Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Πράξεις τῆς ἐν Κύπρῳ συνόδου

Ἰωσὴφ Βρυέννιος

Προβολή των όρων ενώσεως και απόρριψη των συμβιβασμών

Η παρουσίαση των επίσημων όρων από την πατριαρχική αντιπροσωπεία, η δήλωση αδυναμίας εκ μέρους των Κυπρίων να τους τηρήσουν, η συζήτηση περί μυστικής ομολογίας και η τελική άρνηση του Ιωσήφ να συναινέσει σε μια επίπλαστη ένωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 6

Τί παρομοιοῖς τὰ ἀνόμοια; Ὁ ἡγούμενος: Θαυμάζω εἰς τοσαύτην φρόνησιν οἰκουμενικοῦ καὶ βασιλέως καὶ τοσούτων ἀρχιερέων, πῶς δυνάμενοι ἕνα ἀποστεῖλαι μετὰ γραμμάτων καὶ ἐρωτῆσαι ἡμᾶς εἰ δυνάμεθα ταῦτα ποιῆσαι ἢ μή, καὶ πάντως εἴ τι συνέβη, ἔμελλεν εἶναι σεσιγημένον τὸ πρᾶγμα, νῦν δὲ ἀπέστειλαν τρεῖς ἀνθ’ ἑνὸς καὶ τὸ κεκρυμμένον ἀπεκαλύφθη καὶ γίνεται χεῖρον, ὅτι οὐδὲ συλλειτουργεῖτε ἡμῖν.

Ὁ Ἰωσήφ: Τοὺς ἀκριβεῖς λόγους ὡς μαργαρίτας ὑπὲρ ἑαυτῶν φυλάσσουσιν οἱ φρόνιμοι τῶν ἀνθρώπων. Φύλαττε γοῦν καὶ σὺ τοὺς σοὺς ὑπὲρ σοῦ. Τέως δὲ δι’ ἐκεῖνο ἀπέστειλαν τρεῖς ἀνθ’ ἑνός, ὅτι πολλῆς τοῦτο τὸ πρᾶγμα ἐδεῖτο καὶ ἐνεργείας καὶ σκέψεως καὶ ὅτι ὁ προελθὼν Θεόδουλος ἀχρεῖος ἐφάνη καὶ εἰς τοὺς λόγους καὶ εἰς τὰ πράγματα, ὡς οὐδὲ ὑμᾶς ἔλαθε τὰ περὶ ἐκείνου. Καὶ πανταχοῦ δὲ οἱ δύο ἢ οἱ τρεῖς μάρτυρες πιστότεροι τοῦ ἑνός, ὅθεν ἀκούεται, «ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα».

Ὁ ἡγούμενος: Καὶ πῶς ταῦτα, ἅπερ ἐγκαλεῖτε ἡμῖν τὰ κεφάλαια, εἰς τὰ πιττάκια τῶν ἀποστειλάντων ὑμᾶς οὐ γέγραπται, ὡς φαίνεται ὅτι ὑμεῖς ἐξ ἑαυτῶν ταῦτα ἐπλάσατε καὶ κατηγορεῖτε ἡμῶν, προφασιζόμενοι καὶ αἰτίας ζητοῦντες, ὡς ἂν μὴ γένηται ἕνωσις;

Ὁ Ἰωσήφ: Οὐδαμῶς, ἀλλ’ εἰ καὶ ἐγκαλῶ ὑμῖν, ἐνδικώτατα τοῦτο ποιῶ. Τούτου γὰρ χάριν καὶ τοποτηρητήν με κατέστησαν καὶ τὸ πᾶν μοι τῆς πράξεως ταύτης ἐκεῖθεν ἀνέθηκαν, ὡς ἂν ἐρευνήσω καὶ ἐξετάσω καὶ ἀνακρίνω πάντα τὰ ὑμῖν διαφέροντα. Οὐ γέγραπται δὲ ἐν τοῖς πρὸς ὑμᾶς γράμμασιν, ἵνα μὴ ἐμπεσόντα εἰς χεῖρας ἐχθρῶν, ἐκπολεμώσῃ τοὺς γείτονας ὑμῶν καὶ τὰ κοσμικὰ κυρίους καθ’ ὑμῶν αὐτῶν καὶ ἡμῶν. Τηρεῖται μέντοι παρ’ ἡμῖν καί τινα τούτων ἐν τῇ ὑποτυπώσει.

Ὁ Ἀμμοχώστου: Ποῦ ἔνι ἐκείνη ἡ ὑποτύπωσις; Ὁ Ἰωσήφ: Φέρε ταύτην, δέσποτα, ὁ ἐπὶ τῶν κρίσεων. Ὁ ἐπὶ τῶν κρίσεων: Ἰδοὺ αὕτη ἡ ὑποτύπωσις καὶ ἴδετε καὶ ἀνάγνωτε. Ὁ Λευκωσίας: Τίνος ταῦτα τὰ γράμματα; Ὁ πρωτοσύγγελος: Ταῦτα παρουσίᾳ πάσης τῆς συνόδου, εἰδήσει πατριαρχικῇ καὶ βασιλικῇ, ἔγραψε τῶν νοταρίων ὁ πριμμικήριος, ὧν τὰ ἴσα ἐν τῇ Ἁγίᾳ Σοφίᾳ φυλάττεται.

