Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα

Ἰωάννης ὁ Δαμασκηνός

Συμπληρωματικές κατηγορίες, χρόνος και κίνηση

Αναλυτική παρουσίαση εννοιών όπως η έξη, η δύναμη, το πάθος, καθώς και φιλοσοφική προσέγγιση του χρόνου και των ειδών της κίνησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 9

〈Περὶ τῶν κατηγοριῶν ἕξεώς τε καὶ δυνάμεως〉 Ποσότης ἐστὶν ἀριθμοῦ πέρας ἤγουν μονάδων σύνθεσις. —Ἀριθμὸς ὁρίζεται σωρεία μονάδων ἢ χύμα μονάδων, οὐχὶ δὲ διαίρεσις μονάδων. — Ποιότης ἐστὶν ἡ τὴν διαφορὰν ἐκ τῶν ἄλλων ἐν ἑαυτῇ δεικνύουσα.

Ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία, οἷον ἐπὶ μὲν ψυχῆς σωφροσύνη, ἀνδρεία, φρόνησις, δικαιοσύνη, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν καὶ ἀνάλογον καὶ ἡ ὑγίεια. Ἡ δὲ τούτων αὐτῶν ἀτευξία καὶ διαμάρτησις καὶ καθ᾽ ὅλου ἀναίρεσις λέγεται στέρησις.

Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος· τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. Ἕξις μέν ἐστι ποιότης τις δυσκίνητος καὶ δυσμετάβλητος, ἡ δὲ διάθεσις ἡ ἀντιδιαστελλομένη τῇ ἕξει εὐμετάβλητος καὶ εὐμετακίνητος. Ἕξις τοίνυν λέγεται ἡ καθ᾽ ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου καὶ ἐνδύματος καὶ ἐνδυομένου.

Δεύτερον δὲ αἱ ἐπείσακτοι ἐνέργειαι αἱ μόνομοι οὖσαι, εἴτε φυσικαὶ εἴτε ψυχικαὶ ὦσι, φυσικαὶ μὲν ὡς θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι, ψυχικαὶ δὲ ὡς ἐπιστήμη. Κατὰ τρίτον τρόπον, ὅπερ οὔπω μὲν ἔχει, ἐπιτηδειότητα δὲ ἔχει πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον σημαινόμενον τοῦ ‘δυνάμει’. Κατὰ τέταρτον δὲ τρόπον ἡ φυσικὴ ποιότης ἤγουν ἡ φυσικὴ ἕξις ὡς ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ καθεύδοντος ἡ ὄψις καὶ τῆς χιόνος ἡ ψύξις. Καὶ ἡ πέμπτη δὲ ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις καὶ ἡ θερμότης· κατὰ οὖν τὸ τέταρτον σημαινόμενον ἔλαβεν Ἀριστοτέλης τὴν ὡς κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιοτικῆς εἴτε τῆς παθητικῆς.

Διάθεσις δέ ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. Δύναμις δὲ λέγεται ἡ μὲν κατ᾽ ἐπιτηδειότητα, ἡ δὲ καθ᾽ ἕξιν· κατ᾽ ἐπιτηδειότητα μέν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι, καθὸ ἔχει ἐπιτηδειότητα πρὸς τὸ γενέσθαι γραμματικόν· καθ᾽ ἕξιν δέ, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα γραμματικὸν δυνάμει γραμματικὸν εἶναι, καθό, εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, γινώσκει αὐτήν. Δύναμις πάλιν λέγεται καθ᾽ ἕξιν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον σπερματικόν, καθὸ πέφυκεν εἶναι σπερματικὸν καὶ ἔστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον· ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ᾽ ἕξιν ἐστὶ στάχυς, ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. Δύναμις λέγεται καὶ ἡ ἰσχύς. Δύναμις λέγεται καὶ ἡ στρατεία τουτέστι τὰ ἐκστρατεύματα.

