Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἀζύμων

Ἰωάννης ὁ Δαμασκηνός

Η χρονολογία του Πάθους και ο έλεγχος της μωσαϊκής νομοθεσίας

Εξετάζεται η εκκλησιαστική παράδοση για τον χρόνο του Πάθους και αναλύονται οι νομικές διατάξεις της Παλαιάς Διαθήκης για το Πάσχα, αποδεικνύοντας ότι το μυστήριο της Καινής Διαθήκης παραδόθηκε χωρίς άζυμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 4

Σαρκὶ οὖν σταυρωθεὶς, παρέδωκεν ἡμῖν ἐσθίειν διὰ τοῦ ἄρτου τὴν σάρκα αὐτοῦ, τὴν ἐν Πνεύματι ζῶσαν ἁγίῳ, οὕτως εἰπών· «Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» βʹ. Ἰστέον οὖν ὡς ἀπὸ τοῦ Χριστοῦ, ἢ τῶν ἁγίων ἀποστόλων αὐτοῦ, τὴν σεμίδαλιν τῶν ἀζύμων ἐσθίειν ἢ προσφέρειν οὐδεμία παρέλαβεν Ἐκκλησία· ἐπειδὴ οὔτε ὁ Χριστὸς αὐτὸς ὁ Θεὸς ἡμῶν κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ τὸ νομικὸν ἔφαγε Πάσχα. Ἄκουσον τί φησιν ὁ Ἰωάννης· «Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, ἰδὼν ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα· καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν παραδῷ. Καὶ ὅτε, φησὶν, ἐγένετο ἡ ὥρα αὐτοῦ,» τουτέστιν ὅτε παρέστη ὁ καιρὸς τοῦ προδοῦναι αὐτὸν, ἀνέπεσον καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. Καὶ εἶπε πρὸς αὐτούς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν.» Ὁρᾷς, «πρὸ τοῦ με παθεῖν,» φησίν. Ἐπεὶ οὖν ἔδει παθεῖν αὐτὸν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα τοῦ νομικοῦ, καθ᾽ ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐσφάζετο, ἔμελλε δὲ τοῦ γενέσθαι τὸ Πάσχα παρὰ τῶν θεοκτόνων Παρασκευῇ ἡμέρᾳ, ὡς αὖθίς φησιν ὁ Ἰωάννης· «Ἐπεὶ Παρασκευὴ ἦν.

Ἦν γὰρ μεγάλη ἡμέρα τοῦ Σαββάτου ἐκείνη,» ἐν ᾖ τηνικαῦτα καὶ ἡ ιδʹ τῆς σελήνης κατὰ τὸν πρῶτον μῆνα ἐν ͵εφλδʹ ἔτος ἐμπεσεῖν ἔτυχε. Κύκλος γὰρ ἦν ιηʹ τοῦ ἡλίου καὶ τῆς σελήνης εʹ· ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Πάσχα τοῖς μαθηταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσὼν ὀψὲ καὶ βραδὺ τὴν νύκτα, κατὰ τὴν ὀψίαν δηλονότι τῆς πέμπτης, ἔφαγε μὲν, ἀλλὰ τὸ οἰκεῖον Πάσχα, πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀναπεσεῖν αὐτόν. Οὐκ ἦν γὰρ τοῦτο νενομοθετημένον· ἐπειδὴ ἱσταμένους καὶ περιεζωσμένους καὶ ὑποδεδεμένους, καὶ ἐπὶ χεῖρας τὴν βακτηρίαν ἔχοντας, ἐκέλευσε μὲν ἐσθίειν τὸ Πάσχα μετὰ σπουδῆς τοῖς Ἰουδαίοις ὁ νόμος. Κατέπαυσε μὲν πληρώσας τοῖς χρόνοις τοῦ ἰδίου κηρύγματος τὸ Πάσχα τὸ νομικόν· παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου. Διὸ καὶ μετὰ τὸ δειπνῆσαι λαβὼν ἄρτον καὶ κλάσας παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆς καινῆς διαθήκης καὶ τῆς λειτουργίας αὐτοῦ, ἐν τῇ νυκτὶ τῇ πέμπτῃ, ἐν ᾖ γʹ. Ἰστέον δὲ ὅτι καθ᾽ ἣν ἡμέραν ἐσταύρωσαν οἱ θεοκτόνοι τὸν Κύριον, κατ᾽ αὐτὴν καὶ τὸν ἀμνὸν θύσαντες ἔφαγον τὸ Πάσχα τὸ νομικόν· καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸν Ἰωάννην· «Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ Πάσχα·» ὅτε ἐν ἡμέρᾳ μιᾷ μετὰ τοῦ ἀμνοῦ ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἀλλὰ τί φησι; «Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν.»