Ὁ δικαίῳ: Ὁρᾷς; Ἑπτὰ μόνα κεφάλαια ταῦτα, οὗτος δὲ μυρία ἡμῖν ἐγκαλεῖ. Ὁ Ἰωσήφ: Ναί, καθὼς καὶ προεῖπον, εἰκότως τοῦτο ποιῶ, ὅτι ἐξουσία μοι δέδοται τὰ ἐκκλησιαστικὰ πάντα ὑμῶν ἀνακρῖναι καὶ μὴ ἀνεξετάστως ταύτην ποιῆσαι τὴν ἕνωσιν.

Ὁ Λευκωσίας: Ἰδοὺ ταῦτα καὶ βλέπομεν καὶ ἀνέγνωμεν. Τί κελεύετε περὶ τούτων; Ὁ Ἰωσήφ: Οὐχ ἡμεῖς ἁπλῶς, ἀλλ’ ὁ οἰκουμενικὸς καὶ ὁ ἅγιος βασιλεὺς σὺν πάσῃ τῇ ἱερᾷ καὶ ἁγίᾳ συνόδῳ συμβουλεύουσιν ἡμῖν δι’ ἡμῶν ἀδελφικῶς τε καὶ πατρικῶς, εἴπερ τῇ ἁγιωτάτῃ τῶν ὀρθοδόξων ἐκκλησίᾳ βούλεσθε ἀληθῶς ἑνωθῆναι, ταῦτα καὶ τὰ τοιαῦτα κεφαλαιωδῶς ἐν ἑνὶ γράμματι ἐκθέμενοι καθεξῆς (φαμὲν δ’ ὅσα ὑμᾶς τῆς ὀρθοδοξίας διίστησιν) ὑπογράψατε πάντες ἰδιοχείρως μηκέτι τούτοις ὑποκύψαι τοῖς σφάλμασιν, ἀπαιωρήσαντες τοῦ γράμματος καὶ τὰς βούλλας ὑμῶν, ἵνα καὶ τὰ πράγματα τοῖς ὑμῶν λόγοις καὶ γράμμασιν ἀκόλουθα γίνωνται καὶ τοῖς ὑμᾶς διαδεξομένοις τὰ τῆς ὁμολογίας ὑμῶν σαφῆ καὶ πρόδηλα μένῃ τὸν ἅπαντα χρόνον. Εἰ δ’ οὖν, ὑμεῖς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ ὑφ’ ὑμῶν ποιμαινομένου λαοῦ ὄψεσθε.

Ὁ Λευκωσίας: Μωροὶ ὁμολογουμένως ἐσμὲν πάντες οἱ Κύπριοι καὶ οὐ καθήμεθα καὶ ἀναπαυόμεθα, ἀλλὰ ζητοῦμεν ἀδύνατα πράγματα. Ὥσπερ εἰσὶ καὶ ἄλλοι πολλοὶ ἀπολλύμενοι, ἐσόμεθα καὶ ὑμεῖς. Ἔχομεν πολλοὺς εἰς τοῦτο συντρόφους.

Ὁ Ἰωσήφ: Ἐξουσίαν ἔχετε σωθῆναι καὶ ἐξουσίαν ἔχετε ἀπολέσθαι. Ἡμεῖς δὲ τῶν ἡμᾶς πεμψάντων τοὺς λόγους οὐ παραβαίνομεν δι’ οὐδὲν τῶν ὅσα τὴν αἴσθησιν τῆς ψυχῆς ἐκφοβεῖ ἢ κολακεύει τὸ φρόνημα. Πῶς γὰρ αὐτοὺς καὶ παραλογίσασθαι δυνησόμεθα, τῆς ὑποτυπώσεως ἐγγράφως, ὡς ἀνέγνωτε, διαγορευούσης ὅτι, ἐὰν ὁμολογῶσι τὴν τῆς Ῥώμης ἐκκλησίαν, ἤτοι τὸν πάπαν καὶ τοὺς ὑπ’ αὐτὸν ἐπισκόπους, ὀρθόδοξα φρονεῖν καὶ οὐ σχισματικοὺς ἄντικρυς, μέχρις ἂν τὸ περὶ τούτου οἰκουμενικῇ συνόδῳ διακριθῇ, μηδαμῶς αὐτοῖς κοινωνήσητε.

Ὁ ἐπὶ τῶν κρίσεων: Εἰς πάντα ὁμοίως ἀπορεῖτε; Ἐάν, θελήσαντος τοῦ πατρός μου, τοῦ κυροῦ Ἰωσήφ, συγκαταβῶμεν ὑμῖν εἰς τὰ πολλά, κἂν τρία κἂν δύο κἂν ἕν, οὐ μὴ φυλάξητε; Ὁ Λευκωσίας: Οὐδὲ ἕν, οὐδὲ μέρος ἑνὸς φυλάξαι δυνάμεθα, ἀλλὰ παρακαλοῦμεν τὴν ἁγιωσύνην σας συγκαταβῆναι ἡμῖν εἰς πάντα, ὅπως τοσαῦται ψυχαὶ μὴ ἀπόλωνται.

