Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Θεολογική ανασκευή της θεωρίας του κοινού προβολέως

Δογματικός έλεγχος των επιχειρημάτων περί διπλής αιτιότητας, καταγραφή των θεολογικών ατόπων από την αποδοχή κοινού προβολέως και ολοκλήρωση της δεύτερης διαλέξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 6 από 10

ΠΡΕΣ. Ἡμεῖς οὕτω δοξάζομεν, ὅτι ὥσπερ ὁ Θεὸς οὐ δηλοῖ πρόσωπον, οὔτε ὁ πέμπων, οὔτε ὁ πνέων, οὕτως οὐδ’ ὁ προβολεὺς δηλοῖ πρόσωπον· καὶ τὸ προβάλλειν λεγόμενον ἐπὶ Πατρὸς καὶ Υἱοῦ, οὔτε ὑποστατικόν ἐστιν, οὔτε τὰ δύο πρόσωπα ἓν ποιεῖ πρόσωπον· ἀλλὰ καθάπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὴν τῆς θεότητος ταυτότητα πρόσωπον ἓν οὔκ εἰσιν, οὐδ’ ὁ Πατὴρ καὶ ὁ Υἱὸς διὰ τὴν πέμψιν τοῦ Πνεύματος, οὐδ’ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα διὰ τὴν τοῦ αἰτιατοῦ κοινωνίαν, οὕτως οὐδ’ ὁ Πατὴρ καὶ ὁ Υἱὸς διὰ τὸ προβάλλειν τὸ Πνεῦμα ἕν εἰσι πρόσωπον· ἐπείπερ οὐχ ὑποστατικόν ἐστι τὸ προβάλλειν, μόνον δὲ ἴδιον λέγεται τοῦτο Πατρὸς καὶ Υἱοῦ· τὰ δὲ τοιαῦτα ἴδια, ὡς ἑπόμενα τοῖς προσώποις, ἄτε μὴ ὄντα ὑποστατικά, πρόσωπον οὐχ ὑφίστησι.

ΙΩΣ. Πῶς τὸ Θεὸς ὄνομα οὐ δηλοῖ πρόσωπον, ἄνθρωπε; ὅπου καὶ ὁ πρὸς Θεὸν πολυΰμνητος ὕμνος, ἀντὶ τοῦ Πατρὸς τὸ Θεὸς ὄνομα δέχεται; καὶ ὁ θειότατος Παῦλος, ἡμῖν εἷς λέγει Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα; καὶ πάντες διαῤῥήδην ὁμολογοῦμεν πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα; κἂν τῷ τετάρτῳ τῶν πρὸς Εὐνόμιον ὁ οὐρανοφάντωρ φησὶ «κἂν Πνεῦμα ὁ Θεὸς ὑπὸ τοῦ Κυρίου λέγεται, τὸν Πατέρα δεδήλωκεν ὅτι ἀσώματος»; Ἔπειτα, τὸ ὁ προβολεὺς οὐ δηλοῖ πρόσωπον, καὶ τὸ προβάλλειν οὐκ ἔστιν ὑποστατικόν, αὐτὰ δὴ ταῦτα τὰ σά, ποῦ τῆς κανονικῆς Γραφῆς γέγραπται; ποῦ ὡς θέσις τέθειται πίστεως; ποῦ τῶν ἀποστολικῶν συγγραμμάτων, ἢ τῶν ἐν ταῖς οἰκουμενικαῖς συνόδοις συνελθόντων ἁγίων; ὁ Πατὴρ διὰ τῶν προφητῶν πρὸς ἡμᾶς πολυτρόπως ἐλάλησεν· ὁ Υἱὸς δι’ ἑαυτοῦ, καὶ τῶν ἀποστόλων· αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· ποῦ τοίνυν πρός τινος τούτων εἴρηται τοῖς ἀνθρώποις, ὁ Πατὴρ καὶ ὁ Υἱὸς εἶς ἐστι προβολεύς; καὶ τὸ προβάλλειν οὐκ ἔστι προσωπικόν; καὶ ὁ προβολεὺς οὐ δηλοῖ πρόσωπον; καὶ ὅσα σὺ προὔτεινας; τῷ γὰρ Χριστῷ καὶ Σωτῆρι, καὶ τῷ συνανάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ Πνεύματι, ὥσπερ οὐκ εἴρηταί τι δέον σιγᾶσθαι, οὕτως οὐδὲ παρεῖταί τι δέον εἰρῆσθαι· ἀλλ’ ἀμφότερα σὺν τῷ καιρῷ θεοπρεπέστατα γέγονεν· οὐκοῦν ἐπεὶ μὴ τὴν ἀρχὴν ἐκεῖθεν ἔχει ταῦτα, τῆς ὑμῶν δὲ διανοίας ἐστὶν ἀναπλάσματα, τῇ ἀφανείᾳ καὶ τῇ λήθῃ ἐῤῥίφθω.

