Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Πράξεις τῆς ἐν Κύπρῳ συνόδου

Ἰωσὴφ Βρυέννιος

Προτάσεις αυτονομίας και έλεγχος της κατάστασης του κλήρου

Η πρόταση του Ιωσήφ για οικονομική εξαγορά της ελευθερίας της Κυπριακής Εκκλησίας, η εξέταση της ηθικής κατάστασης του κλήρου και ο έλεγχος των φραγκικών παρεμβάσεων στις χειροτονίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 6

Πάντες: Καὶ ὡς φρόνιμος ἡ ἁγιωσύνη σου λοιπόν, τίνα βουλὴν δίδως εἰς τοῦτο; Πῶς θέλομεν φυγεῖν τὸ οὕτω χειροτονεῖσθαι καὶ τὸ συμφορένειν αὐτοῖς; Ὁ Ἰωσήφ: Ἡ θεία μόνη βουλὴ ἔνι πρὸς ταῦτα δυνατή. Πλὴν ἀνθρώπινόν τι ἐρῶ. Εἶς ἕκαστος ὑμῶν τῶν τεσσάρων ἐπισκόπων τῆς Κύπρου πλείω τῶν τριῶν ἐπισκοπῶν εἰσόδους καρποῦται. Τεσσαρεσκαίδεκα γὰρ ἦσαν αἱ πᾶσαι, αἳ πρὸς τοὺς τέσσαρας ὑμᾶς περιέστησαν μόνους. Τῆς μιᾶς οὖν αὐτῶν ἕκαστος τὴν ἐπικαρπίαν εἰ θελήσῃ χαρίσασθαι τῷ ῥηγὶ τῆς ἀπαλλαγῆς ταύτης χάριν, καὶ τὴν αὐτοῦ αὐτίκα ῥοπὴν ἐπισπάσηται, καὶ ἐλεύθερος τοῦ λοιποῦ διαβιῴη ἐκ τῶν τοῦ φραγγεπισκόπου τοιούτων δικαιωμάτων καὶ τῇ ἑαυτοῦ ἐνορίᾳ ὀρθοδοξίας ἔσται παραίτιος.

Τινές: Πῶς ἔσται τοῦτο δυνατόν; Ὁ Ἰωσήφ: Ἰδοὺ λέγω τὸ πῶς, ὅτι ὁ μέγας ῥὴξ οὖτος, παρακληθεὶς παρ’ ὑμῶν κατ’ ἔτος καρποῦσθαι τὴν τῶν εἰρημένων ἐκκλησιῶν πρόσοδον καὶ αὐτονόμους ὑμᾶς ἀφεῖναι, ὡς ἄρα καὶ πρὸ τοῦ ληφθῆναι τὴν νῆσον πρὸς τῶν φραγγέσκων ὑπήρχετε, εὐθὺς μηνύσει τῷ πάπᾳ ὡς οἶδε φρονίμως, κἀκεῖνος γράψει τοῖς ὑπ’ αὐτὸν ἐπισκόποις ἐν Κύπρῳ καὶ οὐκέτι ὑμᾶς ἐνοχλήσουσι, ἢ τό γε εὐκολώτερον, αὐτὸς δι’ ἑαυτοῦ ὁ ἄρχων μετὰ μικροῦ δελεάματος ἢ ἐμβριμήματος παραπείσει τοὺς ἐπισκόπους ὡς ἐγχωρίους καὶ ὑμᾶς τοῦ λοιποῦ πάσης τοιαύτης ἐνοχῆς ἐλευθέρους ἀφήσουσι καὶ εἰ θέλετε, ἐγὼ τὸ περὶ τούτου μεσιτεύω καὶ εἰς τὸν ῥῆγα καὶ εἰς τὴν κούρτην, εἰ δέοι, περὶ ὑμῶν καὶ ἐντὸς ἑνὸς χρόνου μετὰ χιλίων χρυσίνων ἔξοδον, σὺν Θεῷ δὲ εἰρήσθω, ἐλεύθεροι ἔσεσθε.

Ὁ οἰκονόμος: Μὴ γένοιτο. Ἐὰν μείνῃς ὧδε ἕνα χρόνον, πάντες ἡμεῖς ἀποθνῄσκομεν. Ὁ Ἰωσήφ: Καὶ λοιπὸν καὶ χωρὶς ἐμοῦ ὑμεῖς οὕτω πράξατε. Πάνυ γὰρ πρὸς τοῦτο συμφέρουσα αὕτη ἐστὶν ἡ βουλὴ καὶ πιστεύσατε ὅτι σκεψάμενος καὶ προμελετήσας αὐτήν, οὕτως ἀπεκρινάμην.

Ὁ Λευκωσίας: Πολλὰ καλὰ εἶπεν ἡ ἀντίληψίς σου, κῦρι, πλὴν οὐ δυνάμεθα. Ὁ Ἰωσήφ: Οὐ βουλόμεθα λέγε, ἐπεὶ ὁ λόγος ἔδειξεν ὑμᾶς εὐκόλως τοῦτο δυναμένους, εἰ βούλεσθε, ἀλλὰ τὸ φιλόϋλον οὐκ ἐᾷ καὶ πόσαι τοιαῦται πρόσοδοι μιᾶς ψυχῆς οὐκ εἰσὶν ἄξιαι.

Ὁ Ἀμμοχώστου: Ἂς ἔνι, τί ἄλλο λέγετε; Ὁ Ἰωσήφ: Ὅτι οὐδεὶς τῶν ἱερᾶσθαι λαχόντων ἐστὶ παρ’ ὑμῖν, ὃς μὴ καὶ παλλακὰς ἔχῃ ἀναφανδόν, καὶ ζώσης αὐτῷ τῆς νομίμου καὶ θανούσης μᾶλλον καὶ πρὸ τοῦ συναφθῆναι αὐτῇ. Καὶ οἱ ἐπίσκοποι δὲ πάντες καὶ οἱ μοναχοὶ ἁπαξάπαντες πρὸς γυναικῶν συνεισάκτων ὑπηρετούμενοι καὶ παῖδας μετ’ αὐτῶν προφανῶς ἔχοντες, ἀκωλύτως ἱερουργεῖτε καὶ τοῖς ἀνέδην τὰ ἄθεσμα πράττουσι πάντα συλλειτουργεῖτε καὶ νόμον ἔχετε τὴν συνήθειαν καὶ σιγῶ τἆλλα.

Ὁ Λευκωσίας: Ἐγὼ πρὸς ταῦτα τὸν οἰκονόμον τοῦτον κατέστησα στοχαστὴν καὶ ὃν ἂν εἴπῃ μοι ἄξιον, ἐκεῖνον προσδέχομαι. Ὁ Ἰωσήφ: Μᾶλλον εἰπὲ τίνα σοι εἶπεν ἀνάξιον. Ὁ δικαίῳ: Ἄφες με αὐτὸν ἐρωτῆσαι, διὰ τοὺς ἁμαρτωλοὺς ἐγένετο ὁ Θεὸς ἄνθρωπος ἢ διὰ τοὺς δικαίους;

Ὁ Ἰωσήφ: Ὑπὲρ τῶν ποτὲ ἁμαρτωλῶν, νῦν δὲ ἀληθείᾳ μετανοούντων. Ἐνταῦθα δὲ οὐ περὶ ἁπλῶς ἁμαρτωλῶν ὁ λόγος ἔστιν ἡμῖν, ἀλλὰ περὶ βίου ἐξετάσεως τῶν εἰς ἱερωσύνην ἀναγομένων. Ὁ Λευκωσίας: Θέλω νὰ εἰπῶ, δεσπόται, καὶ συγχωρεῖτέ μοι, ἐρωτῶ τοὺς πατέρας μου ἐδῶ. Ἡμεῖς οἱ ἐπίσκοποι πταίομεν εἰς ὅλα τὰ κεφάλαια ὅπου μᾶς ἐγκαλοῦν καὶ ἀποσχίζονταί μας. Ὁ λαὸς ὁ κοινὸς πρὸς ταῦτα τί πταίει νὰ τὸν ἀποσχίζεσθε;