Ὁ Ἰωσήφ: Πρὸς τοῦτο λέγω καὶ μέμνησθε ὅτι τότε ψυχαὶ σώζονται, ὅταν ἀρθῇ ἀπ’ αὐτῶν τὰ μεθ’ ὧν τῆς ἀπωλείας μετέχουσιν, ἀναφαιρέτων δ’ ἐκείνων μενόντων, κατ’ οὐδὲν ἦττον καὶ αὖθις ἀπόλλυνται, μηδὲν ἐκ τῶν γραμμάτων ἢ τῶν λόγων ὠφεληθεῖσαι, ὧν εἰκῇ καὶ μάτην τινὲς αὐταῖς ἐχαρίσαντο. Ὑμεῖς οὖν, εἰ ὅλως αἱρεῖσθε συναφθῆναι τοῖς ὀρθοδόξοις, καθὰ καὶ λόγοις ὑπεσχέθητε καὶ γράμμασιν ὑπεγράψατε φυλάττειν καὶ στέργειν ἀμείωτα, ὅσα ἡ τῆς Κωνσταντινουπόλεως ἐκκλησία ὀρθοδόξως τηρεῖ, ἀπόστητε πάντῃ τοῦ καὶ τὸν Ῥώμης ἅγιον ἢ ὀρθόδοξον λέγειν, τοῦ συμφορένειν τοῖς ὑπ’ αὐτόν, τοῦ συλλειτουργεῖν τοῖς εἰς προφανῆ καὶ ἀσύγγνωστα πάθη ἁλισκομένοις, τοῦ συνεύχεσθαι τοῖς αἱρετικοῖς καὶ ἁπλῶς παντὸς πάθους χωρίζοντος ὑμᾶς τοῦ τῶν ὀρθοδόξων πληρώματος, ὡς, ἐὰν οὕτω μενόντων ὑμῶν, ὡς «χθὲς καὶ πρώην», ἑνωθῶμεν ἡμεῖς σήμερον διὰ τοῦ συλλειτουργῆσαι, κινδυνεύει τὰς ἐν Συρίᾳ τρεῖς ἐκκλησίας τοῦ οἰκουμενικοῦ καὶ τῆς ὑπ’ αὐτὸν ἐκκλησίας ἀπορραγῆναι καὶ τοὺς τὴν ἄμικτον ταύτην ἕνωσιν ποιησαμένους, ὁποῖοι ἂν ὦσι, καθαιρεθῆναι ὑμᾶς τε πάλιν εἰς τὰ συνήθη ἑκουσίως ἢ ἄλλως ἐπαναστρέψαντας, ἀναισχυντοτέρους πρὸς ταῦτα γενέσθαι καὶ ὁλικόν, οὐ μερικὸν ἀποβῆναι τὸ σχίσμα καὶ τὸ ἡμέτερον γένος γέλωτα ὄφλειν αἰώνιόν τε καὶ δυσαπόνιπτον.

Ὧν ἐγὼ οὐκ ἀνέξομαι γενέσθαι μεσίτης ἢ αἴτιος οὐδ’ οἱ μετ’ ἐμοῦ, κἂν κρημνοῖς καὶ φρουραῖς καὶ βυθοῖς θαλάσσης καὶ πᾶσι δεινοῖς προσκαίροις ὑπόδικοι γενησώμεθα.

Ὁ ἡγούμενος: Οὐδὲν ἐκ τούτων τηρῆσαι, κἂν λόγῳ, ἰσχύομεν καὶ διὰ τοῦτο ἐκ τῆς Λευκωσίας ἐξεβάλομεν ὑμᾶς ἐπιτηδείως, ἵνα μὴ ἐν τῷ καιρῷ τῆς συνελεύσεως ταύτης ἔλθωσι καὶ ἄρχοντες καὶ ἀκούσωσι τὰ καθ’ ἡμῶν κεφάλαια ταῦτα καὶ ἔχωσιν ἡμᾶς κατεγνωσμένους εἰς τὸ μετέπειτα διὰ ταῦτα καὶ ὅτι, ἅπερ ὑπεσχέθημεν γράψαντες, οὐ φυλάττομεν.

Ὁ Ἰωσήφ: Ἐνθυμίζω τὴν ἁγιωσύνην ὑμῶν συμβουλευτικῶς, ἀκούσατέ μου καὶ πείσθητέ μοι, οὐδὲν μέγα ζητεῖ παρ’ ὑμῶν ἡ τοῦ Χριστοῦ ἐκκλησία, ἀλλ’ ὅπερ αὐτοὶ ὑπεσχέθητε. Ὑπογράψατε γοῦν ὅτι μέλλετε πάντα τηρεῖν διὰ τῶν πραγμάτων, ἃ ὑπεσχέθητε γράμμασι, καὶ σφραγίσασθε τὰς ὁμολογίας ὑμῶν—δόξα γὰρ ὑμῶν ἔσται αἰώνιος—ἵνα καὶ παρ’ ἡμῶν λαβόντες τὰ ἴσα, ἔχητε πρὸς βεβαίωσιν.