ΠΡΕΣ. Τοῦ χάριν; ΙΩΣ. Ὅτι οὐκ ἐφεῖταί τινι πατριαρχῶν, ἢ τῷ πάπᾳ, παρέλκον τι δογματίζειν, ἄνευ τῆς τῶν πάντων γνώμης· μή τοί γέ σοι. Ἀλλὰ καὶ τῆς οἰκουμενικῆς ἕκτης συνόδου ὅρος ἐστὶ διαγορεύων, τὰς θείας Γραφὰς ἐκλαμβάνειν, ὡς ἐδέξαντο ταύτας οἱ θεοφόροι πατέρες, καὶ μὴ παρ’ ἑαυτῶν σοφίζεσθαι περιττὰ τοὺς βουλομένους τὰ τοιαῦτα διερμηνεύειν. Καὶ ὁ τὰ τοῖς ἐκκρίτοις τῶν διδασκάλων πεπονημένα εἰς ἓν συλλεξάμενος ἅγιος, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομέν φησι· καὶ μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος ὁ Πατήρ· καὶ τὸν Υἱὸν οὐ λέγομεν αἴτιον, οὐδὲ Πατέρα· ἤγουν, σαφηνείας ἕνεκεν, ἐπίσης ἀπέχομεν τοῦ λέγειν τὸν Υἱὸν αἴτιον Πνεύματος, ὥσπερ τοῦ πιστεύειν αὐτὸν Πατέρα εἶναι τοῦ Πνεύματος· οὐδὲ γὰρ πρὸς τὸν Πατέρα, ἢ τὸν Υἱὸν ὁ λόγος ἀφορᾷ, ἤτοι αἴτιον, ἢ Πατέρα τοῦ Πατρός, ἢ αἴτιον, ἢ Πατέρα ἑαυτοῦ νομίζεσθαι τὸν Υἱόν, μόνον δὲ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον.

Ἢ τίς γὰρ ἀνθρώπων περὶ Υἱοῦ ἀπολογούμενος λέγει, τὸν Υἱὸν οὐ λέγομεν Πατέρα, ἢ αἴτιον τοῦ ἰδίου Πατρός; ἢ Πατέρα, ἢ αἴτιον ἑαυτοῦ καθ’ ὑπόστασιν; τὸ γὰρ τοιαῦτα λέγειν, καὶ ἀδόλεσχον καὶ παρέλκον ἐστί, καὶ παρὰ τὰ πράγματα, καὶ παρ’ αὐτὴν τὴν τοῦ λόγου χρῆσιν, καὶ παρὰ πᾶν τὸ εἰκός· ἴδιον δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ προβάλλειν προτεινόμενος εἶναι, τὸ ζητούμενον ἔτι διισχυρίζῃ ὡς ἥδη τοῖς πᾶσιν ὁμολογούμενον, ἐπιλαθόμενος ὥσπερ, ὅτι τὸν συμπεραίνοντα ἐκ τῶν κοινῇ δοκούντων, οὐκ ἐκ τῶν ἑαυτῷ μόνῳ χρὴ τοῦτο ποιεῖν· καὶ τοῦτο κοινή τις ἔννοια πᾶσιν ἀνθρώποις ἐστί.