Ὁ Ἰωσήφ: Ἄκουσον. Ἐπεὶ σὺ τόνδε βαπτίζεις, σὺ αὐτὸν χρίεις μύρῳ, πρὸς σὲ ποιεῖται τὴν ἐξαγόρευσιν, σὺ αὐτῷ τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος μεταδίδως, σὺ χειροτονεῖς τὸν ἱερᾶσθαι κρινόμενον ἄξιον καὶ ἑνὶ λόγῳ πάντα τὰ τῆς ἐκκλησίας μυστήρια παρὰ σοῦ ὁ σὸς λαὸς δέχεται, λοιπὸν εἰς ὁποῖον ἂν ἐνέχῃ ἔγκλημα, καὶ ὁ ἑπόμενός σοι εἰς πάντα λαὸς καὶ αὐτὸς ἐνέχεται πάντως, ὅτι ὅπερ ἐστὶ τρόπη ἐν πλοίῳ καὶ θεμέλιος ἐν οἴκῳ καὶ καρδία ἐν ζώῳ καὶ ἅλας εἰς ὄψον καὶ λύχνος ἐν σκότει καὶ ὀφθαλμὸς ἐν προσώπῳ καὶ φῶς ἐν κόσμῳ τοῦτό ἐστιν ἐπίσκοπος ἐν ἐκκλησίᾳ καὶ ἡ ἀρετὴ αὐτοῦ καὶ ἡ κακία καὶ μᾶλλον ἡ πίστις οὐκ εἰς αὐτὸν μόνον μένει ἀλλ’ εἰς πάντας τοὺς ὑπ’ αὐτὸν σαφῶς διαδίδοται.

Ὁ δευτερεύων: Ἐλέησον ὁ Θεός, ἕνα ἁμαρτωλὸν ἐρχόμενον πρὸς αὐτὸν ὁ Χριστὸς οὐκ ἀποστρέφεται, ἀλλ’ ὡς λέγει ἡ ἁγία γραφή, «τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω», καὶ ἀποδέχεται ὡς φιλάνθρωπος καὶ οὐδὲν αὐτὸν ὀνειδίζει, οὐδὲ κολάζει, ἀλλὰ συγχωρεῖ αὐτῷ καὶ εἰσάγει εἰς τὴν ἑαυτοῦ βασιλείαν αὐτὸν καὶ ὑμεῖς τοσαύτας χιλιάδας χριστιανῶν τῇ ἐκκλησίᾳ προσερχομένους εἰς ἕνωσιν ἀποστρέφεσθε; Ἐὰν «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἐν οὐρανῷ χαρὰ γίνεται», ὡς λέγει τὸ εὐαγγέλιον, πόση χαρὰ καὶ εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν γῆν μέλλει γενέσθαι τὴν σήμερον, εἰ μόνον ἀλλήλοις συλλειτουργήσωμεν;

Ὁ Ἰωσήφ: Πρὸς ταῦτα ἑτοίμως καὶ μάλα δικαίως ἀποκρινοῦμαί σοι. Τὸν μισοῦντα τὴν ἑαυτοῦ ἁμαρτίαν καὶ πρὸς ἀρετὴν ἐπιστρέφοντα ὁ Θεὸς ἀποδέχεται καὶ περὶ τούτου τῆς ἐπιστροφῆς οἱ ἄγγελοι χαίρουσιν. Ὅτι δὲ δίκαια καὶ φρονῶ περὶ τούτων καὶ ἀποφαίνομαι, ὑμᾶς αὐτοὺς τοὺς ἐπισκόπους κριτὰς τῶν λόγων μου καθιστῶ. Πάντα τὸν ὁτιοῦν ἁμαρτόντα θανάσιμον κρίμα καὶ κοινωνῆσαι βουλόμενον, ἐξομολογούμενον εἰς ὑμᾶς τὴν ἁμαρτίαν ἐκείνην, τολμᾶτε ἢ δύνασθε αὐτῷ μεταδοῦναι τῶν φρικτῶν μυστηρίων, ἂν μὴ τῆς ἀθέσμου ἐκείνης πράξεως ἐνεργείᾳ πρότερον ἀποστῇ;

Ὁ Ἀμμοχώστου: Οὐδαμῶς. Ὁ Ἰωσήφ: Εἶτα ὑμεῖς μὲν τὸν ἑνὸς ἔνοχον ἁμαρτήματος, μὴ ἀφιστάμενον τούτου, ἑνῶσαι τῷ Χριστῷ οὐκ ἰσχύετε, ἂν δὲ τολμήσητε τοῦτο, τῇ αὐτῇ ἐκείνῳ κολάσει ὑπόκεισθε, ἐμοὶ δὲ συμβουλεύετε μυρίους τοιούτους ἑνῶσαι πᾶσιν ἁγίοις καὶ τῷ Θεῷ;

