Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Έναρξη του τρίτου διαλόγου και ιστορικά αίτια του σχίσματος

Χρονολόγηση της διαιρέσεως των Εκκλησιών, επισήμανση της προσθήκης στο Σύμβολο της Πίστεως ως κύριου αιτίου του σχίσματος και εκκλήσεις για αποκατάσταση της συνοδικότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 7 από 10

ΤΟΥ ΑΥΤΟΥ ΔΙΑΛΕΞΙΣ Γʹ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΚΠΟΡΕΥΣΕΩΣ Μετὰ τῶν ἐν Κωνσταντινουπόλει λατινοφρόνων· ὧν τὰ ὀνόματα οὐ γέγραπται, ὡς ἔτι ζώντων, καὶ δυναμένων ἐφ’ οἷς φρονοῦσι μεταβαλέσθαι ΛΑΤΙΝΟΦΡΩΝ. Ὑγιαίνοιτε, χαίροιτε, σῴζοισθε.

ΙΩΣ. Καὶ αὐτὸς ταῦτα κτήσαιο. ΛΑΤΙΝ. Εἴπατε δή μοι τί πρὸς ἀλλήλους νῦν διελέγεσθε; καὶ γὰρ ἐν τῷ ὑπερβαίνειν με τὸν τῆς κέλλης ταύτης οὐδόν, τῶν μὲν ὑμετέρων ᾐσθόμην φωνῶν, οὐ μὴν δὲ καὶ συμβαλεῖν ἠδυνήθην τῶν λεγομένων τὸν νοῦν.

ΙΩΣ. Ἐγὼ πρὸς τὸν ἄρχοντα τοῦτον ἐλάλουν ἁπλῶς, ὅτι ὅσον εἰς τὴν ἡμῶν ἤκει γνῶσιν, ἀναφαίνεται σήμερον (ἥγουν τῇ ἑνδεκάτῃ τοῦ Νοεμβρίου μηνός, κατὰ τὸ ἑξακισχιλιοστόν, ἐνακοσιοστὸν τριακοστὸν πρῶτον ἕτος ἀπὸ κτίσεως κόσμου, ἀπὸ δὲ Χριστοῦ χιλιοστὸν τετρακοσιοστὸν εἰκοστὸν τρίτον, ἰνδικτιῶνος πρώτης) ὡς ἡ μὲν μεγαλόπολις αὕτη ἐστὶ τεττάρων πρὸς τοῖς ἑκατὸν καὶ χιλίων ἐτῶν· ἡμεῖς δέ, Ῥωμαῖοι, φημί, καὶ Λατῖνοι, τρία πρὸς τοῖς χιλίοις ἕτη ὑπήρχομεν ἡνωμένοι· εἴκοσι δὲ πρὸς τοῖς τετρακοσίοις ἐσμὲν ἐσχισμένοι.

Ἐγεννήθη γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἔτει ἀπὸ κτίσεως κόσμου πεντακισχιλιοστῷ πεντακοσιοστῷ ἑβδόμῳ· ἐσταυρώθη δὲ ἔτους ἐνισταμένου τεσσαρακοστοῦ πρὸς τῷ πεντακοσιοστῷ καὶ πεντακισχιλιοστῷ. ΛΑΤΙΝ. Ἔστω ταῦτα ὡς γέγονε· πλὴν ἐπεὶ σχίσματος ἐμνήσθης, εἰπέ μοι τίς ἡ αἰτία τοῦ σχίσματος;

ΙΩΣ. Ὅτι ὅπερ ὁ Κύριος σεσιώπηκεν ὑπὲρ ἑαυτοῦ, ὑμεῖς προφανῶς διαγγέλλετε, καὶ προσθήκην εἰσάγετε, ἣν οἱ θεῖοι πατέρες οὐκ ἔθεντο. ΛΑΤΙΝ. Ἀλλὰ πρὸς τὸ προσθῆναι ὃ λέγετε, ἤρκεσεν ἡ τοῦ Ῥώμης ἀρχιερέως ἐξουσία.

ΙΩΣ. Πρὸς τὸ λυθῆναι μᾶλλον εἰπὲ τὴν τῶν Ἐκκλησιῶν ἕνωσιν, ἤρκεσεν ἡ τοῦ πρώτου... ἀλλ’ ἐγὼ μὲν οὐκ ἄν ποτε περὶ αὐτοῦ φθέγξασθαί τι βλάσφημον προαχθείην· θέλετε δὲ γνῶναι σαφέστατα, ὅτι ἡ προσθήκη αὕτη, περὶ ἧς πρὸς ἀλλήλους διαφερόμεθα, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἴδε δή, σύνετε, κρίνατε.