Πρός τί εἰσιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. Πρός τι ταῦτά ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστιν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. Πρός τι δὲ λέγεται, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων ὑπάρχει· ἅμα δὲ καὶ ἀναστρέφει πρὸς ἄλληλα. Πρός τί εἰσιν, οἷς τὸ εἶναι ταὐτὸν τῷ πρός τί που ἔχει. Τινὲς δὲ σαφέστερον ἑρμήνευσαν τὴν ὑπογραφὴν, ὅτι ταῦτά εἰσι πρός τι, οἷς τὸ εἶναι ταὐτόν ἐστιν ἐν τῷ πως ἔχειν πρὸς ἕτερον. —Ποῦ ἐστι τόπου δήλωσις οἷον ἐν Ῥώμῃ, ἐν Ἀλεξανδρείᾳ. —Πότε ἐστὶ χρόνου δήλωσις οἷον πέρυσι, σήμερον, αὔριον. —Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιάνδε θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν. —Ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν ὡς δακτύλιος περὶ τὸν δάκτυλον καὶ ἱμάτιον περὶ τὸ σῶμα. — Ποιεῖν ἐστι τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας. —Πάσχειν ἐστὶ τὸ ἐν ἑαυτῷ καὶ ἑτέρῳ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν. Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς φημι καὶ τῶν τοιούτων· πράττειν δέ, ἐφ᾽ ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς· θεωρεῖν δὲ ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τῶν τοιούτων λέγεται. Ἀπαθές ἐστι τὸ πάσης ὕλης χωρὶς καὶ ὑπὸ ταύτης οὐδαμῶς, ὅ ἐστι, νοηθῆναι δυνάμενον. Ἀπαθές ἐστι τὸ πάθους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον.

Ἀπαθές ἐστι τὸ ἑτέρου ἀνενδεὲς καὶ ἀεὶ ὡσαύτως ἐφ᾽ ἑαυτοῦ μένον. Πάθος ἐστὶ μεταποίησις τοῦδέ τινος, οὗ ἦν, εἴτ᾽ ἐπ᾽ ἀγαθῷ εἴτε καὶ ὡς ἄλλως. Παθητόν ἐστι τὸ μεταποιηθῆναι δυνάμενον εἰς τοῦτο, ὃ οὐκ ἦν πρότερον.

〈Περὶ προτέρου ἅμα τε καὶ κινήσεως〉 Πρότερον ἕτερον ἑτέρου λέγεται πενταχῶς. Πρότερον κυρίως ἐστὶ τὸ χρόνῳ πρότερον, ὡς λέγομεν παλαιότερον ἢ πρεσβύτερον. Πρότερον φύσει ἐστίν, ὅπερ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται μὲν οὐ συνεισφέρει δέ, δι᾽ ὅπερ τὰ ἁπλᾶ προτεύουσι τῶν συνθέτων καὶ τὰ καθόλου τῶν μερικῶν. Πρότερον δέ ἐστι καὶ τὸ κατὰ τάξιν. Πρότερόν ἐστι καὶ τὸ κατὰ δύναμιν ἤτοι κατ᾽ ἀξίαν. Πρότερον ὁμοίως ἐστὶ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατόν· αἴτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον.

Ἅμα λέγεται τὰ συνυπάρχοντα ἀλλήλοις καὶ μὴ ὄντα πρότερον ἕτερον ἑτέρου εἴτε χρόνῳ εἴτε φύσει εἴτε αἰτίῳ εἴτε τάξει εἴτε δυνάμει ἤγουν ἀξίᾳ. Ἅμα δὲ λέγεται καὶ τὰ ἀντιδιαιρούμενα ἤγουν τὰ δύο σκέλη τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως, οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον.

Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος ὄντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ ξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις τὸ ‘δυνάμει’, εἰκότως ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις· ἔν τε τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῇ ποῦ κατηγορίᾳ, ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον καὶ τὸ ἐπ᾽ εὐθείας κινούμενον, καὶ καλεῖται τὸ μὲν πρότερον περιφορά, τὸ δὲ δεύτερον ἁπλῶς ἐπ᾽ εὐθείας κίνησις. Ἑπτὰ δέ τινές εἰσιν ἐν τῇ ποῦ κατηγορίᾳ κινήσεις τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαὶ κινήσεις· ἡ κάτω, ἡ ἄνω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀριστερά, ἡ κυκλοφορουμένη.