Ὁ ἔξαρχος: Ἀλλ’ ἡμεῖς καὶ διὰ ῥημάτων καὶ διὰ γραμμάτων μετανοοῦμεν, ἰδού. Ὁ Ἰωσήφ: Ναί, μέλανι μόνῳ καὶ λόγῳ ψιλῷ, ἡ δὲ ἐκκλησία τὸν τοῦ κακοῦ ἀφιστάμενον μετανοοῦντα προσδέχεται, ὡς εἴ γε συγχωρήσομεν τοῖς εἰς τὰ πάθη κειμένοις, πρὸ τοῦ ἐκεῖθεν ἀναστῆναι, συγκοινωνεῖν ἡμῖν, ὥρα καὶ πάντα ἀνίερον καὶ λῃστὴν καὶ φονέα, τῶν κακῶν μηδόλως ἐσχολακότα, προσδέχεσθαι.

Ἔπειτα οὐ μόνον περὶ παθῶν ἁπλῶς ἐστιν ἡμῖν ἡ διαφορά, ἀλλὰ καὶ περὶ δογμάτων καὶ πίστεως καὶ ἀποχῆς τῶν ἐξεναντίας. Ὁ οἰκονόμος: Θέλετε ἵνα εἴπω τὴν ἀλήθειαν; Τί κάμνει χρείαν, ἵνα σκεπαζώμεθα; Ἠξεύρετε ὅτι οὐδένα τῶν πεσόντων εἰς πάθος ἀργῆσαι δυνάμεθα, ἀλλ’ οὐδὲ μὴ συλλειτουργεῖν αὐτῷ. Ὁ τόπος ἔνι φράγγικος καὶ ὡσὰν τὸν εἴπῃ τίποτε ὁ ἐπίσκοπος τὸν παπᾶν, ὑπάγει εἰς τὸν φραγγεπίσκοπον ἢ εἰς ἕνα ἄρχοντα φίλον του καὶ μηνᾶ εἰς ἐκεῖνον μὲ ἕναν του δουλευτὴν καὶ λέγει, «παρακαλῶ σε, χάρισέ μου τὸν {ὁ} δεῖνα παπᾶν», καὶ ἂν τοῦ εἰπῇ, «ἀφέντη, δὲν ἔνε ἄξιος νὰ λειτουργᾷ», ἀποκρίνεταί του, «καὶ δεῖξέ μου τίς ἒν ἄξιος; ἄφες τον καὶ ὁ Θεὸς νὰ τὸν κρίνῃ κατὰ τὸ ἔργον του», καὶ θέλει καὶ ἂν οὐ θέλῃ, χαρίζει τοῦτον, εἰδεμή, ἀποθνῄσκει, ὡσὰν καὶ προτοῦ νὰ γένῃ ὁ δεσπότης μου, ὁ Λευκωσίας τοῦτος, ἦτον ἄλλος ἐκεῖ εἰς τὴν χώραν καὶ ἐγύρευεν τέτοια καὶ εὐγῆκεν ἀπὸ τὴν μέσην ἐγρηγορώτερα.

Ὁ Ἰωσήφ: Ἰδοὺ ἀριδήλως τἀληθὲς περὶ τούτου παρέστησας. Ἀλλ’ ἡμῖν οὕτω πρὸς τῆς μητρὸς ἐκκλησίας ἐντέταλται, ἐὰν τὸν πρὸς ἱερωσύνην ἀναγόμενον οὐκ ἐξετάζωσι περὶ τοῦ βίου αὐτοῦ εἰ καθαρός ἐστιν ἢ μιᾶς γυναικὸς ἀνὴρ καὶ μήτε ἐπὶ κλοπῇ ἢ ἐπιορκίᾳ ἑάλω, καθὼς ὁ ἀποστολικὸς κανὼν διακελεύεται, ἀλλ’ ἀδιάφορον ἡγοῦνται καὶ ἀξιοῦσι χειροτονεῖσθαι αὐτὸν ἐπὶ τοιαύταις αἰτίαις, προσέχετε αὐτοῖς μὴ συγκοινωνῆσαι. Πλὴν γινώσκεις τὸν αἴτιον τῆς τοσαύτης ὑμῶν πρὸς τὸ πρᾶγμα τοῦτο συγκαταβάσεως ἢ λανθάνει σε;