Ὁ δικαίῳ: Νὰ ὑπογράψωμεν καὶ ἀπεκεῖ, ἂν γνωρισθῇ, νὰ ἀποθάνωμεν; Δὲν μᾶς ἀπαντᾷ. Ὁ Ἰωσήφ: Καὶ λοιπὸν ποῖον ἐστὶ τὸ κεφάλαιον, ὅπερ ἐκ τῆς ἐκκλησίας παραλαβόντες φυλάξετε, ἐξ οὖ γνωρίζεσθαι μέλλει ἡ πρὸς ταύτην ὑμῶν ὑποταγὴ καὶ εὐπείθεια; Καὶ εἰ πάντα ἐπαγγειλάμενοι φυλάξαι, οὐδὲν φυλάττετε, πῶς ὑμῖν εἰς ἕν τις πιστεύσει ὅτι φυλάξετε;

Ὁ δικαίῳ: Ἡ δύναμίς μας οὐδὲν λανθάνει τὴν ἁγιωσύνην σας. Ὁ Ἰωσήφ: Πῶς δὲ ἐγράφετε καὶ ὑπεγράφετε πάντα τηρεῖν τὰ τῆς ἐκκλησίας θελήματα; Ὁ ἡγούμενος: Ἐθαρροῦμεν ὅτι εἰς πάντα μέλλει συγκαταβῆναι ἡμῖν.

Ὁ Ἰωσήφ: Εἴπερ εἰς πάντα συγκαταβῶμεν ὑμῖν, τί κωλύει μὴ καὶ παντὶ σχισματικῷ καὶ παρασυναγώγῳ, μηδαμῶς τῆς ἰδίας πλάνης ἀφισταμένῳ, συγκαταβῆναι ἡμᾶς καὶ συλλειτουργεῖν αὐτῷ καὶ συγκοινωνεῖν ἐν τοῖς ἅπασιν;

Ὁ πρωτοπαπᾶς: Ἀλλ’ οὐκ εἰσὶν οἱ Λατῖνοι αἱρετικοί. Ὁ Ἰωσήφ: Ἀλλά γε σχισματικοὶ καὶ ἡμῖν κατὰ τὴν πίστιν παντάπασιν ἀκοινώνητοι. Τοὺς δὲ λόγους ὅτι οὕτω μέλλομεν εἰπεῖν, πόθεν ἐγινώσκετε καὶ ἐφυλάξασθε μὴ ἐν τῇ Λευκωσίᾳ, ὡς ἔφης, γενέσθαι τὴν σύνοδον;

Ὁ ἡγούμενος: Αὐτίκα τὸ νὰ ἰδοῦμεν τὴν ἁγιωσύνην σου ἐκεῖ, τὸ ἐλογισάμεθα, διότι γνωρίζω καλά. Ὁ Ἀμμοχώστου: Ἑνωθῶμεν οὖν τῇ χάριτι τοῦ Θεοῦ, ὅτι καλὸν ἡ ἕνωσις τῶν διεστώτων καὶ τῶν ὑποστρεφόντων ἐκ πλάνης ὑποδοχὴ καὶ Θεῷ φίλον καὶ ἀνθρώποις ἐπαινετόν.

Ὁ Ἰωσήφ: Φημὶ κἀγὼ τοῦτο—καὶ πῶς γὰρ οὐ; —ἀλλ’ ὅταν τὸ θέλον ἑνοῦσθαι τοῖς ἀγαθοῖς τῶν μὴ καλῶν ἀποστῇ καὶ τὸ ἐπιστρέφον ἐκ τῶν κακῶν μηκέτι πρὸς ταῦτα παλινδρομῇ. Ἡνίκα δὲ τοὐναντίον συμβαίνῃ, καλὸν πρὸς ταῦτα μᾶλλον τῆς ἑνώσεως ἡ διάστασις καὶ τῆς ὑποδοχῆς ἡ ἀποστροφή, ἵνα μὴ τοῖς καλοῖς τὰ μὴ τοιαῦτα συναναφύρηται. Ἢ τί ὑμῖν περὶ τοῦ παρ’ ἡμῶν ἐνταῦθα δοκιμαζομένου γενέσθαι δοκεῖ; Ὑμεῖς ἴσως νομίζετε ὅτι ταῖς τέσσαρσι τῆς Ἀνατολῆς ἐκκλησίαις συνάψαι τὴν τῶν Κυπρίων σπουδάζομεν.

Ἅπαντες: Τοῦτο πρόδηλον, ἢ τί ἄλλο; Ὁ Ἰωσήφ: Ἐγὼ δὲ μὴ μόνον ταύταις, ἀλλὰ πρό γε τούτων τῇ ἄνω τῶν πρωτοτόκων ἐκκλησίᾳ τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Τοῦτο δὲ ἀδύνατον ἄλλως γενέσθαι τῇ ἀληθείᾳ, εἰ μὴ πρότερον ταύτης ἄξια τῆς ἑνώσεως γένηται.

Ὁ ἔξαρχος: Πῶς ἔσται τοῦτο καὶ τίνι τρόπῳ: Ὁ Ἰωσήφ: Ἐὰν τῶν ὧν ἐκείνη κεχώρισται, ὁλοσχερῶς καὶ αὐτὴ ἀποσπασθῇ, ὅτι πᾶσα ἐπ’ οὐδενὸς ἑτέρου γένους, ἐκ μόνου δὲ τοῦ ὀρθοδόξου συνίσταται. Οὐδεὶς λατινόφρων μετὰ τὸ σχίσμα, οὐδ’ αἱρέσεως μέτοχος, οὐδὲ παρασυνάγωγος μέρος ἐκείνης ἢ μέτοχος γίνεται.

