Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα
Απόφανση, συλλογισμός και διαλεκτικές μέθοδοι
Ορισμοί των μερών του λόγου, της αποφάνσεως και του συλλογισμού, συνοδευόμενοι από την παρουσίαση των τεσσάρων διαλεκτικών και λογικών μεθόδων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Απόφανση, συλλογισμός και διαλεκτικές μέθοδοι
Ορισμοί των μερών του λόγου, της αποφάνσεως και του συλλογισμού, συνοδευόμενοι από την παρουσίαση των τεσσάρων διαλεκτικών και λογικών μεθόδων.
〈Περὶ ἀποφάνσεως καὶ συλλογισμοῦ〉 Τὴν ἐπίνοιαν οἱ πατέρες καὶ ὁ ἀληθὴς λόγος διττὴν εἶναι ἀπεφήναντο· ἡ μὲν γὰρ οἱονεὶ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσά τε καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι. Ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ εἶναι δοξάσουσα· τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων μυθοπλαστία· τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διαμορφουμένη ἀνειδωλοποίησεν.
Ἀρχή ἐστι τῶν γεγονότων αἰτία πάντων. Ἄναρχόν ἐστιν, ἐξ οὗ τὰ πάντα γεγένηται, αὐτὸ δὲ ἀγένητον. —Τέλος ἐστὶ τὸ τυχεῖν τοῦ σκοποῦ· τέλος ἐστὶ κατὰ Ἀριστοτέλην, οὗ εἵνεκα τὰ ἄλλα αὐτὸ δὲ μηδενὸς ἕνεκεν, ἢ οὕτως· Τέλος ἐστί, δι᾽ ὃ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδέν.
Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρει, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν ἡ διαφορά, οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος προτάσεως λέγεται φάσις, ὡς δὲ μέρος συλλογισμοῦ λέγεται ὅρος. Ἀπόφανσίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει ἢ μὴ ὑπάρχει, οἷον ‘Σωκράτης 〈οὐ〉 βαδίζει’ δηλοῖ, ὅτι οὐχ ὑπάρχει τῷ Σωκράτει τὸ βαδίζειν. Αὕτη ἡ ἀπόφανσις διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν.
Ἀπόφανσίς ἐστι λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἐστὶν ἢ τὸ ψεύδεσθαι οἷον ‘Σωκράτης ἄνθρωπός ἐστιν’—ἰδοὺ γὰρ ἀληθεύει—ἢ ‘Σωκράτης οὐκ ἔστιν ἄνθρωπος’—ἰδοὺ γὰρ ψεύδεται. Κατάφασίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει οἷον ‘Σωκράτης βαδίζει’. Κατάφασις πάλιν ἐστὶ λόγος ἀποφαντικός τινος κατά τινος. Ἀπόφασίς ἐστι λόγος σημαίνων, τί τινι 〈οὐχ〉 ὑπάρχει οἷον ‘Σωκράτης οὐ βαδίζει’. Ἀντίφασις ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν’, ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν’· πάντως τούτων ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής.
Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις. —Ὅρος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις, οἷον πρότασίς ἐστι ‘Σωκράτης βαδίζει’· αὕτη ἡ πρότασις ἀναλύεται εἰς τὸ ‘Σωκράτης’ καὶ εἰς τὸ ‘βαδίζει’.
Ἕκαστον οὖν αὐτῶν ὡς μέρος προτάσεως ὅρος ἐστί. —Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· ‘τεθέντων’ δὲ εἶπον ἀντὶ τοῦ ‘ὁμολογηθέντων’, τὸ δὲ ‘διὰ τὰ κείμενά’ φημι, τουτέστιν ὅτι διὰ τὰς προκειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως ἢ ὅρου. —Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος.
Ἰστέον δέ, ὅτι τὰ πέντε ταῦτα κατὰ τὴν ὑπόστασιν οὐδὲν ἀλλήλων διενηνόχασιν οἷον ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα· ὅταν μὲν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅτε δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστι τὸ λέγειν ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν’. Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν ζητῶν· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συνάγεται, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, λοιπὸν ἐκ τῶν προτάσεων τούτων· Ἄρα γε ἡ ψυχὴ ἀθάνατος· τουτέστι τὸ συμπέρασμα.
Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν πρὸς θεωρίαν καὶ γνῶσιν. —Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἀπαιτοῦν ἀπόκρισιν. — Ἰστέον, ὡς διαφέρει ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι᾽ ὀλίγου, τῷ δὲ πυσματικῷ χρονία καὶ διὰ πολλοῦ ἕπεται ἡ ἀπόκρισις ἤγουν διὰ πολλῶν λόγων. —Ἔνστασις ἡ ἐκ πρώτης βαλβῖδος ἤγουν ἐκ προοιμίων ἀνατρέπουσα τὸν λόγον. —Ἀντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον, οἷον θελόντων ἡμῶν δεῖξαι.
Αἵρεσίς ἐστι περὶ πίστεως οὐκ ἀληθὴς δόξα. Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων. —Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πάντων ὁμολογουμένη, οἷον ὅτι ἔστι θεός. —Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια οἷον ὡς Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται.
Περὶ τῶν τεσσάρων διαλεκτικῶν μεθόδων Ἰστέον, ὡς τέσσαρές εἰσι διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν διεῖλε, ὡς ἡ διαιρετικὴ ὁρίζεται τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, ἤγουν τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ τέσσαρα στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητος· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος.
Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς προλεχθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προταχθέντα συλλογισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι καὶ μαθηματική, ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω ζητούμενον, εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια· εἰ δέ εἰσι τὰ ὑπὸ γῆν δικαιωτήρια, ἔστι τὸ δικαζόμενον καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ πρόνοια, ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια· εἰ δέ εἰσι ταῦτα, εἰσὶν ἀμοιβαί· εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ κρινόμενον· εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.