ΛΑΤΙΝ. Τὸ τί; ΙΩΣ. Ὅτι πᾶν τὸ ἐκ Θεοῦ εἰς ἡμᾶς, ἢ δι’ ἀγγέλων, ἢ δι’ ἀνθρώπων γινόμενον, οὐ βλάπτει, ἀλλ’ ὠφελεῖ· συνάπτει τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, οὐ διαιρεῖ· σῴζει χριστιανούς, οὐκ ἀπόλλυσιν· αὕτη δέ, ἰδοὺ ἐπὶ τόσα καὶ τετρακόσια ἕτη, ἔβλαψε πάντας, οὐδένα ὠφέλησε· διέσχισε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, οὐχὶ συνῆψε· πρὸς δὲ καὶ μυρίους ἀπόλλυσι, καὶ τοῖς δαίμοσι προδηλότατα συνεργεῖ. Ἄρατε τοίνυν ταύτην ἐκ μέσου, καὶ δίχα πάσης ἀντιλογίας, καὶ πραγμάτων ἀμφιβολίας, καὶ χρονικῶν περιόδων, καὶ φροντίδων καὶ μόχθων ἑνωθησόμεθα· τίς χρεία λόγων μακρῶν καὶ ἀνωφελῶν;

ΛΑΤΙΝ. Ἐὰν δὲ ἀληθὴς ᾗ; ΙΩΣ. Ἔστω ἀληθὴς αὕτη, ἔστω ψευδής, ἐπειδὴ ὁπωσδήποτε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν σχίζει, μερίζει, διίστησιν, ἐκβληθήτω ἡ τόσους ἀπολλύουσα. Ἔτι πολλοῖς ἀμφιβάλλεται, εἰ ἄρα μετὰ τῆς ἀληθείας ἵσταται· πλὴν ἔστω δίχα τινὸς λόγου, ἀληθεστάτη καὶ ἀναμφίβολος, ἐπεὶ τὸν τῆς πίστεως θεμέλιον διασείει, τιμάσθω σιγῇ· πόσα εἰσὶν ἐν τῷ Θεῷ δόγματα σιωπώμενα; ἀλλ’ οὐδεὶς χριστιανῶν ὑπόκειταί τινι δίκῃ, ὅτι μὴ ταῦτα ἐπ’ ἐκκλησίας κηρύττει, καὶ παῤῥησίᾳ ὁμολογεῖ· ἐῤῥίφθω δήπου καὶ αὕτη ἐν τῇ ἀβύσσῳ ἐκείνῃ τῶν τοῦ Θεοῦ ἀποκρύφων, καὶ μενέτω ἀπρόϊτος ἕως ἡμέρας τῆς τῶν ἁπάντων ἀποκαλύψεως· καὶ ὥσπερ διὰ τὸ σῷσαι σκάζοντάς τινας περὶ τοῦ Υἱοῦ οἰκονομικῶς προσετέθη, ὡς λέγετε, οὕτως ἐκβληθήτω καλῶς δι’ οἰκονομίαν, ἵνα μυρία γένη τῷ Ῥώμης ὑποταγῇ. Οὐ γὰρ ἀπλῶς πᾶσαν προσθήκην ποιεῖν αὐτῷ ἔξεστιν, οὔμενουν· ἀλλὰ τὴν συμφέρουσαν· καὶ σκοπεῖτε.

Εἰ μὲν ὅσα ἔξεστι τούτῳ, καὶ πᾶσι συμφέρει καλῶς· εἰ ὅσα τούτῳ ἔξεστι πράττειν, πάντα τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν οἰκοδομεῖ· εἰ τὸ ἑαυτοῦ ζητεῖν ἐπιτάττει, καὶ μὴ τὸ τῶν ἁπάντων συμφέρον· εἰ μόνον διὰ τὸ ἐκδικεῖν τὸ ἑαυτοῦ μεγαλεῖον, εἰς τὸν ἀποστολικὸν ἐκεῖνον ἵδρυται θρόνον· εἰ πάντα ὅσα θελήσει ὡς πρῶτος, καταρτίζει οὐ καθαιρεῖ, στερκτέα τοῖς πᾶσι, καὶ προσκυνήσεως ἄξια· «εἰ δὲ πάντα μοι ἔξεστι, φησί που τὸ σκεῦος τῆς ἐκλογῆς, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ», καὶ τούτοις ἐχόμενον ἐπιφέρει, «μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος πρὸς τὸ συμφέρον»· καὶ νῦν μέν, περὶ τῆς ἐξουσίας ἧς ἔδωκεν ἡμῖν ὁ Κύριος, εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν· νῦν δέ, «οὐκ ἐχρησάμην, λέγει, τῇ ἐξουσίᾳ, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ»· νῦν δέ, «οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ»· καὶ ὅτι «Χριστὸν μὲν Κύριον κηρύττομεν, ἡμᾶς δὲ αὐτοὺς δούλους ὑμῶν διὰ Χριστόν»· νῦν δέ, «εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω»· μιμείσθω καὶ αὑτὸς τὸν ἀπόστολον, καὶ ἐξουσίαν ἔχων, ἢ μὴ κεχρήσθω ταύτῃ ἐφ’ οἷς οὐ προκόπτει τὸ Εὐαγγέλιον, ἢ κεχρήσθω μέν, πλὴν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν· ὡς τό γε νῦν ἔχον, τί τὸ ἐκ τῆς ἀδουλώτου ταύτης περιωπῆς ἐκείνῳ προσγινόμενον κέρδος;