Καὶ τό, ὥσπερ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα διὰ τὴν τοῦ αἰτιατοῦ κοινωνίαν ἕν, τῷ προκειμένῳ ἁρμόζει οὐδ’ ὁπωσοῦν· ὅτι τὸν μὲν Υἱὸν καὶ τὸ Πνεῦμα τῆς κοινωνίας ἕνεκα ταύτης, οὐχ ἕν φαμεν αἰτιατὸν ἄπαντες, ἀλλὰ δύο, Υἱὸν δήπου καὶ Πνεῦμα· καὶ διαφόρως αἰτιατά, γέννημα δηλονότι καὶ πρόβλημα, εἰ δὲ βούλει, κατὰ γέννησιν καὶ ἐκπόρευσιν· ὑμεῖς δὲ τὸν Πατέρα καὶ τὸν Υἱόν, διὰ τὸ προβάλλειν, ἓν λέγετε τοῦ Πνεύματος ἀδιάφορον αἴτιον· τῶν δὲ ἡγουμένων ἀναιρεθέντων, οὐδὲ τοῖς ἑπομένοις τὸ ἀναγκαῖον πρόσεστι.

ΛΑΤΙΝΟΦΡΩΝ. Πάνυ καλῶς ὁ Πατὴρ τοῖς θεολόγοις τεθεολόγηται, μόνος πηγὴ τῆς ὑπερουσίου θεότητος, μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος, καὶ μόνος τούτων ἀρχή· ἀλλ’ ὡς προκαταρκτικόν, καὶ οἷον ἀναίτιον αἴτιον· ὁ δὲ Υἱὸς οὕτως αἴτιος, ὡς παρὰ τοῦ Πατρὸς τοῦ πρώτου αἰτίου, τήν, τοῦ Πνεύματος καὶ αὐτὸς αἴτιος εἶναι, λαβὼν ἰδιότητα, ἥτις προσῆν ἂν καὶ τῷ Πνεύματι, ὡς πάντα ἔχοντι τὰ τοῦ Πατρὸς καὶ Υἱοῦ, εἰ μὴ ἀδύνατον ἦν τὸ Πνεῦμα καὶ ἐξ αὑτοῦ ἐκπορεύεσθαι.

ΙΩΣ. Ἀλλ’ ἄτοπον λίαν τὰ παρὰ τῶν θεολόγων ἀπροσδιορίστως λεγόμενα, μετὰ προσδιορισμῶν αὐτονόμως συναναγινώσκειν ὑμᾶς, καὶ ἀδικώτατον τοῦτο, καὶ πάντῃ ἀσύνηθες· οὐδὲ γὰρ τὸ πῇ, καὶ ἁπλῶς, ταὐτὸν δύναται· οὔμενουν· εἰ δ’ οὖν, ῥᾴδιον καὶ πάντα μὲν ἀληθῆ προσδιορισμοὺς πλάττοντας νομίζειν ψευδῆ, πᾶν δὲ μεθέλκειν ψευδὲς εἰς ἀλήθειαν· καὶ τὸ κωλῦσον οὐδὲν ἔσται, τὸν οὕτω θέλοντα λέγειν, ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς ἀχρόνως οὐ γεγέννηται, ἤτοι ὥσπερ ἐξ ἀλλήλων οἱ ἄνθρωποι· οὐδὲ τῷ Πατρί ἐστιν ὁμοούσιος, τοὐτέστιν ὡς ἄνθρωπος· οὐδὲ ἐκ τῆς Παρθένου ὁπωσοῦν ἐγεννήθη, ἤτοι κατὰ τὴν φύσιν τὴν ἄκτιστον· καὶ ἁπλῶς τοῦ τρόπου τούτου κρατοῦντος, καὶ πᾶν δόγμα, καὶ πᾶσαν Γραφὴν διαγράψομεν, τὰ αὐτὰ καὶ ὡς ἀληθῆ τιμῶντες, καὶ ὡς ψευδῆ ἀτιμάζοντες· ἀλλ’ οὐκ ἔστιν, ἕως τάξις ἐν τοῖς πράγμασιν ᾗ, καὶ ἡμεῖς ἐσμεν οὐκ ἕξω νοῦ καὶ φρενῶν.