Ὁ Ἀμμοχώστου: Καὶ τί ἠθέλετε καὶ ἤλθετε λοιπόν, ἐπεὶ ἐγινώσκετε ὅτι οὐδὲν μέλλετε κατορθώσειν; Ὁ Ἰωσήφ: Τοῖς γράμμασιν ὑμῶν ἐπιστεύσαμεν καὶ ἤλθομεν, ἅμα μὲν πληρώσοντες ὑποταγὴν ἐκκλησιαστικήν, ὡς ὀφειλὴν ἀπαραίτητον, σὺν ταύτῃ δὲ καὶ ἐπιταγὴν βασιλικήν, ἅμα δὲ καὶ θεάσασθαι ὀφθαλμοῖς ἀληθῶς, ἅπερ μόνον ἠκούομεν, ὥστε τοὺς αὐτοὺς καὶ κριτὰς τῶν γινομένων γενέσθαι καὶ μάρτυρας.

Ὁ πρωτέκδικος: Νὰ ἔχω τὴν εὐχὴν τῶν ἁγίων, ἐὰν συγκαταβῆτε, τὰ ὀνόματα ὑμῶν ἐγγραφῆναι μέλλουσι καὶ μνημονεύεσθαι εἰς ὅλας τὰς ἐκκλησίας τῆς Κύπρου, ἕως ἡ Κύπρος ἵσταται, καὶ ὅλος ὁ κόσμος ἐπἂν τοῦτο μάθῃ, καὶ ἐπαινεῖν ὑμᾶς καὶ εὔχεσθαι μέλλει πάντοτε.

Ὁ Ἰωσήφ: Ἐγὼ εἰς τὴν ἄνω ἐκκλησίαν τῶν ἁγίων ἐγγραφῆναι διψῶ καὶ κρεῖσσον ἐμοὶ παρ’ ἑνὸς τῶν ἐκεῖ ἢ παρὰ πάντων Κυπρίων ἀεὶ μνημονεύεσθαι. Ὁ πρωτέκδικος: Βλέπω ὅτι διάφορον οὐκ ἔχομεν. Ὁ Λευκωσίας: Καὶ τέλος λοιπὸν τί λέγετε νὰ γένῃ;

Ὁ Ἰωσήφ: Ἐγὼ λέγω, ἐπεὶ ἔδοξε τῷ οἰκουμενικῷ τῇ τε ἁγίᾳ συνόδῳ καὶ τῷ κραταιῷ καὶ ἁγίῳ ἡμῶν βασιλεῖ, μηδὲν ἄνευ τῆς ἡμῶν γνώμης τελεσθῆναι ἐνταῦθα, κρίνω ὅτι πάνυ πρέπον ἐστὶ καὶ ἀκόλουθον ἐξ ὑμῶν αὐτῶν τῶν τεσσάρων τέσσαρας πρέσβεις γενέσθαι ἢ δύο τὸ ἔλαττον καὶ τούτους Κυπρίους ὄντας, διακομιστὰς τῶν λόγων ὑμῶν, ἅμα δὲ καὶ τῶν παρ’ ἡμῶν ὧδε πραχθέντων ἀψευδεῖς μάρτυρας. Τοὺς αὐτοὺς οὖν σὺν γράμμασι μεθ’ ἡμῶν ἢ ἰδίᾳ εἰς τὴν σύνοδον ἐκπεμφθῆναι κἀκεῖ γενέσθαι, εἰ δέοι, σὺν παρρησίᾳ τὴν ἕνωσιν, ἐπείπερ ἐνταῦθα, καθὰ συνορᾶν ἔχω, ἀδύνατον. Κἂν καθ’ ἡμῶν γράψαι τι αἱρεῖσθε, ἀδεῶς γράψατε τοῖς κυρίοις, θέλημα δίδωμι.

Ὁ ἡγούμενος: Οὐδένα ἀποστέλλομεν, οὐδενὶ γράφομεν, οὐδὲ μέλει ἡμῖν. Ὁ οἰκονόμος: Καλὰ λέγει, ὅτι ἐὰν γνωσθῶσιν οἱ ἄνθρωποι, ἀποθνῄσκουσι καὶ πάλιν, ἐὰν πιάσουν τὰ γράμματα, κινδυνεύομεν ἅπαντες. Ὁ Ἰωσήφ: Εἰ ἐνταῦθα μὲν φανερῶς πρᾶξαι τοῦτο ἀδυνατεῖτε, ἐκεῖ δὲ πέμψαι τινὰς οὐ τολμᾶτε, πῶς ὑμεῖς προσδεξώμεθα κεκρυμμένως; Ἀλλ’ ὁμολογίαν πίστεως κεκρυμμένην οὔπω προσδέχεσθαι μεμαθήκαμεν, ἐπεὶ οὐδὲν ἔοικεν, ὅτι ὁ τοῦ θείου σταυροῦ τύπος καὶ ἡ ὁμολογία τῆς πίστεως πάντων ἐνώπιον ὁ μὲν γίνεσθαι, ἡ δὲ λέγεσθαι θέλει. «Στόμα» μὲν γάρ, φησί, λαμβάνεται εἰς ὁμολογίαν, «καρδία δὲ πιστεύεται εἰς δικαιοσύνην» καὶ «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς», ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα, «πᾶν δὲ τὸ φανερούμενον φῶς ἐστι». Καὶ ὁ Κύριος δὲ «ὃς ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν» καὶ τὰ ἑξῆς ἀπεφήνατο. Πῶς δὲ καὶ δυνήσεσθε συσκιάσαι, ὅπερ πᾶσα σχεδὸν ἡ οἰκουμένη καὶ πρὸ τοῦ γενέσθαι ἐγνώρισε;