οὐ συνορῶ. Πόσα τῶν ἀποστόλων πέπονθεν ἕκαστος, ὥστε μίαν κερδᾶναι ψυχήν; οὐ πᾶσι γέγονε πάντα, ὁ λέγων μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, ἵνα τοὺς πάντας, ἢ τοὺς πλείονας σῴσῃ, ἢ πάντως τινάς; οὐχὶ ἐξύρατο; οὐχὶ ἔθυσεν; οὐ περιέτεμε τὸν Τιμόθεον; Εἰ δὲ αὐτὸς οὗτος πάλιν ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ἀνέρχεται πρὸς τοὺς πρὸ αὐτοῦ ἀποστόλους, καὶ κοινοῦται τούτοις τὸ Εὐαγγέλιον, μήπως εἰς κενὸν τρέχει, ἢ ἔδραμε; καί γε ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος, ἀποστέλλεται μὲν παρ’ αὐτῶν εἰς Σαμάρειαν μετὰ Ἰωάννου, διορθούμενος δὲ παρὰ Παύλου ἀνέχεται, καὶ ἐπιτιμώμενος σιωπᾷ, καὶ τοῖς συνοδικῶς παρὰ τοῦ Θεαδέλφου ῥηθεῖσιν ἕπεται, κἂν πᾶσα ἡ Ἐκκλησία συνέλθῃ καὶ ἀποκαλυφθῇ τῷ ἐσχάτῳ, οἱ πρῶτοι σιγάτωσαν ἤκουσε, καὶ τῆς δεσποτικῆς φωνῆς μέμνηται κελευούσης «ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι, πάντων ἔσχατος, καὶ πάντων διάκονος ἔστω»· καὶ εἰ δοῦλον τῶν δούλων τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζει, ἔργοις τοὺς λόγους πιστούσθω, καὶ πάντα ποιείτω πρὸς καταρτισμὸν τῶν Ἐκκλησιῶν· οὕτω γὰρ δοξασθήσεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα.

ΛΑΤΙΝ. Ἡμῖν μικρόν, ἢ οὐδὲν εἶναι δοκεῖ τὸ προστιθέναι τι τὸν ἄκρον ἀρχιερέα, ἐν οἷς ἂν βούληται. ΙΩΣ. Ἀλλ’ εὖ ἴστε, ὅτι τὸ κατὰ τὴν προσθήκην ἔγκλημα τοῦτο, τοῦ κατὰ τὴν ἀφαίρεσιν τολμήματος οὐδὲν ὑστερεῖ εἰς μετάθεσιν πίστεως· ἐπεὶ ὁ εἰπὼν μὴ ἀφέλῃς, ἐν τούτοις τὸ μὴ προσθήσῃς τούτου προέταξεν. Ἀλλὰ καὶ ἀμφότερα ταῦτα τῆς τῶν παραδεδομένων μεταποιήσεως, ἢ διαφορᾶς, οὐδέν, ἢ μικρὸν διενήνοχε· προσθήκη γάρ, ἢ ἀφαίρεσις, ἢ μεταποίησις, ἢ διαφορά, μὴ μόνον τὸ δέ τι δόγμα, ἢ τὴν δέ τινα πίστιν, ἀλλὰ καὶ πᾶν πρᾶγμα, ᾧ ἐὰν ἐπιγένηται, ἀλλοιοῖ καὶ μεθίστησι. Διά τοι τοῦτο, αὐτοὶ μὲν ὀφείλετε τὴν προσθήκην ταύτην ἐκ τοῦ μέσου ποιῆσαι, ὃ καὶ δίκαιόν ἐστι, καὶ δυνατόν, καὶ ῥᾷστον, καὶ συμφέρον, καὶ ἔνδοξον· ἐπεὶ καὶ ὑμεῖς αὐτὴν προσεθήκατε· καὶ ὅτι οὔτε τις τῶν ἀρχαίων συνόδων, οὔτε τις τῶν ἁγίων πατέρων̣ ἠπείλησεν ἀνάθεμα, ἢ καθαίρεσιν τοῖς μὴ φρονοῦσι καὶ ἐκ τοῦ Υἱοῦ προσωπικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι· ἡμᾶς δὲ ταύτην προσδέξασθαι, καὶ ἡ ἐπὶ τετρακόσια καὶ χίλια ἕτη παραταθεῖσα εὐσέβεια, καὶ τῶν οἰκουμενικῶν ἑπτὰ συνόδων οἱ ὅροι, καὶ τῶν ἁγίων οἱ λόγοι κωλύουσι.

ΛΑΤΙΝ. Ταὐτὸν εἰπὼν τῇ προσθήκῃ τὴν ἀφαίρεσιν δύνασθαι, πῶς συμβουλεύεις ἡμᾶς ἀφαιρεῖν; ΙΩΣ. Ὃ προσεθήκατε, εἶπον· ἐπεὶ οὔτε προσθήκην ἡμεῖς αἰτοῦμεν γενέσθαι, οὔτε πάλιν ὑφαίρεσιν, ἀλλ’ εἰς τὸ πατροπαράδοτον ἐκεῖνο, ἐν ᾧ χίλια ἕτη ἓν ἦμεν οἱ πάντες ἀποκατάστασιν.