ΛΑΤΙΝ. Εἶτα τὸ τί ἄναντες εἶναί σοι δοκοῦν ἐν τούτοις σαφήνισον. ΙΩΣ. Ὅτι ἡ θεολογία τὰ μὲν ἡνωμένως παραδίδωσι, τὰ δὲ διακεκριμένως· καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν φησι θεμιτόν, οὔτε τὰ διακεκριμένα συγχεῖν· ἤγουν ἐπίσης τολμηρὸν τὸ τὰ ἡνωμένα διαιρεῖν, καὶ τὸ τὰ διακεκριμένα συγχεῖν· ὑμεῖς δὲ συγχεῖτε τὰ τοῦ Πατρὸς καὶ Υἱοῦ δύο πρόσωπα, μίαν λέγοντες ταῦτα πηγήν, μίαν αἰτίαν, μίαν ἀρχήν, καὶ ἕνα προβολέα καθ’ ὕπαρξιν τοῦ Πνεύματος· ὅτι οὐδὲν προσωπικὸν δυσίν, ἢ τρισὶ προσώποις κατηγορεῖται.

ΠΟΛ. Καὶ μάλα. ΙΩΣ. Ἤ τι ἂν ἔχοι Θεὸς καθ’ ὑπόστασιν, ὃ μὴ κυρίως ἔχει· ἢ μανίας ἂν εἴη προδήλου, τοῖς αὐτοῖς καὶ κοινωνεῖν καὶ διαφέρειν οἴεσθαι τὸν Πατέρα καὶ τὸν Υἱόν· καὶ τῆς ἴσης ἀτοπίας ἐστί, μόνον Υἱοῦ καὶ Πνεύματος αἴτιον ὄντα θεολογούμενον τὸν Πατέρα, μόνον τοῦ Υἱοῦ αὐτὸν ἀξιοῦν· καὶ τοῦ Υἱοῦ μόνον αἴτιον ὄντα, Υἱοῦ καὶ Πνεύματος ἄμα αἴτιον τοῦτον θεολογεῖν· ἀλλὰ τὸ μὲν τοῖς ἁγίοις δοξάζεται, τὸ δ’ ὑμῖν· οὐκ ἄρα μετὰ τοῦ Πνεύματος συμπεραίνετε.

ΛΑΤΙΝ. Σύνοιδα. ΙΩΣ. Εἰ γὰρ τὸ Πνεῦμα οὕτως ἐκ τοῦ Υἱοῦ, καθάπερ ἐκ τοῦ Πατρὸς προσωπικῶς ἔχει τὴν ὕπαρξιν, οὐκ ἀληθεύουσι κατ’ ἀνάγκην οἱ λέγοντες, μόνος ὁ Πατὴρ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἴτιος· καὶ εἰ οὕτως αἴτιος ὁ Πατήρ, ὡς γεννῶν ὁμοῦ καὶ προβάλλων, οὐχ οὕτω δὲ καὶ ὁ Υἱὸς αἴτιος, ἀλλὰ τρόπον ἕτερον, ἤγουν ὡς μόνον προβολεύς, πῶς οὐ πρόδηλον ὅτι δύο θεότητος αἴτιοι; εἰ δὲ καὶ πῇ μὲν ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος, πῇ δὲ οὐκ αἴτιος, ψεύδεσθαι πᾶσα ἀνάγκη τοὺς λέγοντας πάντα τοῦτον ἔχειν τὰ τοῦ Πατρός, πλὴν τῆς αἰτίας ἁπλῶς· καὶ τὸν Υἱὸν μὴ ἔχειν τὴν αἰτίαν τοῦ Πνεύματος.

Ἀλλ’ οὐδὲ τὸ λέγειν, ὅτι καὶ τὸ προβάλλειν ἦν ἂν κοινὸν καὶ τῷ Πνεύματι, εἰ μὴ ἀδύνατον ἦν ἐξ αὑτοῦ ἐκπορεύεσθαι, πρὸς ἀπολογίαν ἀρκεῖ· οὕτω γὰρ ἔξεστι πάντα μὲν λέγειν καὶ στέργειν, πάντα δὲ διαφεύγειν καὶ ἀπαρνεῖσθαι τὰ ἄτοπα, ἀπολογούμενον ἐφ’ ἑκάστου προχείρως, τὸ δῆθεν ἑκάστῳ ἁρμόζειν δοκοῦν· οἶον προσῆν ἂν καὶ τῷ Πατρὶ τὸ ἐκπορευτόν, εἰ μὴ ἀδύνατον ἦν ἐν τοῖς θείοις δύο εἶναι προβλήματα· προσῆν ἂν καὶ τῷ Υἱῷ τὸ γεννᾶν, εἰ μὴ ἀδύνατον ἦν τὸ καὶ ἐξ αὑτοῦ γεννᾶσθαι· προσῆν ἂν καὶ τῷ Πνεύματι τὸ γεννητὸν εἶναι, εἰ μὴ ἀδύνατον ἦν ἐν τοῖς θείοις δύο εἶναι Υἱούς· προσῆν ἂν καὶ τῷ δεῖνι τὸ δέ τι, εἰ μὴ τόδε τὸ ἄτοπον εἵπετο· καὶ ὅσα τούτοις παρόμοια.

Καὶ ταῦτα μὲν εἰρήσθω μοι συνηθέστερον. Εἰ δὲ δεῖ καὶ συλλογισμοῖς χρήσασθαι εἰς δεῖξιν τῶν ἐκ τοῦ σοῦ συμπεράσματος ἑπομένων ἀτόπων, ἰδοὺ λέγομεν, ὅτι τὰ πολυΰμνητα πρόσωπα τῆς πανταιτίου Τριάδος, τρία ὄντα οὐ πλείω, συναρίθμιον ἄλλο πρόσωπον ὁπωσοῦν οὐ προσδέχεται· ὁ δὲ καθ’ ὑμᾶς προβολεύς, οὔτε ὁ Πατήρ ἐστιν, ὅτι οὐ γεννᾷ· οὔτε ὁ Υἱός, ὅτι οὐ γεννᾶται· οὔτε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι οὐ προβάλλεται πρός τινος· ὃ δὲ μήτε Πατήρ ἐστι, μήτε Υἱός, μήτε Πνεῦμα, ἄτε τοῦτο τῆς θείας Τριάδος ὑπάρχον ἐκτός, θεότητος αἴτιον εἶναι, οὐκ ἄν τις τῶν ἀπὸ Χριστοῦ καλουμένων ἐρεῖ· ὃ δὲ μὴ θεότητος αἴτιον, οὐδ’ ὁθενοῦν ἐξ ἀνάγκης καθ’ ὕπαρξιν, οὐδενός ἐστι προβολεύς· οὕτω δὲ τοῦ καθ’ ὑμᾶς προβολέως ἀναιρουμένου, τὰ καθ’ ἡμῶν συμπεράσματα πάντα περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως οἴχεται.

