Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα

Ἰωάννης ὁ Δαμασκηνός

Θεμελιώδεις οντολογικές έννοιες: Ουσία, φύση, πρόσωπο και υπόσταση

Εκτενής ανάλυση των πέντε φωνών και των κομβικών για τη θεολογία εννοιών της ουσίας, της φύσεως, του προσώπου, της υποστάσεως και του ενυποστάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 9

〈Περὶ τῶν πέντε φωνῶν〉 Γένος ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. Σημαίνει δὲ τὸ γένος καὶ τὴν πατρίδα, ὡς ὅταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τῷ γένει. Σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινων γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ Ἰσραὴλ Ἰσραηλίτας τῷ γένει. Γένος ἐστὶ τὸ καθ᾽ ἑαυτὸ θεωρούμενον πρᾶγμα.

Τὸ εἶδος κατὰ δύο σημαινομένων φέρεται· λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, οἷον «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Λέγεται εἶδος καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγωμεν τοῦ ζῴου. Εἶδός ἐστι τὸ ὑπὸ τὸ γένος ταττόμενον. Καὶ πάλιν εἶδός ἐστιν, οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.

Οὗτος δὲ ὁ ὁρισμὸς τοῦ εἰδικωτάτου εἴδους ἐστί. Γενικώτατον γένος ἐστὶ τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, ἤγουν τὸ μὴ ἔχον ἐπάνω αὐτοῦ ἕτερον γένος, ἐξ οὗ τέμνεται ὡς οὐσία. Εἰδικώτατον εἶδός ἐστι τὸ ἔσχατον εἶδος, ὃ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτοῦ ἕτερον εἶδος, ἀλλὰ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὂν ὡς εἰς αὐτὰ διαιρούμενον, οὗ ὅρος ἐστί· Τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε καὶ εἴδη ὑπάλληλα λέγεται.

Διαφορὰ τριχῶς λέγεται καὶ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. Διαφορά ἐστιν ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβηκός, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεωρεῖται, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, κατὰ τὸ καθέζεσθαι καὶ ἵστασθαι. Διαφορά ἐστιν ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώριστον συμβεβηκός, διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν ἀλλά τισιν, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ φαλακρόν.

Διαφορά ἐστιν ἡ ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις καλουμένη, ἥτις καὶ οὐσιώδης ὑπάρχει διαφορά, ᾗτινι περισσεύει τὸ εἶδος τοῦ γένους. Καὶ πάλιν διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. Διαφορὰ ὁμοίως ἐστὶ τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. Διαφορὰ ὡσαύτως ἐστίν, ὅτῳ διαφέρει ἕκαστον οὐσιωδῶς. Διαφορά ἐστιν ἡ ἕτερον εἶδος ποιοῦσα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. Διαφορά ἐστι λόγος, καθ᾽ ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σῴζεσθαι πέφυκεν.

Ταυτότης δέ ἐστιν ἀπαραλλαξία, καθ᾽ ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντῃ κέκτηται μοναδικὸν μηδενὶ τρόπῳ διαφορᾶς γνωριζομένης. Ἰστέον δέ, ὅτι ἡ ταυτότης κατὰ τρεῖς τρόπους λαμβάνεται. Ἔστι γὰρ ταὐτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν ταὐτὸν ἄνθρωπον καὶ τὸν ἵππον, καθὸ ἀμφότερα ζῷά ἐστιν. Ἔστι ταὐτὸν καὶ τῷ εἴδει, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταὐτὸν εἶναι τῷ εἴδει, καθὸ ἀμφότεροι ἄνθρωποί εἰσι. Πάλιν ἐστὶ ταὐτὸν τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον αὐτὸν ἑαυτῷ ταὐτὸν εἶναι. Καὶ ἡ διαφορὰ δὲ τριττῶς λαμβάνεται.