Ὁ οἰκονόμος: Οὐκ οἶδα. Ὁ Ἰωσήφ: Ἀλλ’ ἐγώ σοι ἐρῶ. Ἐπεὶ πάντες τοῖς αὐτοῖς ὑπόκεισθε πλημμελήμασι προφανῶς, διὰ τοῦτο οὔτε εἰς πρόσωπον ἄρχοντος τολμᾶτε παρρησιάσασθαι οὔτε τινὰ ἐλέγξαι ἢ ἐπιτιμῆσαι τῶν ἁμαρτωλῶν, ἀλλὰ καὶ τοὺς ἐλέγχοντας ὑμᾶς ἐπὶ διορθώσει διὰ δηλητηρίων φαρμάκων τοῦ βίου ἐξάγετε καὶ τοῦτο ἡμῖν πάντα προξενεῖ τὰ κακά, ὡς ἐὰν εἴχετε ἐπιμέλειαν τῶν καλῶν, δι’ οὐδὲν τῶν ὅσα ἐν κόσμῳ τοῖς ἀναξίοις ἂν συνιερουργεῖν κατεδέξασθε.

Ὁ οἰκονόμος: Καὶ τίς ἄξιος; Ὁ Ἰωσήφ: Πάντες οἱ θέλοντες πλὴν ὑμεῖς. Μίαν αὐτονομίαν εἶναι ἐν Κύπρῳ, οὐχὶ τέσσαρας ἐνομίζομεν, ἐνταῦθα δὲ ὅσοι ἐπίσκοποι, ὡς ὁρῶ, τοσαῦταί εἰσι καὶ αὐτονομίαι, μᾶλλον δὲ ὁ μὲν Λεμισοῦ Ῥωμαίων ἐπίσκοπος τῷ τῆς Λεμισοῦ φραγγεπισκόπῳ ὑποτέτακται μόνῳ, ὁ δὲ τῆς Πάφου τῷ Πάφου, ὁ τῆς Λευκωσίας τῷ Λευκωσίας, ὁ καὶ τῆς Ἀμμοχώστου τῷ Ἀμμοχώστου, ἑτέρῳ δὲ Ῥωμαίων οὐδεὶς οὐδενί. Ἀλλ’ οὐδὲ καθ’ αὑτὸν ὑμῶν ἕκαστος αὐτόνομός ἐστιν, ἐπεὶ ἄλλῳ προὔδωκε τὴν ἰδίαν ἐλευθερίαν. Ὅθεν καὶ πρὸς ἀλλήλους ὑμεῖς πάντες καὶ ἀνυπότακτοι ἐστὲ καὶ ἀσύμφωνοι. Καὶ τεκμαίρομαι οὕτως ἐχόντων ὑμῶν, ὅτι καὶ τῷ Λεμισοῦ συλλειτουργήσετε προϊόντος τοῦ χρόνου, καὶ ταῦτα καὶ ὑμῖν αὐτοῖς καὶ ἡμῖν τἀναντία φρονοῦντι, ὡς ἔφητε.

Ὁ Λευκωσίας: Οὐχί, ὅτι ἔχομεν πρόφασιν τὸ πάθος αὐτοῦ. Ὁ Ἰωσήφ: Τῶν μικρῶν, ἤτοι τῶν πρεσβυτέρων, οὐδένα παραιτήσασθαι δύνασθε, τῶν μετ’ ἐκείνου λέγω, καὶ πῶς τὸν μέγα, ἤγουν τὸν ἐπίσκοπον, δυνήσεσθε ἀποστραφῆναι, ὥστε μὴ παρρησίᾳ συλλειτουργεῖν αὐτῷ καὶ τοῖς ὑπ’ αὐτὸν ἅπασιν; <Ὁ> πρωτοπαπᾶς: Ἀλήθειαν λέγεις καὶ ἄλλως οὐκ ἔστιν.