Πάλιν, εἴπερ ἄλλο πρόσωπόν ἐστι τὸ γεννῶν, καὶ ἄλλο τὸ προβάλλον ἐν τῇ θείᾳ Τριάδι, καθάπερ ἄλλο τὸ ἐν ταύτῃ γεννώμενον, καὶ ἄλλο τὸ προβαλλόμενον· ὁ δὲ εἶς προβολεύς, ὥς φατε, οὐκ ἔστι πρόσωπον ἓν ἀδιαίρετον, οὐδὲ τῷ γεννῶντι προσώπῳ ταὐτόν, οὐδὲ τοῖς τῆς Τριάδος προσώποις συναριθμούμενος· ἀλλὰ καὶ πρόσωπα δύο διῃρημένα, ᾖ πρόσωπα, καὶ ἐκ δύο προσώπων ἰδίως αὐτὸς καθ’ αὑτὸν συνιστάμενος· πρόδηλον, ὅ φασι, καὶ τυφλῷ, ὅτι οὔτε γεννῶν ἐστι πρόσωπον οὗτος οὔτε γεννώμενον· οὔτε προβάλλον, οὔτε μὴν προβαλλόμενον· εἰ δὲ μηδέν ἐστι τούτων, λοιπὸν ὁ παρ’ ὑμῶν πιστευόμενος προβολεὺς ἐκ τῆς θείας Τριάδος ἀνὰ κράτος ἠφάνισται.

Αὖθις, εἴπερ οὐκ ἔστι πρόσωπον ὁ εἷς προβολεὺς καθ’ αὑτὸ ἐνυπόστατον, ἀλλὰ τῆς πατρικῆς καὶ υἱϊκῆς ὑποστάσεως ὑποστατικὴ μία δύναμις, ὁ μὲν Υἱὸς ἐξ ἑνὸς μόνου προσώπου γεννᾶται, τοῦ Πατρὸς δηλαδή· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ προσώπου τινός, ἀλλ’ ἐκ δύο προσώπων μιᾶς δυνάμεως ὑποστατικῆς ἐκπορεύεται· καὶ οἱ λέγοντες τοῦτο πρόσωπον ἐκ προσώπου, ἣ ἐξ ὑποστάσεως εἶναι ὑπόστασιν, τῆς ἀληθείας διαμαρτάνουσι· κατὰ γὰρ τοὺς καινοὺς θεολόγους ὑμᾶς, καὶ ἐκ διαφόρων προόδων, ἀμέσου τε καὶ ἐμμέσου, ἓν πρόσωπον ἔσται τὸ Πνεῦμα, καὶ διάφορα ἕξει πρόσωπα αἴτια.

Πρὸς δέ, τὸ ἐν τῇ θείᾳ Τριάδι θεωρούμενον ἓν πρόσωπον ὁ Υἱός, τὸ αὑτό ἐστι καὶ προβολεύς, καὶ Υἱός; ἢ ἄλλος ἐστὶν ὁ Υἱὸς ἰδίως, καὶ ἄλλος ὁ προβολεὺς καθ’ αὑτόν; εἰ μὲν τὸ αὐτό ἐστι καὶ προβολεὺς καὶ Υἱός, καὶ ὁ προβολεὺς Υἱὸς ἔσται, καὶ ὁ Υἱὸς προβολεύς· εἰ δὲ ἕτερος μέν ἐστιν ὁ εἷς Υἱὸς τοῦ Θεοῦ, καὶ ἕτερος ὁ εἶς τοῦ Πνεύματος προβολεύς, ὅτι ὁ μὲν Υἱὸς γεννᾶται πρὸς τοῦ Πατρός, ὁ δὲ προβολεὺς οὐ γεννᾶται παρά τινος· λοιπὸν ὥσπερ ὁ εἶς προβολεὺς οὐκ ἔστιν υἱός, ἄλλος γάρ ἐστι παρὰ τὸν ἕνα Υἱόν, οὕτως οὐδὲ ὁ εἶς Υἱός ἐστι προβολεύς· ἄλλος γάρ ἐστι παρὰ τὸν ἕνα προβολέα· εἰ δὲ ἄλλος, οὐδαμῶς ἐστιν ὁ Υἱὸς προβολεὺς τοῦ Πνεύματος καθ’ ὑπόστασιν.

