφὴ διαφέρει τοῦ ὁρισμοῦ, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἐξ ἐπουσιωδῶν ἤγουν συμβεβηκότων, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς ἐξ οὐσιωδῶν τε καὶ ἐπουσιωδῶν. Ὑγίεια δὲ ὅρου τὸ ἀντιστρέφειν, κακία δὲ τὸ μὴ ἀντιστρέφειν.
Ὁριστόν ἐστι τὸ ὑποκείμενον τῷ ὅρῳ ἤγουν τὸ ὁριζόμενον, ἀόριστόν ἐστι μόνον τὸ ἄκτιστον (πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίστου ὁρίζεται), δυσόριστον τὸ ἐν μετασχηματισμῷ καὶ οὐ κατ᾽ οὐσίαν, ὅ ἐστιν, ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων καὶ τῆς ψυχῆς. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ὁριζόμενος. Ἕνωσίς ἐστι διαφόρων πραγμάτων συνδρομή.
Περὶ διαφορᾶς λόγου. Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρών. Λόγος ἐστὶν ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος. Λόγος ἐστὶν ἄγγελος νοήματος καὶ ἀνυπόστατος. Ὁ μὲν οὖν ἀκούει οὐσιώδης καὶ ἐνυπόστατος, ὁ δὲ ἐνδιάθετος, ὁ δὲ προφορικός. Μονογενής ἐστιν, οὗ οὐδὲ πρὸ οὐδὲ μετὰ ἄλλος γεγέννηται.
Σύνθεσίς ἐστι δι᾽ ὅλου τῶν μερῶν εἰς ἄλληλα περιχώρησις. Σύνθεσίς ἐστι τὸ ἐξ ἄλλου καὶ ἄλλου εἰς ἓν ποιῆσαι ἢ διαιρετῶς ἢ συγκεχυμένως ἢ οὕτως καὶ οὕτως. Σύνθεσίς ἐστι τὸ ἐκ διαφόρων συνεστὸς καὶ τὴν ἑκάστου ἰδιότητα μὴ γνωρίζον.
Διαίρεσίς ἐστι τὸ ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ μηδαμῶς πρὸς ἕτερον γεγονός. Διαίρεσίς ἐστιν ἡ τὸ μονοειδὲς εἰς πολυειδὲς ἀπεσχοινισμένως ποιήσασα. Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, ὑποδιαίρεσις δὲ ἡ τοῦ ἑνὸς τῶν τμηθέντων σκελῶν τομή, ἐπιδιαίρεσις δὲ ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον— ἰδοὺ διαίρεσις—, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον—ἰδοὺ ὑποδιαίρεσις—, πάλιν τὸ ζῷον διαιρεῖται εἰς κρεωφάγον καὶ ποηφάγον—ἰδοὺ ἐπιδιαίρεσις. Διαιρετόν ἐστι τὸ διαιρούμενον, ἀδιαίρετόν ἐστι τὸ μὴ διαιρούμενον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.