Ὁ Λευκωσίας: Καὶ θέλετε, ἵνα παραιτησώμεθα τὰς ἐπισκοπὰς καὶ ὡς θέλει τὸν κοινὸν γενέσθω; Ὁ οἰκονόμος: Ἄλλον τον εἰπέ. Θέλετε, ἵνα συλλειτουργήσωμεν ὑμῖν φανερὰ καὶ εἴ τι συμβῇ, νὰ ἔνε ἐπάνω σας; Ὁ Ἰωσήφ: Οὐδὲν τούτων λέγω, ἕως ἂν αὐτόνομοι ἢ ὑφ’ ἑτέραν ἐκκλησίαν ἐστέ. Ἐκεῖνο δὲ μετὰ λόγου κατηγορῶ πῶς, ὅπερ οὐκ εἴχετε, ὑπεσχέθητε καὶ πῶς τὴν μὲν πρὸς Λατίνους ὁμολογίαν ἐν μέσῃ τῇ μητροπόλει καὶ παρρησίᾳ ποιεῖτε, τὴν δὲ πρὸς ἡμᾶς ταύτην καὶ κρυπτῶς ὅσον οἷον καὶ μόγις καὶ μετὰ μυρίων ὑποψιῶν καὶ δειλίας καὶ ἐν ἐρήμῳ καὶ οὐδὲν ἄλλο πρὸς πάντων ψιθυριζόμενον ἐνταῦθα νῦν ἔστιν ἀκούειν ὅτι μὴ «μηδεὶς ταὐτὶ γινωσκέτω, προσέχετε, καλῶς φυλάξατε πάντα, μηδενὶ τοῦτο εἴπῃς» καὶ ἁπλῶς πάντα, ἅπερ ἀρνήσεως ἴδια, οὐχ ὁμολογίας ἐστίν;

Ὁ ἡγούμενος: Ἄχρι τούτου δυνάμεθα. Ὁ Ἰωσήφ: Οὐχί, ἀλλ’ ὑμεῖς ὡς ἐξ ὧν ὑμᾶς ὁρῶ, οὕτω καὶ ἐβούλεσθε καὶ προσεδοκᾶτε ταύτην γενέσθαι τὴν ἕνωσιν, πεμφθῆναι ὑμῖν ἐκεῖθεν μοναχὸν ἕνα προσαίτην ἐν προσαίτου σχήματι μετὰ τῶν τῆς ἑνώσεως γραμμάτων, ὃς καὶ δίχα τινὸς λόγου καὶ ἐξετάσεως κεφαλαίων ἢ κοινῆς συμφωνίας ἅμα τῷ δοῦναι τὰ γράμματα συλλειτουργεῖν ἔμελλεν ὡς παροδίτης, ἰδίᾳ μὲν τῷ Ἀμμοχώστου, ἰδίᾳ δὲ τῷ Λευκωσίας καὶ πάλιν χωρὶς μὲν τῷ Λεμισοῦ, ἰδίως δὲ τῷ τῆς Πάφου καὶ πάντας τοῦτο λαθεῖν, ἵνα εἴ τις τῶν Λατίνων ἐρωτᾶν μετὰ ταῦτα θελήσει τὸ περὶ τούτου, ἀδήλου ὄντος τοῦ πράγματος, μηδένα φοβεῖσθε μηδ’ ὑποπτεύοιτε, κἀκεῖνον μὲν τὸν μοναχὸν μετὰ τὸ συλλειτουργῆσαι τοῖς ἐπισκόποις ὑμῖν, ἀπελθόντα τῆς νήσου, εὐθὺς οἴχεσθαι, ὑμᾶς δὲ τὰ γράμματα εἰς ἐπίδειξιν κατέχειν μόνον, ἐπεὶ οὐδὲ μετανοοῦντες ἐφ’ οἷς ἐστέ, τὴν ἕνωσιν θέλετε, ἀλλὰ τοὺς ἐλέγχους τῶν κύκλῳ καὶ τῶν ἐπιδημούντων Ῥωμαίων ἀποφυγεῖν σπεύδοντες.

Ὁ Λευκωσίας: Ἐμὲ γράφει με συλλειτουργὸν ὁ οἰκουμενικὸς καὶ ἀρκεῖ με, ἵνα τὸ δείχνω παντὸς ἀνθρώπου, τὸ πῶς ἐγενόμεθα ἕν. Ὁ Ἰωσήφ: Τότε καὶ γενέσθαι καὶ εἶναι συλλειτουργὸς αὐτοῦ μέλλεις, ὅταν φυλάξῃς καὶ τηρήσῃς σὺ καὶ οἱ ἄλλοι συλλειτουργοί σου τὰ ἐκκλησιαστικὰ πάντα ζητήματα καὶ κεφάλαια, ὅσα διὰ γραμμάτων οἰκειοχείρων ὑμῶν ὑπεσχέθητε, ὡς, ἕως ἂν ἐκεῖνα μὴ ἀληθείᾳ τηρήσητε, μύρια πιττάκια οὐδὲν ὑμᾶς ὠφελήσουσιν. Ἢ ἴσως ὑπονοεῖτε ὅτι τὰ σήμερον ὦδε πραττόμενα καὶ γραφόμενα ἡ νῆσος αὕτη ἀκούσεται μόνον; Πᾶσα γνώσεται ταῦτα ἡ οἰκουμένη, καθάπερ ἐρρέθη καὶ πέπρακται, ὀλίγον ἐντὸς ἡμερῶν.