Ἰδοὺ καὶ Λουκᾶς ἄρτον εἶπε λαβεῖν τὸν Χριστὸν, καὶ οὐκ ἄζυμα. Ἰδοὺ γὰρ ἔτι ἦν εʹ οὔσης τηνικαῦτα τῆς ἡμέρας ιγʹ· τρισκαιδεκάτη γὰρ ἔτι ἦν ἡ σελήνη· καὶ οὐκ ἦν ἄζυμον, διὰ τὸ μήπω γενέσθαι. Τῇ ιεʹ γὰρ τῆς σελήνης νενομοθετημένον ἦν ἐσθίειν. Τὴν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, Πάσχα προσαγορεύει ὁ νόμος· τὴν δὲ ιεʹ πρώτην τῶν ἀζύμων, καὶ Σάββατον ὀνομάζει. Εἰ οὖν ὁ Χριστὸς ἐτύθη κατὰ τὸν ιδʹ τῆς σελήνης, κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς, τὸ δὲ Σάββατον ἦν τῶν ἀζύμων ἑορτὴ, πότε τὰ ἄζυμα ἔφαγε, καὶ πότε αὐτὰ τοῖς ἀποστόλοις ποιεῖν ἐν τῇ καινῇ διαθήκῃ παρέδωκεν; ὅτι λέγουσιν οἱ μιμηταὶ τῶν Ἰουδαίων, ὅτι τὰ ἄζυμα παρὰ τῶν ἀποστόλων ποιεῖν παρελάβομεν. Οὐδὲ γὰρ τὸ Πάσχα τὸ νομικὸν, κατὰ τὸν χρόνον ἐκεῖνον φαγεῖν ἔφθασεν ὁ Χριστός· καὶ ὅτι οὕτως ἔχει τὸ ἀληθὲς, πρὸς πίστωσιν τῶν εἰρημένων ἄκουσον καὶ τῆς Μωϋσέως νομοθεσίας, τί περὶ τοῦ Πάσχα καὶ τῶν ἀζύμων νενομοθέτηκεν. «Αὗται, φησὶν, αἱ ἑορταὶ τῷ Κυρίῳ, καὶ αὗται αἱ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν· ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς ἀναμέσον τῶν ἑσπερινῶν Πάσχα τῷ Κυρίῳ· καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς τούτου, ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ.

Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.» Ἰδοὺ μάνθανε καὶ ἀπὸ τῆς νομοθεσίας Μωϋσέως, ὅτι οὐκ ἦν τότε ἄζυμα ἔδεσθαι. Καὶ γὰρ μετὰ τὸ δειπνῆσαι κατὰ τὴν ἡμέραν τῆς πέμπτης, παρέδωκεν ὁ Χριστὸς διὰ τῆς τοῦ ἄρτου κλάσεως τὸ τῆς καινῆς διαθήκης μυστήριον. Ὅτε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἦν τὸ Σάββατον κατὰ τὴν ιεʹ τοῦ μηνὸς ἡμέραν, ἐν τῷ τάφῳ ἔκειτο τεθαμμένος.