Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Ἰακωβιτῶν

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνευτικά ζητήματα της υποστατικής ενώσεως και το ανθρωπολογικό παράδειγμα

Ανάλυση της λειτουργίας του αριθμού στη Χριστολογία, ερμηνεία της πατερικής φράσης περί «μιας φύσεως σεσαρκωμένης», εξέταση του ανθρωπολογικού παραδείγματος και περαιτέρω αναίρεση της συγκρότησης μιας φύσης εκ κτιστού και ακτίστου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Εἰ δέ φατε, ὡς ἡ δυὰς διαίρεσιν εἰσφέρει, μάθετε καλῶς διδασκόμενοι, ὡς τὸν ἀριθμὸν οὐ διαίρεσιν ὁ φιλόσοφος λόγος ὁρίζεται, ἀλλὰ σωρείαν μονάδων ἢ χύσιν μονάδων. Ὥστε μᾶλλον ἕνωσιν δηλοῖ ἢ διαίρεσιν.

Ἡ μὲν γὰρ διαίρεσις τῆς μονάδος ἥμισύ ἐστι καὶ ἥμισυ, ἡ δὲ δυὰς πρόσθεσις μονάδος· μᾶλλον γὰρ τὸ τὰ δύο ἓν καὶ ἓν εἰπεῖν ἐστι διαιρέσεως, τὸ δὲ ἓν καὶ ἓν ὑφ᾽ ἓν συλλαβεῖν καὶ δύο εἰπεῖν συναφείας τε καὶ ἑνώσεως. Ἢ συνάγει τοίνυν ὁ ἀριθμός, ἀλλ᾽ οὐχὶ διαιρεῖ, ἐπεί, εἰ τομὴ τῆς μονάδος ἐστὶν ἡ δυάς, τὸ δὲ τεμνόμενον διχῇ τέμνεται, τομὴ καὶ οὐ πρόσθεσίς ἐστιν ὁ ἀριθμός, καὶ εἰ τοῦτο, ὥσπερ ἡ μονὰς τεμνομένη τὴν δυάδα ποιεῖ, τὸν αὐτὸν τρόπον ἔδει καὶ τὸν δύο τεμνόμενον τὴν τετράδα ποιεῖν. Καὶ πόθεν ἦλθεν ὁ τρία; Ἔδει γὰρ μόνους τοὺς ἀρτίους ἀριθμεῖσθαι ὑπεξαιρουμένων τῶν περιττῶν—ἢ μᾶλλον εἰπεῖν ἀληθές, ὡς ὁ ἀριθμὸς διττὸς λέγεται· ὁ μὲν γάρ ἐστι καθ᾽ αὑτὸν ὡς αὐτὴ ἡ φύσις τοῦ ἀριθμοῦ, ὁ δὲ ἐν σχέσει καὶ πράγματι θεωρούμενος, ὥσπερ λευκὸν ἥ τε λευκότης καὶ τὸ λελευκασμένον. Αὕτη τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ οὔτε διαιρεῖ οὔτε συνάπτει, ἀλλ᾽ ἀμφότερα δέχεται· οἷον ἡ δυάς, εἰ μὲν τὰς μονάδας, ἐξ ὧν συνίσταται, σκοπεῖς, εἰς ταῦτα διαιρεῖται—τὰ γὰρ δύο διαιρεῖται εἰς ἓν καὶ ἕν—, εἰ δὲ τούτων τὴν ὁμάδα θεωρεῖς, ἐκ τούτων μᾶλλον συνάπτεται· ἓν γὰρ καὶ ἓν δύο καὶ δύο καὶ δύο τέσσαρα.

Καὶ πάλιν ὁ ἀριθμὸς οὐ διαίρεσίς ἐστιν, ἀλλὰ σημεῖον δηλωτικὸν τοῦ ποσοῦ τῶν ὑποκειμένων, εἴτε ἡνωμένων, εἴτε διῃρημένων ἄλλου λόγου καὶ οὐ τοῦ ἀριθμοῦ ταῦτα διαιροῦντος ἢ συνάπτοντος· δέκα γὰρ πήχεις λέγοντες τοῦδε τοῦ ξύλου τυχὸν συνεχοῦς ὄντος οὐ συνδιαιροῦμεν τῷ ἀριθμῷ καὶ τὴν ἐν τῷ δεκαπήχει ξύλῳ ἑνότητα· καὶ πάλιν δέκα φοίνικας λέγοντες ἐν διαιρέσει τούτους ἐπιστάμεθα· καὶ ἕνα μόδιον σίτου τυχὸν ἢ φοινίκων λέγοντες ἐν διαιρέσει τοὺς τῷ μοδίῳ ἐνεχομένους κόκκους οἴδαμεν. Καὶ εἰ μὲν ὁ ἀριθμὸς ἐπιφημισθῇ φύσεσιν, οὐ τὸ ποσὸν αὐτῶν προηγουμένως, τὸ δὲ ἀλλογενὲς παρίστησι· βοὸς γὰρ τυχὸν καὶ ἵππου δύο λέγοντες φύσεις οὐ τὴν κατὰ τὸ ποσὸν αὐτῶν διαίρεσιν, ἀλλὰ τὸ κατὰ τὸ εἶδος παρηλλαγμένον σημαίνομεν. Τρεῖς δὲ ἵππους ἢ ἀνθρώπους λέγοντες, Πέτρον τυχὸν καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸ διῃρημένον μᾶλλον αὐτῶν καὶ ὡς οὐ τοιοίδε, τόσοι δὲ μᾶλλον δηλοῦμεν. Καὶ ἐπὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος τρεῖς τὰς ὑποστάσεις κηρύττοντες μίαν τούτων οὐσίαν καὶ φύσιν ὁμολογοῦμεν.

Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας δύο λέγοντες φύσεις τὸ ἑτεροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον σημαίνομεν ὡς ἐκεῖσε τῶν οὐσιῶν τὸν ἀριθμόν, κἂν μηδεμία ὑπόστασις εἴη ἀνούσιος, οὕτω κἀνταῦθα τῶν ὑποστάσεων, κἂν μηδεμία φύσις ἀνυπόστατος εἴη, δικαίως ἐκβάλλοντες.

Εἰ ἡ δυὰς πάντως εἰσάγει διαίρεσιν καὶ διὰ τοῦτο τὸν ἀριθμὸν τῶν φύσεων φεύγετε, τί τῶν ἰδιοτήτων τὸν ἀριθμὸν οὐκ ἐκκλίνετε; Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογεῖτε, καὶ κοινὴ ὑμῖν τε καὶ ἡμῖν δόξα· πατέρων γὰρ ὁ λόγος ἐστίν. Ἀλλ᾽ εἰ μὲν δύο τὰς φύσεις δηλοῦν διὰ τούτου βούλεσθε, εἰκαῖος ὑμῖν ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. Εἰ δὲ ὡς μιᾶς ἐμφαντικὸν τοῦτο ἁπλῶς ἀντιφατικῶς κατὰ τῶν δύο προΐσχεσθε, μάτην ὑμῖν τὸ «σεσαρκωμένην» παρέρριπται. Εἰ δὲ μήτε μίαν ἁπλῶς μήτε δύο ἡνωμένας παρίστησι, πάντως, ὅ τί ποτε ἐπιμόριον μεταξὺ τῆς μιᾶς καὶ τῶν δύο παραληφθῇ, τοῦτο ὑμῖν δηλώσει τὸ «σεσαρκωμένην», εἴτε δίμοιρον, εἴτε ἥμισυ· τοῦ δὲ ποσοῦ ὑμεῖς ἂν εἴητε κύριοι, ὅπου γε οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος ἐνταῦθα καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐδήλωσαν ὡς καθολικωτέρῳ. Κατηγοροῦνται γὰρ τὰ καθολικώτερα τῶν μερικῶν καὶ ταὐτὸν μὲν παντάπασιν οὐκ ἔστιν (οὐ γὰρ ἡ ὑπόστασις φύσις, οὐ γὰρ καθολικὸν ἡ ὑπόστασις), ὅμως δὲ δέχεται τό τε ὄνομα καὶ τὸν ὅρον τοῦ καθολικοῦ, ἀλλ᾽ οὐκ ἀντιστρέφει. Ἡ μὲν γὰρ ὑπόστασις ἤτοι τὸ ἄτομον τῆς φύσεως φύσις, ἀλλὰ οὐ μόνον φύσις, ἀλλὰ μετὰ ἰδιωμάτων, ἡ δὲ φύσις οὐχ ὑπόστασις ἤτοι ἄτομον.

Οὕτω καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐσήμαναν, ὡς εἶναι τὸ λεγόμενον μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἡ φύσις τοῦ θεοῦ λόγου σεσάρκωται, ἀλλ᾽ ἡ ὑπόστασις. Καὶ μάρτυς ὁ θεῖος εὐαγγελιστὴς ὧδέ πη βοῶν διαπρύσιον· «Ὁ λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ λόγος οὐ φύσις ἐστίν, ὡς ἀνωτέρω δεδήλωται, ἀλλ᾽ ὑπόστασις.