Οἱ ἐπίσκοποι: Ἐν ἀληθείᾳ πῶς γέγονε τοῦτο; Εἰ ταῦτα ζητεῖν ἐμέλλετε ὕστερον, πῶς ἡμᾶς συλλειτουργοὺς ἐγράφετε πρὸ τῆς ἐξετάσεως; Ὁ ἐπὶ τῶν κρίσεων: Ὅτι ὁ παπᾶς Θεόδουλος οὕτως ἔλεγεν ὑμᾶς ἑτοίμους εἶναι εἰς πάντα, ὥστε κατὰ μηδὲν πρᾶγμα ἐνδοιάζειν ποσῶς, ἀλλ’ ὑπείκειν τῇ ἐκκλησίᾳ, ὡς θέλει καὶ βούλεται ἄγειν ὑμᾶς.

Ὁ Ἰωσήφ: Ναὶ καὶ προσετίθει ὅτι θελήσει τοῦ ῥηγὸς καὶ ἐνδόσει τἀδελφοῦ αὐτοῦ πάντα γίνεται, ἐπεί φησιν ὁ μὲν ἄρχει τὰ κοσμικά, ὁ δὲ πάντων τῶν ἐκκλησιαστικῶν δικαίων τῆς νήσου ταύτης κρατεῖ. Καὶ ὑμεῖς δὲ εἰς τὰς ὑμῶν ὁμολογίας ὑπεγράφετε πάντες εἰς πάντα εἶναι ὑπήκοοι. Διὸ καὶ ὡς ἐπὶ πράγμασι τετελεσμένοις καὶ ἀπεστάλημεν παρὰ τῶν κυρίων καὶ ἤλθομεν καὶ πᾶσα δ’ ἡ Κωνσταντίνου καὶ τὰ πέριξ αὐτῆς οὕτω δοκεῖ, τὰ δέ ἐστι πάντα, ὡς λόγος ἔτι, «ἄσπαρτα καὶ ἀνήροτα».

Ὁ Λευκωσίας: Καὶ τὸν Πίππην πῶς τὸν ἔχετε; Ὁ Ἰωσήφ: Ὡς ἐξ ὑμῶν αὐτῶν ἕνα. Ἢ οὐχὶ συλλειτουργοῦσιν ὑμῖν οἱ ἐκείνου ἱερεῖς καὶ αὐτὸς καὶ ὑμεῖς δὲ ὡσαύτως ἐκείνοις καὶ ὁ ἀνεψιὸς αὐτοῦ παρὰ τῆς σῆς ἐχειροτονήθη χειρός, ὃν πρῶτον τῶν τῆς μονῆς αὐτοῦ ἱερέων πᾶσα ἡ Κύπρος γινώσκει τὸ τήμερον;

Ὁ Λευκωσίας: Ὢ ἀλλὰ ναί, κῦρι. Τινές: Ἀφοῦ ἐγεννήθη, καὶ αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ μεθ’ ἡμῶν ἕν εἰσι κατὰ πάντα. Ὁ Ἰωσήφ: Ὥστε λοιπὸν ἀδιάφορος ὑμῖν ἐστιν ἅπασι καὶ εἰ πρὸς ἐξαπάτην τῶν πολλῶν ἕνα ἢ δύο τῶν μετ’ αὐτοῦ ἱερέων ἐκ τῶν ἔξωθεν τὴν χειροτονίαν κεκτῆσθαί φησι καὶ φρονεῖν μόνος Κυπρίων ὀρθόδοξα διὰ χειλέων ὁμολογεῖ καὶ τὴν ἑαυτοῦ μονὴν ἀφωρισμένην εἶναι τοῖς ὀρθοδόξοις, ἐξ ἀπονοίας φαντάζεται.

Ὁ Ἀμμοχώστου: Εἰ τούτους προέγνων τοὺς λόγους ἐγώ, οὐκ ἂν ἡμᾶς ὧδε ἤγαγον. Διατί μὴ ταῦτα προείπατέ μοι; Ὁ Ἰωσήφ: Ὅτι τοὺς κοινῇ ῥηθῆναι λόγους ὀφείλοντας ἐκρίναμεν πρέπον εἶναι τοῖς πᾶσι κοινώσασθαι, ὅτε χρή, οὐ μέντοι ἰδίως τινὶ καὶ ἡνίκα οὐκ ἔδει τούτους εἰκῇ διηγήσασθαι.

Τινές: Λοιπὸν ἐπεὶ πάντα ὡς ἐβούλεσθε ἐξητάσατε, συγκατάβητε, συγκατάβητε καὶ ἔτι ἡμῖν. Ὁ Ἀμμοχώστου: Ὁ Κύριος οἶδεν ὅτι πολλὰ λυπούμεθα πῶς χωριζόμεθα χωρὶς τῆς ἑνώσεως. Ὁ Ἰωσήφ: Πλέον αὐτὸς καὶ βαροῦμαι καὶ δυσχεραίνω πάντων ὑμῶν, γίνωσκε.

Ἢ δοκεῖτε ὅτι μόνος πάντων ἀνθρώπων ἐγὼ ἄσπλαγχνός τις εἰμὶ καὶ ἀνένδοτος, καὶ ταῦτα πρὸς ψυχῶν τοσούτων ὠφέλειαν. Μάρτυς γάρ μού ἐστιν ὁ τὰς «καρδίας ἐτάζων» ὡς, εἴπερ ἠπιστάμην ὅτι ἔστιν ἐκ τοῦ σήμερον ἡμᾶς συλλειτουργῆσαι ἀλλήλοις, δέκα μόνον κερδῆσαι ψυχάς, οὐκ ἂν παρῃτησάμην τὴν ἕνωσιν δι’ οὐδὲν τῶν προσκαίρων καὶ ὅσα μοι τὴν τοῦ σώματος σύστασιν ταύτην πέφυκε συνιστᾶν. Ἀλλ’ οὐδέπω σαφῶς ὅπερ ἐβουλόμην ἐξήγγειλα, διὸ πειράσομαι ἄλλως τοῦτ’ ἐξειπεῖν. Μιᾶς ψυχῆς ὁ πᾶς κόσμος οὐκ ἄξιος, μήτοιγε μυριάδων τοσούτων. Ἢ ἔστιν ἐνδοιάζειν ἐν τούτοις;

Πάντες: Πᾶσι γνώριμον τοῦτο. Ὁ Ἰωσήφ: Εἰ τοίνυν ἐγίνωσκον ἐκ τῆς μελετωμένης γενέσθαι ἑνώσεως ταύτης σωθησομένας τὰς τῶν Κυπρίων ψυχάς, τὰς νῦν φημι καὶ τὰς εἰς τὰς μετέπειτα γενεάς, καὶ προὔκειτό μοι χεῖρας ἅμα καὶ πόδας καὶ πάντα τμηθῆναι τὰ αἰσθητήρια, οὐκ ἂν παρῃτούμην. Ἄρ’ οὐχὶ καὶ ἄπιστα ὑμῖν δοκῶ φθέγγεσθαι;

Ἀλλὰ καὶ τοῦτο πρὸς ὃ μέλλω λέγειν, οὐδέν ἐστιν. Εἴ γέ μοι προὔκειτο ἀληθείᾳ ἐκ τοῦ ὅπερ εἰμὶ τούτου εἰς τὸ μηδαμῇ μηδαμῶς εἶναι χωρῆσαι, μόνον πάντας ὑμᾶς τοὺς Κυπρίους σωθῆναι, ἡδέως τοῦτο κατεδεξάμην. Τίς γάρ εἰμι ἐγὼ ἢ τὸ εἶναί με ὅλως, πρὸς σωτηρίαν τοσούτων ψυχῶν συγκρινόμενα; Οὕτω διαθέσεως ἔχω καὶ γνώμης οὐ διὰ πρόσκαιρον φήμην ἢ μνήμην τὴν μετὰ θάνατον, ἀλλὰ δι’ αὐτὸ τὸ καλὸν καὶ τοῦ Κυρίου τὸ θέλημα. Ὅπου δὲ οὐδεὶς πρόκειται πόνος, οὐδ’ ἀφαίρεσις μέλους, οὐδὲ ζημία τις τῶν προσόντων, ἀλλὰ τιμαὶ καὶ χάριτες ἕπονται καὶ εὔφημοι φῆμαι, ὡς λέγετε, καὶ εἰς τὸν αἰῶνα εὐκτέα μνημόσυνα, διατί παραιτοῦμαι τὴν ἕνωσιν; Ἢ δῆλον ὅτι δέδοικα μὴ ἀναγαγεῖν ὑμᾶς ἐκ τοῦ βόθρου βουλόμενος, καὶ ἐμαυτὸν καὶ μυρίας μυριάδας σὺν ὑμῖν ἀπολέσω. Ἢ τάχα με τῇ τυχούσῃ τιμωρίᾳ ὑποκεῖσθαι νομίζετε, τῆς ἑνώσεως ταύτης μεσίτην γενόμενον, ἂν μὴ αὕτη καθὼς χρὴ τελεσθῇ, ἢ τὸν τυχόντα μισθὸν παρὰ Θεοῦ λήψεσθαι, εἴ γε τοσούτων ψυχῶν σωτηρίας παραίτιος εὑρεθῶ; Ἀποστόλου γὰρ [...] πρόκειταί μοι ἐπιτυχόντι καὶ δαίμονος κόλασις ἀστοχήσαντι. Διά τοι τοῦτο ταύτην τὴν κόλασιν φεύγων παραιτοῦμαι τὴν ἕνωσιν. Συνήκατε ὅση λύπη καὶ ἀγωνία τῇ ἐμῇ ψυχῇ ἐνοικεῖ ἕνεκεν τῆς ὑμῶν ἀπαλλοτριώσεως; Καὶ ὑμεῖς μὲν ἤλθατε δώδεκα μίλια.