Ἔστι γὰρ διαφορὰ τῷ γένει καὶ διαφορὰ τῷ εἴδει καὶ πάλιν τῷ ἀριθμῷ. Ἴδιόν ἐστι τὸ μιᾷ φύσει ἁρμόζον καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν ὥσπερ τὸ γελαστικὸν τοῦ ἀνθρώπου καὶ χρεμετιστικὸν τοῦ ἵππου. Περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχοντος, ὥσπερ ἴδιον ἐπεισουσιῶδες καλοῦσιν. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον.

Ἰδίωμά ἐστι τὸ ἰδικῶς, ἐν ᾧ ἐστι, καὶ μόνον γνωριζόμενον, ἐν ἑτέρῳ δὲ οὔ. Ἰδίωμα πάλιν ἐστὶ τὸ σημαντικὸν πάσης οὐσίας σχῆμά τε καὶ πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαῖνον τούτου, οὗ ἐστι, τὴν ὕπαρξιν. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Συμβεβηκός ἐστιν, ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Συμβεβηκός ἐστιν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστι. Συμβεβηκός ἐστι τό τε χωριστὸν οἷον θερμότης, ψυχρότης, λευκότης, καὶ τὸ ἀχώριστον οἷον ἐν ῥινὶ γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης.

Γενικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ γένος περιέχον. Εἰδικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ εἶδος περιέχον. Εἰδικόν ἐστιν ἡ οὐσία ἤγουν ἡ φύσις. Περιεκτικόν ἐστιν τὸ ἐν ἑαυτῷ τὰ μερικὰ συνάγον καὶ ἀναπληροῦν.

〈Περὶ οὐσίας καὶ μορφῆς καὶ φύσεως〉 Οὐσία ἐστὶ τὸ δι᾽ ὅλου ὑφεστὸς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ εἶναι. Οὐσία ἐστὶν ἡ ἑκάστου ὕπαρξις. Οὐσία ἐστὶν ἡ κοινὴ τῶν ὄντων φύσις, καθ᾽ ἣν καὶ τὰ ἄτομα καὶ τὰ εἴδη ἀλλήλοις κοινωνοῦσιν ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον τῆς οὐσίας ἀναφερόμενα. Ἔστι δὲ οὐσία πρᾶγμα ὑφεστὸς αὐθυπόστατον. Οὐσία ἐστὶ πᾶν τὸ κατ᾽ ἰδίαν ὕπαρξιν ὑφεστὸς καὶ μὴ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. Οὐσία ἐστὶ πρώτως καὶ κυρίως πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐσία κυρίως λέγεται αὐτὸ τὸ ὂν τὸ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον κατὰ πασῶν τῶν ὑπ᾽ αὐτὴν ὑποστάσεων ὁμοτίμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνον ἀλλὰ πολλοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὔ τινι πλέον, τινὶ δὲ ἔλαττον ἐνθεωρούμενον. Οὐσία ἐστὶν ἡ καθ᾽ ὑποκειμένων τῶν ὑποστάσεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ἐφίσης καὶ ὁμοτίμως θεωρουμένη.

Οὐσία ἐστὶ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος δεκτικόν· τοῦτον τὸν ὅρον ὡς ἐπίπαν οἱ ἔξω τῆς μερικῆς παρ᾽ αὐτοῖς λεγομένης ἔθηκαν οὐσίας. Οὐσία ἐστὶν ἡ κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένη καὶ πᾶσι συμπαροῦσα καὶ ἐφίσης μεταδιδοῦσα τοῦ οἰκείου ὀνόματος καὶ πράγματος.

Μορφὴ καλεῖται καὶ λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώματος εἶδος. Κυρίως δὲ μορφὴ ἡ οὐσία ὑπὸ τῶν πατέρων ἐλήφθη ὥσπερ καὶ ὑπὸ τοῦ ἀποστόλου· ἀθέμιτον γὰρ ἐπὶ θεοῦ τοῦ ἀοράτου καὶ ἀσεβὲς τὴν μορφὴν εἶδος λέγειν ἤγουν σχῆμα. Μορφή ἐστιν ἡ κατ᾽ ἰδίαν θεωρίαν θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς δήλωσιν ἀνενδεῶς ἔχουσα.