Καὶ αὐτὸς δὲ ὁ θεοφόρος Κύριλλος ἑτέρωθι τάδε φησίν· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος.» Εἰ γὰρ ἡ φύσις, τοῦ λόγου ἤτοι ἡ θεότης σεσάρκωται—ἑτέραν γὰρ φύσιν ὁ λόγος οὐκ εἶχε παρὰ τὴν θεότητα, τῆς αὐτῆς δὲ φύσεως ὁ λόγος τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ πάντα κοινὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως—, καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα σεσάρκωται. Ἕνωσιν τοιγαροῦν φύσεων καθ᾽ ὑπόστασιν καὶ τοῦ λόγου σάρκωσιν καὶ τῆς σαρκὸς θέωσιν ὁμολογοῦμεν· σάρκωσις γάρ ἐστι τὸ μετασχεῖν σαρκὸς καὶ τῶν τῆς σαρκός. Σαρκοῦται τοίνυν ἡ ἐνούσιος τοῦ θεοῦ λόγου ὑπόστασις ἤτοι ὁ θεὸς λόγος καὶ παχύνεται καὶ ὑπόστασις τῇ σαρκὶ γίνεται, καὶ ὢν πρότερον θεὸς σὰρξ ἤτοι ἄνθρωπος ὕστερον γίνεται καὶ μία τῶν δύο φύσεων χρηματίζει ὑπόστασις σύνθετος, καὶ ἐν αὐτῇ διὰ τῆς σαρκώσεως ἑνοῦνται αἱ δύο φύσεις τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος καὶ περιχωροῦσιν ἐν ἀλλήλαις. Ἡ δὲ περιχώρησις ἐκ τῆς θεότητος γίνεται· αὕτη γὰρ μεταδίδωσι τῇ σαρκὶ τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος οὐ μεταλαμβάνουσα τῶν τῆς σαρκὸς παθῶν.

Διὸ ἡ μὲν φύσις τῆς σαρκὸς θεοῦται, οὐ σαρκοῖ δὲ τὴν φύσιν τοῦ λόγου. Ἡ δὲ φύσις τοῦ λόγου θεοῖ μὲν τὸ πρόσλημμα, οὐ σαρκοῦται δέ· ὠφελεῖται γὰρ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ παραβλάπτεται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· ὡς γὰρ ὁ σίδηρος μὲν πυροῦται, τὸ δὲ πῦρ οὐ σιδηροῦται, καὶ ὡς ἡ σὰρξ μὲν ψυχοῦται, ἡ δὲ ψυχὴ οὐ σαρκοῦται, οὕτως ἡ θεία φύσις θεοῖ μὲν τὴν σάρκα, αὐτὴ δὲ οὐ σαρκοῦται. Οὐ γὰρ δεκτικὴ ἡ θεία φύσις τῆς οἱασοῦν προσθήκης ἢ ὑφαιρέσεως, καὶ μεταδοτικὴ μέν, οὐ μεταληπτικὴ δέ· διὸ οὐδὲ μία φύσις σύνθετος γέγονε. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἐνούσιον ὑπόστασιν καὶ φύσιν τοῦ θεοῦ λόγου· ὡς γὰρ εἴρηται, τὴν ὑπόστασιν τῷ τῆς φύσεως ὀνόματι ὑπεσήμαναν οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος. Ἡ μὲν γὰρ ὑπόστασις καὶ φύσις, οὐκέτι δὲ καὶ ἡ φύσις ὑπόστασις· οὐ γὰρ ἀντιστρέφει. Κατηγοροῦνται μὲν γὰρ τῶν μερικῶν τὰ καθόλου, τὰ δὲ μερικὰ τῶν καθόλου οὐ καταφάσκεται. Εἰ δὲ καί τινος σιδήρου πυρουμένου ἡ φύσις τοῦ σιδήρου πεπυρῶσθαι λέγεται, ἀλλ᾽ εἰδέναι χρή, ὡς διὰ τὸ δεκτικὴν εἶναι τὴν φύσιν τοῦ σιδήρου πυρώσεως καὶ διὰ τὸ φύσεως ἔργον εἶναι τὴν πύρωσιν· ἐπὶ δὲ τῆς τοῦ λόγου σαρκώσεως οὐ φύσεως ἔργον ἡ σάρκωσις, ἀλλὰ τρόπος οἰκονομικῆς συγκαταβάσεως.

Οὐκ ἔστιν οὖν εἰπεῖν μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν τι, ὅπερ οὐχὶ πᾶσαι αἱ ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως. Καὶ ἡ σάρκωσις δὲ τρόπος δευτέρας ὑπάρξεως πέφυκε μόνῳ τῷ μονογενεῖ υἱῷ καὶ λόγῳ ἁρμόζουσα, ὡς ἂν ἡ ἰδιότης μείνῃ ἀκίνητος.

Ἀλλ᾽ ἐρεῖτε τυχόν· Πῶς οὖν φαμεν τὴν φύσιν τῆς σαρκὸς τεθεῶσθαι καὶ πεπονθέναι; Μὴ ταῦτα πασῶν τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων καταφάσκοντες, τὴν δὲ φύσιν τοῦ λόγου σεσαρκῶσθαι λέγοντες ἐπὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὴν σάρκωσιν ἀναφέρομεν; Ὅτι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις δεκτική ἐστι τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν καὶ ὑπὲρ φύσιν οὐ μεταβολῇ φύσεως, ἡ δὲ θεία φύσις πάσης ἀλλοιώσεως καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτος, οὐ μόνον δὲ ἀλλ᾽ ὅτι καὶ ἀπαρχὴ ὑπῆρχεν ἡ σὰρξ ἐκείνη τοῦ ἡμετέρου φυράματος καὶ οὐχ ὑπόστασις ἰδιοσύστατος ἐγεγόνει, ἀλλὰ φύσις ἐνυπόστατος, συμπληρωτικὴ τῆς συνθέτου τοῦ Χριστοῦ ὑποστάσεως, καὶ οὐχ ἑαυτῆς ἕνεκα, ἀλλὰ τῆς κοινῆς σωτηρίας τῆς φύσεως ἡνώθη τῷ θεῷ λόγῳ, φαμὲν τοίνυν τὴν φύσιν τῆς θεότητος ἡνῶσθαι τῇ φύσει τῆς ἀνθρωπότητος, σεσαρκῶσθαι δὲ τὴν τοῦ λόγου ὑπόστασιν· σάρκωσις μὲν γὰρ σαρκὸς πρόσληψις καὶ τὸ σαρκὶ γενέσθαι ὑπόστασις, ἕνωσις δὲ δύο τινῶν σύνοδος καὶ εἰς ταὐτὸν συνέλευσις.

Τὸ τοῦ ἀνθρώπου παράδειγμα ἂν μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς φύσεως λάβητε, εἰς Χριστὸν χώραν οὐχ ἕξει· εἶδος γὰρ Χριστῶν οὐδέπω καὶ νῦν ἀκηκόαμεν. Διὸ οὔτε φύσις ὁ Χριστός, ἀλλ᾽ ὑπόστασις· κατὰ γὰρ τὸν μακάριον Κύριλλον «τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ»—ἂν δὲ ἐπὶ τοῦ τινὸς ἀνθρώπου, ὑπόστασις δὲ οὗτος, οὐκ ἄτοπον. Ἰστέον δέ, ὡς οὐκ ἀνάγκη τὰ παραδείγματα καθόλου τοῖς παραδεικνυμένοις ἐοικέναι, ἔχειν δὲ μᾶλλον κατὰ τὶ καὶ τὸ ἀπεοικός, ἐπεὶ οὐκ ἂν εἴη παράδειγμα. Ἰουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ μάρτυς οὕτω φησὶν ἐν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὁμολογίας· «Τινὲς μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες οὕτως ἐκδεδώκασι· καὶ ἁρμόδιον γὰρ τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν· ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο.» Σκοπεῖτε, ὡς οὐκ εἶπεν· Εἷς ἐστιν ὁ ἄνθρωπος ἐκ δύο φύσεων, ἀλλ᾽· «Ἔχει φύσεις δύο», ὥστε καὶ μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν δύο φύσεις ἔχειν τὸν ἄνθρωπον ἔφησεν. «

Ὡς γὰρ εἷς μέν ἐστιν», φησίν, «ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ἐν αὑτῷ διαφόρους, καὶ κατ᾽ ἄλλο μὲν λογίζεται, κατ᾽ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ—ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει—, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ᾽ ἄλλην μὲν τὰς θεοσημείας ἐργάζεται, κατ᾽ ἄλλην δὲ τὰ ταπεινὰ παραδέχεται· ᾗ μὲν γὰρ ἐκ πατρὸς καὶ θεὸς ἐνεργεῖ τὰ σημεῖα, ᾗ δὲ ἐκ παρθένου καὶ ὁ ἄνθρωπος τὸν σταυρὸν καὶ τὰ πάθη καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμεινε.» Τίνι καταφαίνεταί σοι συνηγορεῖν τὸ παράδειγμα, τοῖς μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν τολμῶσι ἢ τοῖς δύο ὀρθοδόξως ἀσυγχύτους καὶ ἀδιαιρέτους κηρύττουσιν; Καὶ ὁ θεολόγος Γρηγόριος τάδε φησί· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί.» Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεοικός, ἐντεῦθεν εἰσόμεθα. Ἐκ τίνων φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον; Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί οὖν μὴ ἐκ θεοῦ καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε; Ἢ τίνος ἕνεκα μὴ ἐκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος ὥσπερ τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητος;

Διὰ τί δὲ ὁ ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος σῶμα λέγοιτο ὡς ὁ Χριστὸς ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, καὶ ὅλος ἐν ψυχότητι τέλειος καὶ ὅλος ἐν σωματότητι τέλειος ὡς ὁ Χριστὸς ὅλος ἐν θεότητι τέλειος καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος, καὶ ὅλος ψυχὴ μετὰ τοῦ σώματος καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς ὡς ὁ Χριστὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ ἀνάρχου θεότητος; Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ἕτερόν τι παρὰ ταῦτα γεγένηται ἤτοι ἄνθρωπος, ὁ δὲ Χριστὸς ἐξ ἑτέρων τὰ αὐτά, ἐκ θεότητος καὶ ἀνθρωπότητος θεός τε καὶ ἄνθρωπος. Εἰ δὲ κατὰ πάντα ἔχει τὴν ὁμοιότητα, ἔδει καὶ χριστότητα τὴν σύνθετον ὑμῶν ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης ἡ τῶν ἀνθρώπων φύσις ἔστι τε καὶ λέγεται.

Ἄλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, συμπάσχει δὲ διηνεκῶς· ἀγωνιᾷ γὰρ πολλάκις τὴν τοῦ σώματος τομὴν καὶ πρὸ τοῦ πάθους τοῦ σώματος πάσχει καὶ ἀλλοιοῦται καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τοῦ σώματος τὰ τῆς ὀδύνης ἐμπαθῶς παραδέχεται, ὅπερ ἐπὶ τῆς τοῦ κυρίου θεότητος οὐκ ἄν τις εἰ μὴ παραπλὴξ τὴν διάνοιαν εἴποι ποτέ. Εἰ οὖν καὶ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται, ἀλλ᾽ ὡς εἶδος, οὐχ ὡς ὑπόστασις.

Ὅταν μὲν γὰρ ἄνθρωπος πρὸς ἄνθρωπον κρίνηται, μιᾶς φύσεως ὡς ὁμοούσιοι λέγονται καὶ ὡς ὑφ᾽ ἓν εἶδος ταττόμενοι· ὅτε δὲ φυσιολογεῖται ὁ ἄνθρωπος, δύο ἐπ᾽ αὐτοῦ φύσεις θεωρηθήσονται, ψυχῆς λέγω καὶ σώματος. Ἐν γὰρ τῇ τῆς ψυχῆς πρὸς τὸ σῶμα συγκρίσει τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Χριστῶν δὲ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι μιᾶς κηρυχθῶσι φύσεως, ἀλλ᾽ εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσιν. «Ἐπιστήσατε δέ, ὡς καὶ ἐν δυσὶν αὐτὸν χιμάροις ὁ μακάριος διαγράφει Κύριλλος, ἀλλ᾽ οὐ πρὸς τὰς ὑποστάσεις, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ ζῶντος καὶ τοῦ τεθυμένου τὸ παράδειγμα φέρει.» Καὶ τοῦτο δέ φαμεν, ὡς ἐκ δύο κτιστῶν τάχα που γενέσθαι μίαν οὐκ ἀδύνατον φύσιν, ἐκ δὲ κτιστοῦ καὶ ἀκτίστου μίαν φύσιν γενέσθαι ἀμήχανον ἢ τῶν δύο μετέχουσαν ἢ ἕτερόν τι παρὰ ταῦτα κατὰ τὸν θεολόγον Γρηγόριον. Πῶς γὰρ ἡ αὐτὴ ἤρξατό τε τοῦ εἶναι καὶ οὐκ ἤρξατο;

Εἰ ταὐτόν ἐστιν εἰπεῖν «ἐκ θεότητός τε καὶ ἀνθρωπότητος» καὶ «ἐκ δύο φύσεων», δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν μὴ λέγοντες, οὐδὲ θεότητα καὶ ἀνθρωπότητα ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε. Τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλείπτως ἕξει διαφοράς. Οὔτε γάρ, ἐπειδὴ λογικὸς ὁ ἄνθρωπος καὶ λογικὸς ὁ ἄγγελος, μία φύσις ἀγγέλου καὶ ἀνθρώπου λεχθήσεται· ἀθάνατος γὰρ ὁ ἄγγελος, θνητὸς δὲ ὁ ἄνθρωπος, καὶ οὐ πάντῃ τὴν ὁμοίωσιν ἔχει. Καὶ θνητὸς μὲν ὁ ἄνθρωπος, θνητὸς δὲ καὶ ὁ κύων, ἀλλὰ λογικὸς μὲν ὁ ἄνθρωπος, ὁ δὲ κύων ἄλογον καὶ οὐ μιᾶς φύσεως. Ἀνάγκη τοίνυν, τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλείπτως ἔχειν οὐσιώδεις διαφοράς. Εἰ τοίνυν μία οὐσία τῆς τοῦ θεοῦ λόγου θεότητος καὶ τῆς σαρκὸς αὐτοῦ, αἱ αὐταὶ διαφοραὶ ἀμφοῖν ἀπαραλείπτως ἔσονται.

Εἰ τὰ ἐξ ὧν ὁ Χριστὸς μὴ ἐν αὐτῷ, ἢ ἀπώλοντο ἢ ἐν ἑτέρῳ· καὶ ποῦ, δείξατε. Εἰ ἐπὶ τῶν ὁμοουσίων ἡ μία φύσις λεγομένη ταυτότητα φύσεως, οὐχ ὑποστάσεως δηλοῖ, πῶς ἐπὶ τῶν ἑτεροουσίων αἱ δύο φύσεις οὐ τὸ διάφορον τῶν οὐσιῶν, ἀλλ᾽ ὑποστάσεων δηλώσει διαίρεσιν;

Τὰ πρός τι ἅμα καὶ ἀεὶ ἅμα· ἡ δὲ ἕνωσις καὶ τὰ ἑνωθέντα τῶν πρός τι. Ἅμα οὖν ἡ ἕνωσις καὶ τὰ ἑνωθέντα. Ἢ τοίνυν καὶ τὰ ἑνωθέντα κηρύξατε ἢ καὶ τὴν ἕνωσιν παύσατε. Καὶ τίς λοιπὸν τῆς διαιρέσεως αἴτιος;

Τὸ ἄλλος καὶ ἄλλος ὑποστάσεων ἀντωνυμίαι, φύσεων δὲ τὸ ἄλλο καὶ ἄλλο κατὰ τὸν θεολόγον Γρηγόριον. Εἰ οὖν ἀεὶ τὸ ἄλλος καὶ ἄλλος ἐπὶ τῆς θεολογίας τὰς ὑποστάσεις δηλοῖ, ἄρα καὶ τὸ ἄλλο καὶ ἄλλο ἐπὶ τῆς οἰκονομίας ἀεὶ τὰς φύσεις δηλώσειεν.

Τὸ ἄλλο τῇ φύσει εἰπεῖν καὶ τὸ ἄλλην φύσιν ταὐτόν. Εἰ οὖν τὸ πρῶτον ἀεὶ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἀεὶ καὶ τὸ δεύτερον. Ἄλλη δὲ καὶ ἄλλη φύσις οὐκ ἔσται μία. Τί ὑμῖν βούλεται ἡ σύνθετος φύσις; Ἑνικῇ προφορᾷ δύο σημαίνει πράγματα ὡς παρὰ τοῖς πατράσιν ἡ διττὴ καὶ ἡ διπλῆ φύσις καὶ ὡς χορὸς καὶ λαός, ἢ πληθυντικῇ προφορᾷ μίαν ὡς Ἀθῆναι, Θῆβαι καὶ τὰ τοιαῦτα. Εἰ μὲν οὖν τὸ πρότερον, περιττὸν τὸ μίαν λέγειν· οὐδὲ γὰρ οἱ πατέρες μίαν εἶπον. Εἰ δὲ τὸ δεύτερον, περιττὸν τὸ σύνθετον· ταὐτὸν γὰρ ὑμῖν ἔκ τε τῆς ἁπλῆς καὶ τῆς συνθέτου σημαίνεται. Εἰ δ᾽ ἕτερόν τι παρὰ τὰ εἰρημένα, ἄλλην ἡμῖν συγκεχυμένην εἰσκομίζετε φύσιν ὥσπερ ἡμίονον καὶ τὴν παρ᾽ Ἕλλησιν τῶν πολυμόρφων ζῴων τερατείαν.

Ἡ μία σεσαρκωμένη φύσις ἢ ὡς σχῆμα τὴν σάρκα περίκειται καὶ μία ἐστὶ καὶ σεσαρκωμένη οἷα χαλκὸς ἀνδριάντος μεμορφωμένος σχήματι ἢ τῆς σαρκὸς τραπείσης τῆς προσληφθείσης εἰς τὴν τοῦ προσλαβομένου φύσιν ἢ ὡς τῆς τοῦ προσλαβόντος φύσεως μεταβληθείσης εἰς τὴν τοῦ προσλήμματος φύσιν καὶ τῆς οἰκείας οὐσίας πεπονθυίας ἔκστασιν ἢ οὐσία οὐσίᾳ ἥνωται καὶ δύο εἰσίν. Οἷον οὖν αἱρεῖσθε, κηρύξατε ἢ δύο φύσεις ὁ Χριστὸς ἢ παντελῶς οὐ δύο· τὰ γὰρ ἀντιφατικῶς λεγόμενα ὁλικῶς ἀντίκειται. Ἢ τοίνυν δύο κηρύξατε ἢ μίαν ἀπολύτως εἴπατε.

Τί γὰρ λέξιν προβάλλεσθε, ἧς ἀρνεῖσθε τὴν δύναμιν, πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων; Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην λέγοντες ἢ τοῦ σεσαρκωμένην ἀρνεῖσθε τὴν δύναμιν ἢ ἐξ ὀνόματος καὶ ὅρου δύο φύσεις κατὰ περίφρασιν λέγετε, μίαν μὲν φύσιν ἀναφανδὸν ὀνομάζοντες, τὴν δὲ ἑτέραν ἐξ ὅρου μηνύοντες, εἴπερ σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἀνθρώπου φύσις ἐστί.

Τὰ ἑτεροούσια ἑνώσει γίνεται ἓν καὶ οὐ φύσει· φύσει γὰρ ἓν τὰ ὁμοούσια. Ἕτερον τοίνυν φύσις καὶ ἕτερον ἕνωσις καὶ τὸ ἐξ ἑκάστου ἀποτελούμενον ἓν ἕτερον, ἐξ ὁμοουσιότητος μὲν φύσις μία, ἐκ δὲ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως μία ὑπόστασις. «Τὸ Χριστὸς ὄνομα» κατὰ τὸν μακάριον Κύριλλον «οὔτε δύναμιν ὅρου ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ.» Εἰ δὲ μὴ οὐσίαν δηλοῖ καὶ ὅρου δύναμιν οὐκ ἔχει, ὑπόστασις ἂν εἴη καὶ οὐ φύσις. Ὅρῳ μὲν γὰρ οὐσία καὶ φύσις δηλοῦσθαι πέφυκεν, ὑπογραφῇ δὲ πρόσωπον καὶ ὑπόστασις, εἴπερ ὁ μὲν ἐξ οὐσιωδῶν, ἡ δὲ ἐξ ἐπουσιωδῶν σύγκειται. Τὸ δὲ θεὸς ὄνομα δηλωτικὸν οὐσίας ἐστίν, ὡσαύτως δὲ καὶ τὸ ἄνθρωπος. Τί οὖν τὸν ἕνα Χριστόν, τὸν θεόν τε καὶ ἄνθρωπον, μὴ μίαν μὲν ὑπόστασιν σύνθετον ὡς Χριστόν, ὡς θεὸν δὲ καὶ ἄνθρωπον δύο φύσεις κηρύξετε;

Εἰ καὶ ἐκ τελείων ἡ ἕνωσις γένοιτο, ἀλλά γε πρὸς τὸ ὅλον ἤτοι τὸ ἐκ τῆς ἑνώσεως ἀποτέλεσμα μέρη τὰ πρὸς ἕνωσιν συνελθόντα λέγεται, ὡς ἐκ χοὸς τυχὸν ἡ πλίνθος καὶ ἀχύρου καὶ ὕδατος, ὧν ἕκαστον καθ᾽ αὑτὸ μὲν τέλειον, μέρος δὲ πρὸς τὴν πλίνθον λελόγισται. Μέρη τοίνυν Χριστοῦ δύο φύσεις· ἐκ θεότητος γὰρ οὗτος καὶ ἀνθρωπότητος. Πῶς οὖν οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη καὶ τὸ ὅλον οὐκ ἐν τοῖς μέρεσιν; Ἢ γὰρ ἐν αὐτῷ ἢ ἀλλαχόσε ἢ ἀνῄρηται καὶ αὐτὸς ἢ ἐν αὐτοῖς ἢ ἐν ἄλλοις παρὰ ταῦτα ἢ οὐδαμῇ.

Εἰ τῆς αὐτῆς φύσεως ἡ σὰρξ τῇ τοῦ λόγου θεότητι, πῶς οὐ γέγονε τετρὰς ἡ τριάς; Τὰ γὰρ ὁμοούσια ἑτέρας ἐστὶν ὑποστάσεως. Εἰ δὲ ἑτεροούσιος, πῶς οὐ δύο φύσεις ἐστὶν ὁ Χριστός; Εἰ ὁ θεὸς λόγος καὶ ὁ πατὴρ κατά τί εἰσι δύο, ἡ δὲ σὰρξ καὶ ὁ θεὸς λόγος κατ᾽ οὐδέν εἰσι δύο, πλέον ἥνωται τῇ σαρκὶ ὁ θεὸς λόγος ἢ τῷ πατρί. Εἰ δ᾽ οὐ πλέον, κατά τι γοῦν εἰσι δύο ὁ θεὸς λόγος καὶ ἡ σάρξ. Καὶ εἰ κατά τι δύο, κατὰ φύσιν· οὐ γὰρ καθ᾽ ὑπόστασιν.

Ὁ εἷς Χριστός, ἡ σύνθετος ὑπόστασις, κατὰ μὲν φύσιν ταυτίζεται τῷ πατρὶ καὶ τῷ πνεύματι, τῇ μητρί τε καὶ ἡμῖν· καὶ τῷ πατρὶ γάρ ἐστι καὶ ἡμῖν ὁμοούσιος, διαφέρει δὲ καθ᾽ ὑπόστασιν. Εἰ μὲν οὖν μίαν φύσιν αὐτῷ δῶτε σύνθετον, συνθέτου φύσεως τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον λέξετε καὶ μιᾶς φύσεως τὴν τριάδα καὶ τοὺς ἀνθρώπους εἴποιτε, εἰ δ᾽ ὑπόστασιν ἐν δύο γνωριζομένην φύσεσι, κατ᾽ ἄλλο ἔσται τῷ πατρὶ καὶ κατ᾽ ἄλλο ἡμῖν ὁμοούσιος.

Ἡ θεότης κατὰ τῶν τριῶν τῆς ζωαρχικῆς τριάδος ὑποστάσεων φέρεται, ὁμοίως καὶ ἡ ἀνθρωπότης κατὰ τῶν ἀπείρων τῆς ἀνθρωπίνης φύσεως ὑποστάσεων. Εἰ τοίνυν μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος εἴπητε, μία φύσις καθ᾽ ὑμᾶς ἐν τῷ Χριστῷ γέγονε τῶν ἁγίων τῆς τριάδος τριῶν ὑποστάσεων καὶ τῶν ἀπείρων τῆς ἀνθρωπότητος ὑποστάσεων.

Εἰ μερικὴν καὶ ἰδικὴν οὐσίαν τοῦ λόγου φατὲ καὶ ταὐτὸν φύσιν καὶ ὑπόστασιν, δείξατε ἡμῖν τινα τῶν ἁγίων πατέρων τρεῖς φύσεις ἢ οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος εἰπόντα, καὶ ἡμεῖς σιγήσομεν χεῖρα ἐπὶ στόματι θέμενοι. Εἰ δὲ μὴ δεῖξαι δύνασθε, τί μάτην ἀπὸ καρδίας καὶ οὐκ ἐκ θεοῦ λαλοῦντες φρυάττεσθε;

Τὸ τῶν πραγμάτων ποσὸν οὐ μόνον ὡρισμένος ἀριθμὸς παρίστησιν, ἀλλὰ δὴ καὶ ἀόριστος ὁ πολλὰ τυχὸν καὶ ὀλίγα καὶ πλείονα καὶ ἐλάττονα· καὶ ἡ ἀναλογία δὲ ταὐτὸν οἶδε πολλάκις ποιεῖν ὡς τὸ μεῖζον καὶ ἴσον καὶ ἧττον, ἀλλὰ καὶ ἡ δεικτικὴ φωνή, τοῦτό φημι κἀκεῖνο καὶ ταῦτα καὶ ἄλλο καὶ ἕτερον, καὶ ἡ τάξις ὡς πρὸ τοῦδε καὶ μετ᾽ ἐκεῖνο καὶ ἀπ᾽ ἀρχῆς καὶ ὕστερον, καὶ ἕτεροι δὲ τρόποι τυχόν. Εἰ μὲν οὖν πάντας τοὺς τρόπους τοὺς δηλωτικοὺς τῆς τῶν πραγμάτων ποσότητος διαιρετικοὺς λέγετε, ἐγγύθεν ὁ ἔλεγχος· μίαν γὰρ καὶ μίαν φύσιν, ἕτερόν τε καὶ ἕτερον, καὶ ἄλλο καὶ ἄλλο καὶ φύσεις ἀορίστως καὶ ἰδιότητας καὶ μεῖζον καὶ ἔλαττον καὶ πρότερον καὶ ὕστερον λέγετε. Εἰ δὲ μόνον τὸν ὡρισμένον ἀριθμὸν καὶ μάλιστα τῆς δυάδος διαιρεῖν ὑποτίθεσθε, τῆς ἐξουσίας· τίς γὰρ ἡ ἀποκλήρωσις τῆς ἀληθείας ἑτέρως ἐχούσης; Ἡ δυὰς γὰρ καὶ τὰ δύο ὁμοῦ τὰ ἀριθμούμενα συλληπτικῇ δυνάμει παρίστησιν ἢ τῆς μιᾶς καὶ μιᾶς ὑμῶν ὁ διαλελυμένος ἀριθμὸς καὶ καθ᾽ ἑαυτὸν θεωρούμενος.

Ἐπὶ πᾶσι τοῦτο ἡμῖν ἀπαγγείλατε· Ἔχει θείαν φύσιν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; Ναί, ἐρεῖτε. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθείητε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρωπίνη μία φύσις ἢ δύο εἰσίν; Ἀλλ᾽ εἰ μὲν μίαν εἴπητε, ἔσται ὁ πατὴρ ἡμῖν ὁμοούσιος· εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τύφον σὺν τῷ τούτου γεννήτορι μακρὰν ἀπορρίψαντες μεθ᾽ ἡμῶν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν Χριστόν φατε, τί μάτην μιᾶς αὐτὸν φύσεως μετὰ τὴν ἕνωσιν λέγετε; Εἰ δὲ πρὸ τῆς ἑνώσεως δύο φύσεων αὐτὸν φάσκοντες, μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἄντικρυς πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθε· πρὸ γὰρ τῆς ἑνώσεως ἤτοι τῆς θείας σαρκώσεως μιᾶς φύσεως ἁπλῆς ἤτοι τῆς θείας μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν. Ἢ τοίνυν παντελῶς τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε ἢ διφυᾶ πρὸ τῆς ἐκ παρθένου τὸν Χριστὸν σαρκώσεως λέξετε, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι.