Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχεία Μ' έως Ο': Μαντεία, μετάνοια, επιορκία και το όνομα του Θεού

Παραθέματα των γραμμάτων Μι έως Όμικρον, τα οποία καταδικάζουν την αστρολογία και πραγματεύονται τη μετάνοια, τους όρκους και τη σημασία του θείου ονόματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 10

ΣΤΟΙΧΕΙΟΝ Μ. ΤΙΤΛ. Ζʹ. —Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν, ὅτι ἄθεσμα, καὶ ἐκκήρυκτα, καὶ ἀπηγορευμένα τῇ θείᾳ Γραφῇ, τάδε πάντα, καὶ τὰ ὅμοια. Εὐσεβίου. —Εἰσί τινες καταρώμενοι τοὺς ἀστέρας, ὅτε καὶ κατὰ τοῦ οὐρανοῦ ὀργίζονται, λέγοντες· Οὐαὶ τῷ ἄστρῳ σου. Ἄλλοι λέγουσι· Καλοῦ ἄστρου ἐγεννήθη, διὸ καὶ συναστρεῖ αὐτῷ τὰ πάντα.

Οὐαὶ τοῖς ταῦτα λέγουσι. Πολλοὺς οἶδα εὐχομένους εἰς τὸν ἥλιον καὶ σελήνην· καὶ ἱκεσίαν προσφέρουσι τῷ ἡλίῳ λέγοντες, Ἐλέησόν με. Καὶ οὐαὶ τούτοις. Τί ἀφεὶς τὸν ποιητὴν τοῦ ἡλίου τὸν ἥλιον προσκυνεῖς; οὐ δεῖ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ εἴ τι ἕτερον ποίημα παρὰ τὸν Ποιητήν. Πολλοὶ φανταζόμενοι λέγουσι τὴν σελήνην κατέρχεσθαι. Ὅταν, φησὶν, ἐξαιματοῦται, ἄνθρωπος καταγοητεύσας αὐτὴν καταφέρει. Καὶ οὐαὶ τοῖς ταῦτα λέγουσι. Τίς ἠδυνήθη καταγοητεῦσαι οὐρανόν; ἠβουλήθη Σίμων ὁ μάγος, ἀλλὰ πεσὼν διεῤῥάγη. Οὐδεὶς γὰρ δύναται, οὐ μικρὸν, οὐ μέγα σαλεῦσαι ἄστρον οὐρανοῦ, ἃ ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει ἐθεμελίωσε. Πάλιν δὲ λέγουσιν, ὅτι νεφέλας καὶ ὑετοὺς παράγουσι γόητες ἄνθρωποι, καὶ τοῦτο ματαιολογοῦσι. Τίς ἀνθρώπων δύναται πρόσταγμα Θεοῦ ἀποστρέψαι γοητείᾳ; τὰ γὰρ νέφη κατὰ πρόσταξιν Θεοῦ ἐκχέουσι τὸν ὑετὸν ἐπὶ τῆς γῆς.

ΤΙΤΛ. ΙΓʹ. —Περὶ μετανοίας καὶ ἐξομολογήσεως. Τοῦ ἁγίου Μεθοδίου, κατὰ Πορφυρίου. —Μετάνοια τότε ἁμαρτήματος παντὸς γίνεται ἀπαλειπτικὴ, κ. τ. ἑ. ΤΙΤΛ. ΙΖʹ. —Περὶ μοναχῶν παλιμβόλων, καὶ παλινδρομούντων εἰς κακίαν.

Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. — Ἐνίοις ἀψίκορος ἐγγίνεται λογισμὸς, οἱ πρὸς ὀλίγον ἀναπτεροφορηθέντες, αὐτίκα ὑπενόστησαν, οὐκ ἀναπτάντες μᾶλλον, ἢ ὑποσυρέντες εἰς Ταρτάρου, φησὶν, ἐσχατιάς. Εὐδαίμονες δὲ οἱ μὴ παλινδρομοῦντες.

Τοῦ αὐτοῦ. —Ἤδη τινὲς ἀψίκοροι γευσάμενοι καλοκαγαθίας, καὶ ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν νόσον. ΣΤΟΙΧΕΙΟΝ Ο. ΤΙΤΛ. Αʹ. —Περὶ οἴκου καὶ οἰκειακῆς καταστάσεως· καὶ ὅτι οὐ καλὸν ἀλλοτρίοις σχολάζειν, καὶ ἀκροᾶσθαι ἀλλότρια.

Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας. —Καταγέλαστον ἀνθρώπῳ τῷ τῶν ἰδίων ἀφειδήσαντι, παιδεύειν ἐπιχειρεῖν τοὺς ξένους. ΤΙΤΛ. Ηʹ. —Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων. Τοῦ αὐτοῦ, ἐκ τῶν ἐν Γενέσει Ζητημάτων. — Τὸ ἐπιορκεῖν, ἀνόσιον καὶ ἀλυσιτελέστατον.

ΤΙΤΛ. ΙΘʹ. —Περὶ ὀνόματος Θεοῦ. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. — Τὸ Κύριος ὄνομα, καθὸ ἄρχει καὶ ἡγεμονεύει, δυναστείᾳ κράτους αὐτεξουσίου χρώμενος· τὸ δὲ Θεὸς, καθὸ ἀγαθότητι καὶ χρηστότητι. Ὁ Θεὸς γὰρ ἀγαθός ἐστι τοῦ αἰτίου ὄνομα. Τί θαυμαστὸν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατονόμαστον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; Τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; Οὐχ ὁρᾷς, ὅ τι φιλοπευστοῦντι τῷ προφήτῃ, τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον φησὶν, Ἐγώ εἰμι ὁ ὤν; εἷς ὢν, τὸ εἶναι πέφυκα, οὐ λέγεσθαι. Περὶ δὲ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ Κύριον· Ὤφθην, φησὶ, πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριον οὐκ ἐδήλωσα αὐτοῖς. Οὕτω καὶ Ἰακὼβ μετὰ τὴν πάλην μαθεῖν ἐθέλων, ἤκουσεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Ἀπόχρη γὰρ ὠφελεῖσθαι τὰς ἐμὰς εὐφημήσεις.

Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. — Θεὸς λέγεται, διὰ τὸ τεθεικέναι πάντα τῇ ἑαυτοῦ ἐξουσίᾳ καὶ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, καὶ κινεῖν, καὶ κυβερνᾷν, καὶ ζωογονεῖν τὰ πάντα. Ἐκ τοῦ μαρτυρολογίου τοῦ ἁγίου Βαβυλᾶ. — Νουμεριανὸς εἶπε· Τί ἐστι Θεός; αὐτὴν τὴν προσηγορίαν εἰπέ μοι, τί ἑρμηνεύεται; Βαβυλὰς εἶπε· Θεοῦ ὄνομα μὴ ζήτει· οὐ γὰρ εὑρήσεις. Πᾶν γὰρ τὸ ὀνομαζόμενον ὑπὸ τοῦ κρείττονος ὀνομάζεται, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ. Τίς οὖν ὁ ὀνομάσας Θεόν;