Ἔτι, ἐν τοῖς θείοις προσώποις, εἶς ἐστιν ὁ Πατήρ, καὶ εἶς ἐστιν ὁ Υἱός, καὶ εἷς ἐστιν ὁ τοῦ θείου Πνεύματος προβολεὺς καθ’ ὑπόστασιν, οὐ δύο πατέρες, οὐ δύο υἱοί, οὐ δύο οἱ τοῦ Πνεύματος καθ’ ὕπαρξιν προβολεῖς· εἰ δὴ ταῦτα τοῖς ἅπασιν ὡμολόγηται, καὶ οὐδεὶς ἀντιλέγει, ἐκεῖνο λοιπὸν τοῦ δυναμένου καλῶς ἀπαντῆσαι πυνθάνομαι, ὁ παρ’ ὑμῶν ἐν τῇ θείᾳ Τριάδι πρεσβευόμενος εἶς προβολεύς, εἶς μόνος αἴτιος, καὶ ἄλλος οὐδεὶς ἐν ταύτῃ ἐστίν, ἢ παρὰ τὸν ἕνα αἴτιον τοῦτον, ἔστι καὶ ἄλλος αἴτιος ἐν αὐτῇ;

εἰ μὲν ἔστι καὶ ἄλλος αἴτιος παρὰ τοῦτον, δύο ἐν τοῖς θείοις προσώποις αἴτιοι· καὶ ψεύδονται οἱ κηρύττοντες θεολόγοι, τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον· καὶ εἶς παρ’ ἡμῖν, ἀμφοῖν τοῖν προσώποιν αἴτιος ὁ Πατήρ· καὶ μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος ὁ Πατήρ· καὶ ὅσα τούτοις ἐφάμιλλα· εἰ δὲ οὐκ ἔστι καὶ ἄλλος, λοιπὸν ὁ προβολεὺς οὗτος, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἴτιος ἔσται μόνος· καὶ ὁ Υἱὸς οὐ μόνον ἐκ τοῦ Πατρός, ἀλλὰ καὶ ἀφ’ ἑαυτοῦ ἔχει τὴν γέννησιν· καὶ τῷ ἑνὶ τούτῳ αἰτίῳ· συναίτιός ἐστι τῆς ἰδίας ὑπάρξεως, καὶ αἴτιος καὶ αἰτιατός, καὶ Πατὴρ καὶ Υἱὸς ἑαυτοῦ· κἂν δύο προσώπων ἐστὶ προβολεύς, καὶ ὁ Υἱὸς ἔσται πρόβλημα, ὡς οὐκ ἐκ Πατρός, ἀλλ’ ἐκ προβολέως γεννώμενος· κἂν ἑνὸς μόνου προσώπου, δυὰς ἡμῖν ἡ Τριὰς ἀναφαίνεται· τοὐτέστιν εἶς προβολεύς, καὶ ἓν πρόβλημα· κἂν μὴ μόνον προβολεύς, ἀλλὰ καὶ Πατὴρ καὶ Υἱὸς ὁ αὐτὸς καὶ εἶς λέγεται, τριπλοῦς καὶ ὁ τοῦ Υἱοῦ, καὶ ὁ τοῦ Πνεύματος αἴτιος· ὧν τί γένοιτ’ ἂν ἀτοπώτερον;

Ἔτι, εἴπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς δύο δυνάμεις ἔχουσιν ὑποστατικάς, εἰ μὲν μόνον δυνάμεις εἰσὶν αἱ ὑποστατικαὶ τούτων δυνάμεις, οὐχὶ δὲ καὶ πρόσωπα, οὔτε ἐκ τοῦ προσώπου τοῦ πατρικοῦ ὁ Υἱὸς γεννᾶται, οὔτε ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· εἰ δὲ καὶ τὰ πρόσωπα δυνάμεις εἰσί, καὶ αἱ δυνάμεις πρόσωπα, ἐπεὶ τὰ μὲν πρόσωπα τρία, δύο δὲ ἐν τοῖς δυσὶ τούτων αἱ ὑποστατικαὶ δυνάμεις, πεντὰς ἄρα προσώπων, καὶ πεντὰς δυνάμεων, ἐν τῇ Τριάδι θεωρηθήσεται· καὶ ἑνὸς ἀτόπου δοθέντος, πολλὰ τὰ ἄτοπα ἕψεται.

Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον, καθ’ ὕπαρξιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὁ μὲν Υἱὸς καθὸ αἰτιατός, καὶ ἐξ ἑνὸς μόνου προσώπου, καὶ ἐκ μιᾶς ὑποστατικῆς δυνάμεως, αἰτιατὸν ἔσται μόνος, τὸ δὲ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ δύο προσώπων, καὶ ἐκ μιᾶς ὑποστατικῆς δυνάμεως, αἰτιατὸν ἔσται μόνον· καὶ τούτων οὕτω πιστευομένων, δύο μὲν αἴτια τοῦ Υἱοῦ, τρία δὲ τοῦ Πνεύματος δοξασθήσεται· καὶ δύο προσώπων ἐν τῇ θείᾳ Τριάδι αἴτια πέντε, ἀνθ’ ἑνὸς εἰσαχθήσεται.

Ἀλλ’ ἄτοπά σοι ταῦτα δοκεῖ; ἀλλὰ ταῦτα καὶ ἄλλα μυρία συνάγεται, ἐκ τοῦ πιστεύειν τὸν Υἱὸν καθ’ ὑπόστασιν αἴτιον εἶναι τοῦ Πνεύματος· καὶ ἄλλως οὐκ ἔστι φυγεῖν τὸν τοσούτων ἀτόπων ἐσμόν, εἰ μὴ τῷ δοξάζειν μόνον αἴτιον τὸν Πατέρα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος.

ΛΑΤΙΝ. Ἔστω· τί δὲ ἄλλο ἡμῖν περὶ δογμάτων ἐγκαλεῖν ἔχετε; ΙΩΣ. Εἰ περὶ τὸ καίριον συμφωνήσομεν, ἔσται τις ἡμῖν καὶ περὶ τῶν ἄλλων ἐλπίς· τοῖς δὲ οὔπω περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως συμφρονήσασιν, εἰκαῖον ἡγοῦμαι περὶ ἑτέρων συζητεῖν.

ΠΡΕΣ. Συνίημι ὃ φής· καί γε τοὺς τῆς σῆς πατρότητος λόγους ἀγάμενος ἐπαινῶ· εἰσὶ γὰρ τῳόντι ἀνδρὸς λόγοι γενναίου, καὶ φιλεῖν εἰδότος ὡς χρή, καὶ δυναμένου παραινεῖν ἃ συνοίσει, καὶ τί ἄλλο, ἢ χρηστῆς διανοίας γεννήματα; πλὴν εἰς τὴν ἐπιοῦσαν, καὶ αὖθις παραβαλοῦμέν σοι· ἀναγκαῖον γὰρ ἔμοιγε τοῦτο δοκεῖ, καὶ καλόν, καὶ τῶν ὅτι μάλιστα λυσιτελεστάτων· καί, ὅ φασι, μέλιτος μυελὸς τὸ συνεῖναί σοι.

ΙΩΣ. Τῷ Θεῷ χάρις. Ἀμήν.