Μορφή ἐστι τὸ καθ᾽ ἑαυτὸ ὂν καὶ κοινωνίας ἑτέρου εἰς τὸ εἶναι οὐ δεόμενον. Φύσις ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. Φύσιν δὲ καλοῦμεν πολλάκις τὸ τοιῶσδε πεφυκέναι καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. Φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. Φύσις ἀληθῶς τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας λαμβάνεται. Φύσις ἐστὶ κατὰ τοὺς ἔξω φιλοσόφους δύναμίς τις ἐνδεδυκυῖα τῇ ὕλῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. Φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια. Φύσις καὶ οὐσία καὶ μορφή ἐστιν ἡ τῶν ὄντων οὖσα ποιότης.

Ἀνούσιόν ἐστι τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διὰ παντός. —Μερικὴ οὐσία ἐστὶ λόγος ἔναρθρος καὶ ἀσήμαντος. Οὐσιῶδές ἐστιν, ὃ παρὸν μὲν σῴζει, ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ. Ἐπουσιῶδες δέ ἐστιν, ὅπερ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. Ἐπεισουσιώδη καλοῦσιν οἱ φιλόσοφοι τὰ ἀχώριστα συμβεβηκότα. —Ἄτομόν ἐστι τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ᾽ ἄλλου ποτὲ ὀφθείη. —Πρόσωπόν ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν.

〈Περὶ ὑποστάσεως ἐνυποστάτου τε καὶ ἀνυποστάτου〉 Ὑπόστασίς ἐστι συνδρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων τὸ ἄτομον καὶ ἰδικὸν τουτέστι τὸν τινὰ ἄνθρωπον τοῦ κοινοῦ διαστέλλουσα. Ὑπόστασίς ἐστι συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. Ὑπόστασίς ἐστιν ἡ διὰ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐν τῷ τινὶ πράγματι παριστῶσα καὶ διαγράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύσεως. Ὑπόστασίς ἐστιν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσα.

Ἐνυπόστατόν ἐστι τὸ καθ᾽ ἑαυτὸ μὲν οὐδαμῶς ὑφιστάμενον ἐν ἄλλοις δὲ θεωρούμενον ὡς εἶδος ἐν τοῖς ὑπ᾽ αὐτὸ ἀτόμοις, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον. Ὑπόστασιν λέγομεν τὸ καθ᾽ ἑαυτὸ ὑφεστὸς καὶ οὐδενὶ ἑτέρῳ συνθεωρούμενον, ὅπερ καὶ ἄτομον καλοῦσί τινες· ἄθροισμα δὲ συμβεβηκότων τοῦτο ἂν εἴη, ἅπερ ἅμα πάντα θεωρούμενα οὐδενὶ πρόσεστιν ἑτέρῳ πλὴν τοῦ ἑνός, ᾧ πρόσεστιν. Ἐνυπόστατόν ἐστι τὸ ἐν ἀληθείᾳ ὂν καὶ ἐν ὑπάρξει θεωρούμενον.

Ἀνυπόστατόν ἐστιν οὐχὶ τὸ μὴ ὂν ἀλλὰ τὸ μὴ γενόμενον ὡς τὸ σκότος. Ἀνυπόστατόν ἐστι πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς ἀλλ᾽ ἐν ἀπουσίᾳ τοῦ κρείττονος ἱστάμενον ὡσανεὶ τὸ σκότος ἢ νόσος ἢ ἁμαρτία ἢ θάνατος. —Ὁμοούσιόν ἐστι τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέρου. —Καθ᾽ ὑπόστασίν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καθ᾽ ὑπόστασίν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καθ᾽ ὑπόστασιν ἕνωσίς ἐστιν ἡ ἐν ὑποστάσει ἑτέρᾳ προστρέχουσα φύσις. 〈Κρᾶσίς ἐστι〉 σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Κρᾶσίς ἐστι σύζευξις σωμάτων τὰς ἐν αὐτοῖς ἀλλήλοις ἀντικιρνώντων ποιότητας.

Κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή.