Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η διδακτική και παιδαγωγική αξία των ιερών αναπαραστάσεων

Επιχειρήματα βασισμένα στον Μέγα Βασίλειο, τον ιερό Χρυσόστομο και τον Γρηγόριο Θεολόγο περί της δύναμης της ζωγραφικής να διδάσκει, να εμπνέει αρετή και να λειτουργεί ως βιβλίο για τους αγράμματους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 18 από 20

Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τοῦ ἁγίου Φλαβιανοῦ· Μὴ διαφθείρῃς τοσαύτας εἰκόνας διὰ μίαν εἰκόνα χαλκῆν. Μὴ συντρίψῃς τοσαῦτα πλαστουργήματα θεῖα δι᾽ ἓν χαλκότυπον πλαστούργημα δυνάμενον χωνευθῆναι ῥᾳδίως. Τοῦ αὐτοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς ὁ νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι στίφη βαρβάρων διώκοντα καὶ πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» Τοῦ ἁγίου Βασιλείου εἰς τὸ ἐγκώμιον τῶν ἁγίων τεσσαράκοντα μαρτύρων· Δεῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ᾽ αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας, ἐπεὶ καὶ πολέμων ἀνδραθήματα καὶ λογογράφοι καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπ᾽ ἀνδρείαν ἐπήγειραν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι᾽ ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν.

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τῶν ἐπῶν· Ἢ μὴ διδάσκειν ἢ διδάσκειν τῷ τρόπῳ, Μὴ τῇ μὲν ἕλκειν, τῇ δ᾽ ἀπωθεῖσθαι χεροῖν, Ἧττον δεήσῃ τοῦ λέγειν πράττων, ἃ δεῖ. Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις.

Τοῦ αὐτοῦ μετάφρασις· Ἐάν, φησί, τῷ τρόπῳ οὐ διδάσκῃς, μὴ δίδασκε τῷ λόγῳ, ἵνα μή, οὓς ἕλκῃς τῷ λόγῳ, τούτους διὰ τὸ μὴ ἔχειν τρόπον χρηστὸν ἀποδιώκῃς· πράττων γάρ, ἅπερ χρή, αὕτη ἡ ἀρτία πρᾶξις καὶ λόγος διδασκαλίας ἔσται, ὥσπερ ὁ ζωγράφος τοῖς τύποις κατὰ τὸ πλέον διδάσκει.

Τοῦ αὐτοῦ· Οὐδὲ Πολέμων ἔμοιγε σιγηθήσεται. Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ σφόδρα γ᾽ αἰσχρὸς ἡδονῶν ὑπηρέτης. Ἐπεὶ δ᾽ ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρών, οὐκ ἔχω δ᾽ εἰπεῖν τίνα, Εἴτ᾽ οὖν σοφόν τιν᾽, εἴθ᾽ ἑαυτόν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ᾽ ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων.

Ἑταίραν εἰσκαλεῖ τις ἀκρατὴς νέος, Ἥδ᾽ ὡς πυλῶνος ἦλθέ φασι πλησίον, Τῆς δ᾽ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα· καὶ γὰρ ἦν σεβασμία· Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ᾽ ἐπαισχυνθεῖσα τὸν γεγραμμένον.

Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, κεφαλαίου ὀγδόου· «Ἀλλὰ τύπος γενοῦ τῶν πιστῶν» «περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον τῶν καλῶν ἔργων» τουτέστι τῷ ἀρχετύπῳ τοῦ βίου, αὐτὸς ἔσο ὥσπερ εἰκὼν προκείμενος.

Ἐκ τοῦ προσφωνητικοῦ τῆς ἁγίας ἕκτης συνόδου· Πάλιν Νεστόριος καὶ πάλιν Κελεστῖνος καὶ Κύριλλος, ὁ μὲν γὰρ τὸν Χριστὸν διῄρει καὶ κατεδίχαζεν, οἱ δὲ τῷ δεσπότῃ συλλαμβανόμενοι τὸν κατατομέα κατέβαλλον. Ἔφεσος ταῦτα καὶ τῶν ἐκεῖσε πραχθέντων οἱ πίνακες δι᾽ ἀγράφου φωνῆς σιγῶντες λαλοῦσι τὰ πράγματα.

Τοῦ ἀρχαιοτάτου Κλήμεντος, πρεσβυτέρου Ἀλεξανδρείας, ἐκ τοῦ ἑβδόμου βιβλίου τῶν Στρωματέων· Οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ αὐτὸς βιάζεται τοῦ εἶναι καλός, ἐκ τοῦ «ἀγαθοῦ καὶ πιστοῦ δούλου» μεταβαίνων δι᾽ ἀγάπης εἰς «φίλον», διὰ τὸ τέλειον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο. Ὡς ἂν οὖν ἐπ᾽ ἄκρον γνώσεως ἥκῃ, βιαζόμενος τῷ ἤθει καὶ κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων, ὅσα πλεονεκτήματά ἐστι τοῦ κατὰ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δὲ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τῶν κορυφαίων ἐκείνων κτήσασθαι βίον.

Τοῦ ἁγίου Θεοδώρου, ἐπισκόπου Πενταπόλεως· Πάλιν τις ἀνὴρ τῶν πρώτων τῆς χώρας ἐκείνης, Δίων τοὔνομα, ὃς πολλοῖς ἀναθήμασι κατεκόσμησε τὸν ναὸν τοῦ ἁγίου μάρτυρος καὶ τὸ θυσιαστήριον αὐτοῦ ἀργυρένδυτον ἐποίησε. Καί τις τῶν οἰκετῶν αὐτοῦ κλέψας ἐξ αὐτοῦ χρήματα πολλὰ ἀπέδρα. Ὁ δὲ Δίων οὐ κατεδίωξεν ὀπίσω αὐτοῦ, ἀλλ᾽ εἰς τὴν τοῦ μάρτυρος εἰκόνα ἀπελθὼν κηρῷ τὸν τύπον τῆς εἰκόνος αὐτοῦ ἀνέμαξε καὶ τῇ πίστει τοῦ ἁγίου μάρτυρος ἐν τῷ πυλεῶνι ἐκ τοῦ οἴκου αὐτοῦ ἐνέπηξε. Καὶ θεὶς ὁ παῖς ἑαυτὸν ἐπέστρεψεν ὡς ὑπό τινος ἐλαυνόμενος καὶ ἦλθε πρὸς τὸν ἴδιον δεσπότην μηδέν, ἐξ ὧν ἐσύλωσε, σπανίσας. Τοῦτο οὖν πάντες μαθόντες ἕως τῆς σήμερον ἡμέρας τοῖς ἀποδιδράσκουσιν ἐπιτελοῦσιν οἱ τῆς χώρας ἐκείνης.

Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας κατὰ Ἀρειανῶν βιβλίου τρίτου· Τῆς δὲ οὐσίας τοῦ πατρὸς ἴδιον ὢν γέννημα ὁ υἱὸς εἰκότως καὶ τὰ τοῦ πατρὸς λέγει ἑαυτοῦ εἶναι· ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ λέγειν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἐπήγαγεν· «Ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί.» Τούτῳ δὲ πάλιν προσείρηκεν, ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Καὶ ἔστιν εἷς καὶ οὗτος νοῦς ἐν τοῖς τρισὶ ῥητοῖς. Ὁ γὰρ οὕτως ἐγνωκώς, ὅτι ἕν εἰσιν ὁ υἱὸς καὶ ὁ πατήρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ πατρί ἐστιν καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ· ἡ γὰρ τοῦ υἱοῦ θεότης τοῦ πατρός ἐστι καὶ αὐτὴ ἐν τῷ υἱῷ ἐστι. Καὶ ὁ τοῦτο δὲ καταλαβὼν ἐπίσταται, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα· ἐν γὰρ τῷ υἱῷ ἡ τοῦ πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοῆσαι δύναται· ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπαράλλακτός ἐστιν ἐν τῇ εἰκόνι τοῦ βασιλέως ἡ ὁμοιότης, ὡς τὸν ὁρῶντα τὴν εἰκόνα ὁρᾶν τὸν βασιλέα ἐν αὐτῇ καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι.

Ἐκ δὲ τοῦ μὴ διαλλάτειν τὴν ὁμοιότητα τῷ θέλοντι μετὰ τὴν εἰκόνα τὸν βασιλέα θεωρῆσαι, εἴποι ἂν τούτῳ ἡ εἰκών· «Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν τί ἐσμεν· ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ κἀκεῖνος ἐν ἐμοί, καὶ ὃ ὁρᾷς ἐν ἐμοί, τοῦτο ἐν ἐκείνῳ βλέπεις, καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, βλέπεις τοῦτο ἐν ἐμοί· ὁ γὰρ προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα. Ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδος αὐτοῦ ἐστιν ἡ εἰκών.» Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἄρχοντα· Τί φασι πρὸς ταῦτα οἱ ἀποστρεφόμενοι καὶ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χαρακτῆρας τῶν ἁγίων, οἵτινες δι᾽ ὑπόμνησιν παρ᾽ ἡμῶν ἐκτυποῦνται;

Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, πρὸς Γρατιανὸν τὸν βασιλέα περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ θεοῦ λόγου· Θεὸς πρὸ τῆς σαρκὸς καὶ θεὸς ἐν σαρκί. Ἀλλὰ φόβος, φησί, μὴ δύο ἡγεμονικὰ ἢ σοφίαν διττὴν ἀπονέμοντες Χριστῷ μερίζειν δόξωμεν Χριστόν. Ἆρα οὖν μή, ὁπότε καὶ τὴν θεότητα αὐτοῦ καὶ τὴν σάρκα προσκυνοῦμεν, μερίζομεν τὸν Χριστὸν ἤ, ὅτε ἐν τῷ αὐτῷ καὶ τὴν τοῦ θεοῦ εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, διαιροῦμεν αὐτόν; Μὴ γένοιτο.

Κυρίλλου, πατριάρχου Ἱεροσολύμων, τῆς δωδεκάτης κατηχήσεως· Εἰ τοίνυν ζητεῖς τῆς Χριστοῦ παρουσίας τὸ αἴτιον, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν γραφῶν βιβλίον. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν κόσμον, ἀλλ᾽ ὁ κόσμος διὰ τὸν ἄνθρωπον· ἥλιος μὲν γὰρ λαμπρότατος, αὐγαῖς ἀποστίλβων, ἀλλὰ διὰ τὸν ἄνθρωπον, φαμέν, ἐγένετο. Καὶ πάντα τὰ ζῶα διὰ τὸ δουλεύειν ἡμῖν κατέστη, βοτάναι καὶ δένδρα διὰ τὴν ἡμετέραν ἀπόλαυσιν ἐκτίσθη. Πάντα καλὰ τὰ δημιουργήματα, ἀλλ᾽ οὐδὲν τούτων εἰκὼν τοῦ θεοῦ, μόνος δὲ ἄνθρωπος. Ἥλιος προστάγματι μόνῳ, ἄνθρωπος δὲ χερσὶ θείαις ἐπλάσθη· «ποιήσωμεν γὰρ ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» Εἰκὼν ξυλίνη ἐπιγείου βασιλέως τιμᾶται, πόσῳ γε μᾶλλον εἰκὼν λογικὴ θεοῦ;

Τοῦ ἁγίου Βασιλείου πρὸς τὸν ἅγιον Φλαβιανὸν περὶ τῆς Σαμαρείτιδος· Ἐν τόπῳ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ κύριος ἡμῶν μεταδιδάσκων· «Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», φησίν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ ἐν τῷ υἱῷ προσκυνεῖν λέγομεν τὸν πατέρα, ὡς ἐν εἰκόνι θεοῦ πατρός, οὕτω καὶ ἐν τῷ πνεύματι ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ κυρίου θεότητα.

Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ εἰς τὸ βάπτισμα· Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διωκτής—προσβαλεῖ δέ· καὶ γὰρ τῷ λόγῳ καὶ θεῷ μου προσέβαλε, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμενον—, ἔχεις, ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. Προβαλοῦ τὸ πνεῦμα, προβαλοῦ τὸ ὕδωρ.

Καὶ μετ᾽ ὀλίγα· Εἰπὲ τῇ σφραγῖδι θαρρήσας· «Εἰκών εἰμι θεοῦ· τῆς ἄνω δόξης οὔπω δι᾽ ἔπαρσιν ὥσπερ σὺ καταβέβλημαι. Χριστὸν ἐνδέδυμαι, Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι. Σύ με προσκύνησον.» Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τοὺς Μακκαβαίους· Τὰ τῶν βασιλικῶν ἐκτυπώματα χαρακτήρων οὐ μόνον ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ ταῖς τιμιωτέραις ὕλαις εὕροι τις ἂν διαλάμποντα, ἀλλ᾽ ἤδη καὶ ἐν χαλκῷ τὴν αὐτὴν ἔστιν ἰδεῖν χαραττομένην μορφήν. Καὶ ἡ διαφορὰ τῶν ὑλῶν οὐ λυμαίνεται τῷ ἀξιώματι τοῦ χαρακτῆρος οὐδὲ ἀμβλύνει τὴν ἀπὸ τῶν κρειττόνων τιμὴν ἡ τῆς ἐλάττονος μετοχή, ἀλλὰ πάσας ὁμοίως ὁ βασιλικὸς τύπος σεμνύνει καὶ οὐδὲν ἀπὸ τῆς ὕλης αὐτὸς ἐλαττούμενος τιμιωτέραν τὴν δεχομένην ἐργάζεται.

Τοῦ αὐτοῦ κατὰ Ἰουλιανοῦ τοῦ ἀθέου ἐκ τοῦ πρώτου λόγου· Τί δὲ ὁ νέος Ναβουχοδονόσορ; Οὐδὲν γὰρ οὗτος εἰς ἡμᾶς τοῦ πάλαι φιλανθρωπότερον ἐπεδείξατο, οὗ οἱ ἄνθρακες ἡμᾶς ἔτι διαθλίβουσιν, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὐχὶ καὶ τὰ ἀναθήματα τῶν ἁγίων ἐπ᾽ ἐκκλησίαις κείμενα εἰς προσκύνησιν τῶν πιστῶν δηλοῦσι τὴν λώβην τοῦ σώματος;

Τοῦ αὐτοῦ εἰς τὸν νιπτῆρα· Ὥσπερ γάρ, ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν καταπέμπωνται καὶ εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ᾽ εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες, οὐ τὴν κηρόχυτον γραφήν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως, οὕτως καὶ ἡ κτίσις.

Σευηριανοῦ Γαβάλων εἰς τὸν σταυρόν, λόγου τετάρτου· «Ἐπάταξε Μωσῆς τὴν πέτραν καὶ ἅπαξ καὶ δίς.» Διὰ τί δὲ ἅπαξ καὶ δίς; Εἰ δυνάμει θεοῦ ὑπακούει, τίς χρεία δευτέρας πληγῆς; Εἰ δὲ ἐκτὸς δυνάμεως θεοῦ τύπτει, οὐ δευτέρα, οὐ δεκάτη οὐδὲ ἑκατοστὴ πληγὴ δυνήσεται ἐπιθεῖναι τῇ ἀγόνῳ φύσει γόνιμον φύσιν. Εἰ μὲν οὖν θεοῦ τὸ ἔργον ἁπλῶς καὶ ἄνευ μυστηρίου σταυροῦ, ἤρκει τὸ ἅπαξ, ἤρκει καὶ νεῦμα μόνον, ἤρκει καὶ λόγος. Ἀλλ᾽ ἵνα τὴν εἰκόνα τοῦ σταυροῦ προτυπώσῃ, τοῦτο γίνεται. «Ἐπάταξε», φησί, «Μωσῆς καὶ ἅπαξ καὶ δίς», οὐ κατὰ τὸ αὐτὸ σχῆμα, ἀλλὰ σταυροτύπως γράφων, ἵνα καὶ ἡ ἄψυχος φύσις αἰδεσθῇ τοῦ σταυροῦ τὸ σύμβολον. Εἰ γὰρ βασιλέως ἀπόντος εἰκὼν ἀναπληροῖ χώραν βασιλέως καὶ προσκυνοῦσιν ἄρχοντες καὶ ἱερομηνίαι ἐπιτελοῦνται καὶ ἄρχοντες ὑπαντῶσι καὶ δῆμοι προσκυνοῦσιν οὐ πρὸς τὴν σανίδα βλέποντες, ἀλλὰ πρὸς τὸν χαρακτῆρα τοῦ βασιλέως οὐκ ἐν τῇ φύσει θεωρουμένου, ἀλλ᾽ ἐν γραφῇ παραδεικνυμένου, πολλῷ μᾶλλον ἀθανάτου βασιλέως εἰκὼν δύναται οὐ πέτραν ῥῆξαι μόνον, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ πᾶσαν τὴν οἰκουμένην.

Ἐκ τῆς Χρονογραφίας Ἰσιδώρου διακόνου· Ἥμαρτε Θεόφιλος λοιδορήσας Ἰωάννην τὸν Χρυσόστομον πρὸς Εὐδοξίαν τὴν βασίλισσαν, ὅτι τὰ τῆς Ὠριγένους αἱρέσεως φρονεῖ· ἐχθραινομένη ἡ αὐγούστα πρὸς Ἰωάννην τὸν εἰρημένον προφάσει τοῦ ἀμπελῶνος τῆς χήρας, καὶ διὰ τὴν ἁμαρτίαν ταύτην οὐκ ἐδυνήθη ὁ Θεόφιλος παραδοῦναι τὴν ψυχήν, ἄχρις οὗ ἦλθεν ἡ εἰκὼν τοῦ Χρυσοστόμου· καὶ προσκυνήσας αὐτὴν παρέδωκε τὸ πνεῦμα.