Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Ζητήματα θείας οικονομίας και εσχατολογίας

Θεολογικές απαντήσεις σε ερωτήματα για τον χρόνο έλευσης του Χριστού, την αναμονή της κοινής ανάστασης, τον θάνατο των δικαίων και τον ρόλο των θαυμάτων στο σχέδιο της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 7

ΑΣΕΒΗΣ. [25] Καὶ πῶς ἐμοῦ ταῦτα πολλοὺς πολλάκις πυνθανομένου, οὐδεὶς οὕτω μοι, ὥσπερ σύ, ἀπεκρίνατο, ἀλλ’ οἱ μὲν ἐβλασφήμουν εἰς τὸν Προφήτην, οἱ δὲ ἀναισχύντως ἐμὲ μόνον ὑβρίζοντες, ἐδόκουν ἐν τούτῳ τῆς ἀγνωσίας ἀποφεύγειν τὸν ἔλεγχον, οἱ δ’ ἄλλ’ ἀντ’ ἄλλων ἐλάλουν, ὥστε μόνον δοκεῖν ἀποκρίνεσθαι;

ΕΥΣΕΒΗΣ. Ἴσως ἀνδρὶ οὐκ ἐνέτυχες τοὺς τῆς ἀληθείας λόγους ἐπισταμένῳ· ἐπεὶ ταῦτά σοι ἢ ταὐτὰ τούτοις κἀκεῖνος ἂν ἀπεκρίνατο. ΠΛΑΝΟΣ. Ὡς ταῦτα εἰκότα γε φής, συναινέσαιμι <ἄν>. [26] ἀλλ’ ἐκεῖνο φράσον· τίνι λόγῳ τὴν τοῦ Ἀδὰμ μετάνοιαν ὁ Θεὸς οὐκ ἐδέξατο, ἔτη ἐνακόσια τριάκοντα προσκλαίοντος αὐτῷ, μᾶλλον δὲ παρὰ πᾶσαν αὐτοῦ τὴν ζωήν; ἥτις, εἴγε εὐπρόσδεκτος γέγονε, τὰ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ἐνέλιπε πάντως.

ΑΗΘΗΣ. Ὁπόταν ἡ μετάνοια πόρρω που τῆς ἁμαρτίας ἀφιστᾷ τὸν μετανοοῦντα, τηνικαῦτα καὶ μετάνοια εἰκότως ἂν ὀνομάζοιτο· ἡνίκα δὲ πρὸς αὐτὸ ἐπανάγῃ τὸ πρᾶγμα ἢ τὸν τρόπον ἢ τὸν τόπον, ἐν ᾧ ὑποστρέψας ὁ δῆθεν μετανοῶν τοῖς προτέροις ἢ καὶ χείροσι περιπεσεῖται κακοῖς, οὐκέτ’ ἂν μετάνοια λέγοιτο. ἐπεὶ οὖν ὁ Ἀδὰμ μετὰ τὴν παράβασιν, τοῦ ξύλου τῆς ζωῆς ἐφιέμενος, τὸν παράδεισον ἐπεζήτει, ἐξ οὗπερ εἴ γε συνεχωρήθη μεταλαβεῖν, ἀθάνατος ἔμελλε μένειν ἁμαρτωλός, διὰ τοῦτο παρεωρᾶτο μετανοῶν. ἔτι πᾶς ἁμαρτάνων, πρός τι προσπαθῶς ἔχων, τὴν ἁμαρτίαν ἐργάζεται καὶ πᾶς δικαίως τινὸς ζημιούμενος, τοῦ πρὸς ὃ προσπαθῶς ἔχει τὴν ζημίαν ὑφίσταται, ἥτις οὐ ζημία, ὥσπερ δοκεῖ, ἀλλὰ παιδεία καὶ νουθεσία ἐστίν. εἰ οὖν μετὰ τὴν στέρησιν τοῦ πρὸς ὃ τὴν προσπάθειαν κέκτηταί τις προσκλαίει δῆθεν μετανοῶν ἐπὶ σκοπῷ τοῦ συγχωρηθῆναι πάλιν ἐπαπολαύειν τοῦ ποθουμένου, οὐ μετάνοια τοῦτο ἀλλὰ προσπάθεια ἄντικρυς· εἰδεμή, παραχωρήσωμεν καὶ τῷ ἅρπαγι ὧν ἥρπασε χρημάτων, καὶ τῷ μοιχῷ τῆς μεμοιχευμένης πρὸς αὐτοῦ, καὶ παντὶ τῷ μετὰ τὴν δίκαιον τιμωρίαν μετανοοῦντι ἐπαπολαύειν ὧν ἐνδίκως τιμωρούμενος ἐζημίωται.

ΙΣΜΑΗΛ. Καλῶς τοῦτο λέλυται· [27] διατί δὲ μὴ πρὸ πεντάκις χιλίων ἐτῶν τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐποίησεν, ἀλλ’ ἐπ’ ἐσχάτων τῶν χρόνων; ΧΡΙΣΤΙΑΝΟΣ. Ὅτι, καθάπερ ἄριστος ἰατρὸς οὐχ ὅταν τὸ πάθος αὔξησιν ἔχῃ τὴν ἔμπλαστρον τίθησιν, ἀλλ’ ὅταν πᾶσαν ἐκρήξῃ κακοχυμίαν, οὕτω καὶ ὁ θεὸς ἀνέμενε παραχωρῶν πᾶσαν τελεσθῆναι κακίαν καὶ οἱονεὶ τὸ τραῦμα κορυφωθῆναι καὶ τότε τὴν ἰατρείαν ἐπαγαγεῖν· ἐπεὶ τὰ μεγάλα τῶν νοσημάτων καὶ πολλοῦ χρόνου δεῖται πρὸς θεραπείαν καὶ μακρᾶς διαίτης καὶ μειζόνων βοηθημάτων. ὥστε ὁ ἁρμοδιώτατος καιρὸς τῆς ἐνσάρκου οἰκονομίας τὸ πεντάκις χιλιοστὸν πεντακοσιοστὸν ἕβδομον ἔτος ἦν.

ΤΑΛΑΣΙΜΑΝΗΣ. Εἶεν· [28] ἵνα τί οὖν, θεὸς ὢν πανσθενέστατος, εἰς τόνδε τὸν κόσμον παραγενόμενος μὴ πάντας ἠφάνισε τοὺς μὴ ὄντας θεούς; ΜΟΝΑΧΟΣ. Τοῦτο, κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται· ὅτι οὐκ ἦν τόπος ἢ χώρα ἢ πόλις ἢ νῆσος ἢ λιμὴν ἢ ἐσχατιά, ὅπου οὐκ ἦν βωμὸς τῶν εἰδώλων. καὶ πάλιν οὐκ ἦν βασιλεὺς ἢ τύραννος ἢ σατράπης, ὃς μὴ διαφέροντας τοῖς ἄλλοις θεοὺς ἡγεῖτο καὶ προσεκύνει. ἀλλὰ πάντας ἐκείνους ἐλθὼν ὁ Χριστὸς τούς τε βωμοὺς ἠφάνισε καὶ τὴν πολυθεΐαν κατήργησε καὶ εἰς μίαν πίστιν ἅπαντας ἀγαγών, ἕνα θεὸν ἡγεῖσθαι καὶ προσκυνεῖν διδάξας, πᾶσαν τὴν γῆν ἄρδην τῆς ἑαυτοῦ δόξης ἐπλήρωσε.

ΚΑΡΜΙΑΝΟΣ. [29] Καὶ διατί, ὥσπερ τὸν τύραννον ἔδησε καὶ τὴν εἰδωλολατρίαν κατήργησε, μὴ καὶ τοὺς τῆς ἐκκλησίας αὐτοῦ διώκτας ἀφανισμῷ παραδίδωσι; ΒΡΥΕΝΝΙΟΣ. Ὅτι οὔπω τῆς κρίσεως ὁ καιρὸς οὐδὲ βιάζεται τὴν ἀρετὴν οὐδὲ τὴν κακίαν κωλύει· καὶ πρὸς τούτοις, ὅτι διὰ τῶν φαύλων πάντοτε τὰ καλὰ καὶ δείκνυται καὶ θαυμάζεται. ἕκαστον δ’ αὐτὸ καθ’ αὑτὸ καὶ μόνον φαινόμενον περιττὸν εἶναί τι καὶ ἀχρεῖον δοκεῖ· εὐθὺς γὰρ τοῦ σκότους ἡ ἀμορφία τὴν τοῦ φωτὸς καλλονὴν ἐμφαίνει τὰ μάλιστα καὶ τῆς ὑγείας τὸ χρήσιμον ὅσον ἡ τυραννὶς τῆς νόσου παρίστησι καὶ τὸ τῆς φρονήσεως ἀναγκαῖον ἡ τῆς ἀγνωσίας δείκνυσιν ἀβελτηρία καὶ τῆς ὀρθοδοξίας τὸ χρῆμα οἱ κατὰ καιροὺς αἱρετικοὶ διελέγχουσιν ὡς ἐξαίρετον καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον ἡ τῶν ἐναντίων ἐπίθεσις φανεροῖ. χρὴ γὰρ καὶ αἱρέσεις ἐν αὐτῇ πάντως εἶναι, ἵνα οἱ δόκιμοι φαίνωνται.

ΙΣΜΑΗΛ. Ἔστω ταῦτα ὡς θέλεις· [30] διατί οὖν λέγετε ὅτι τὴν κατάραν ἔλυσε καὶ τὸν θάνατον κατήργησεν ὁ Χριστός, πάντων πάλιν ἀποθνῃσκόντων ὡς πρότερον; ΙΩΣΗΦ. Διὰ τὴν τοῦ κυριακοῦ σώματος ἀνάστασιν καὶ διὰ τὴν τῶν ψυχῶν ἐκ τοῦ ᾅδου λύτρωσιν καὶ πρὸς τὸν οὐρανὸν ἀνάβασιν, οὐ μόνον τῶν τότε κατὰ τὴν ἡμέραν τῆς αὐτοῦ ἀναστάσεως ἀπολυθεισῶν ἀλλὰ καὶ τῶν μετέπειτα, ἔτι δὲ διὰ τὴν ἀνάστασιν τῶν ἐν τῇ σταυρώσει αὐτοῦ καὶ εἰς ὕστερον ἀναστάντων νεκρῶν διὰ τῶν ἁγίων αὐτοῦ προφανῶς καὶ τῆς τοῦ θανάτου πρὸς τῶν μαρτύρων αὐτοῦ καταφρονήσεως τῆς εἰσέτι καὶ νῦν γινομένης. ἄλλως τε δεῖ σκοπεῖν ὡς, εἴπερ τὸ ἐντὸς τῆς οἰκίας σκότος ὑποχωρεῖ τῇ τοῦ φωτὸς παρουσίᾳ καὶ τὰ βοηθητικὰ φάρμακα ὑπερνικᾷ τὴν προποθεῖσαν τῶν φθαρτικῶν δύναμιν καὶ τὰ ναρκήσαντα τῶν σωμάτων τῷ κρύει τῇ τοῦ θερμοῦ πάλιν ἐπελεύσει ζωογονεῖται, πολλῷ μᾶλλον τῇ τῆς αὐτοζωῆς πρὸς ἡμᾶς παρουσίᾳ καὶ κοινωνίᾳ ἀπελαθεῖεν ἂν ἀφ’ ἡμῶν ἥ τε κατάρα καὶ ἁμαρτία καὶ ὁ ταύτης ἀπόγονος θάνατος.

ΑΠΙΣΤΟΣ. [31] Τί οὖν; οὐκ ἀποθνῄσκετε πάντες οἱ χριστιανοὶ ὥσπερ καὶ οἱ πρὸ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἄνθρωποι; ΟΡΘΟΔΟΞΟΣ. Ναί, ἀποθνῄσκομεν καὶ τῇ γεννήσει πάντες λειτουργοῦμεν τὰ ὀφειλόμενα, ἀλλ’ οὐ καταβαίνομεν εἰς ᾅδου οὐδὲ κατεχόμεθα ἐκεῖ δέσμιοι ὡς τὸ πρότερον, ὅτε κατειχόμεθα τῷ θανάτῳ τῷ τῆς ἁμαρτίας ἐνεχόμενοι γραμματείῳ, ἀλλ’ εἰς τὸν οὐρανὸν ἀναβαίνομεν ὅπου ὁ Χριστὸς ἡμῶν ἐστι. θάνατος δ’ ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρῆταί τις μετὰ τὸ θανεῖν ἐπανελθεῖν εἰς τὴν ζωήν. ὁπόταν δὲ θανόντες μετὰ τὸ θανεῖν πάλιν ζῶμεν, καὶ ζωὴν τὴν ἀμείνω, οὐ θάνατος προδήλως τοῦτό ἐστιν, ἀλλὰ κοίμησις καὶ πρὸς τὴν ἀληθῆ ζωὴν πορεία καὶ ἐπανέλευσις. Πλὴν ἔσονταί τινες, οἳ καὶ τοῦτον ὃν βλέπεις θάνατον διαφεύξονται· ἀλλαγήσονται γὰρ ἀλλ’ οὐ κοιμηθήσονται.

ΑΣΕΒΗΣ. [32] Καὶ τί δήποτε μὴ καὶ τὸ σῶμα τοῦ Χριστοῦ τὰ σώματα τῶν δικαίων ἀνέστησεν, ὥσπερ ἡ ψυχὴ αὐτοῦ καταβᾶσα εἰς ᾅδου τὰς τῶν ἐκεῖσε πεπιστευκότων ψυχάς; ἢ διατί μὴ καὶ τῶν καθ’ ἑκάστην θνῃσκόντων ἀνίστησιν;

ΕΥΣΕΒΗΣ. Ὅτι δεῖ πάντας ἐν μιᾷ καιροῦ ῥοπῇ τελειωθῆναι, ἵνα μὴ οἱ μὲν πρὸ τοσούτων ἐτῶν ἀναπαύωνται ἢ καὶ κολάζωνται, οἱ δὲ τοῦ χρεὼν ἀπολείπωνται καὶ ἵνα μὴ ἡ συντέλεια καὶ ἡ ἀνάστασις καὶ ἡ κρίσις ἀπελπισθῇ.

ΠΛΑΝΟΣ. [33] Διατί μὴ πολλοῖς μετὰ τὴν ἀνάστασιν ὤφθη εἰς τοὐμφανές, ὥστε ταύτην τοῖς πᾶσι βεβαίως πιστώσασθαι; ΑΛΗΘΗΣ. Καὶ τοῦτο εἰργάσατο μάλα σαφῶς ἀναφανδὸν ἐπάνω πεντακοσίοις ὀφθεὶς ἀδελφοῖς, τοῖς ἀποστόλοις ἅπασι καὶ πολλοῖς τῶν ἁγίων· ἔφαγεν ἐνώπιον αὐτῶν, ἔπιεν, ἐψηλαφήθη, ὡμίλησε, συνεκάθησε πολλοῖς καὶ συνωδοιπόρησε, τὴν ἀνάστασιν πᾶσι πιστούμενος. εἰδεμή, πᾶσι, πιστοῖς καὶ ἀπίστοις, καινὸν οὐδέν· οὐδὲ γὰρ τοιαύτης ὀπτασίας ἄξιοι πάντες, ὥστε τὰ ἄφθαρτα καθορᾶν, καὶ ἵνα μὴ ἐντεῦθεν φαντασία νομισθῇ ἡ οἰκονομία, ἢ ψευδὴς ἡ σταύρωσις αὐτοῦ τοῖς χριστομάχοις ὑποπτευθῇ, καὶ ὅτι τὰ μὲν φθαρτὰ σώματα φαίνεσθαι μόνον οὐ μὴν δὲ καὶ μὴ φαίνεσθαι χάριν ἔχει, τὸ μέντοι σῶμα τὸ ἄφθαρτον καὶ ἀμφότερα.

ΑΧΑΙΜΕΝΙΔΗΣ. [34] Καὶ τίνος ἕνεκεν μὴ ἑαυτὸν ὀφθαλμοφανῶς τοῖς ἀνθρώποις δείκνυσι καὶ παρέχει ἑκάστῳ τὸ ὑποκορέννυσθαι τῇ ἁφῇ καὶ ὁράσει καὶ γνώσει; ΧΡΙΣΤΙΑΝΟΣ. Τοῦτο ἤδη πεποίηκε τῇ αὐτοῦ μέντοι ἐνανθρωπήσει, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς, καὶ εἰσέτι ποιεῖ μυστικωτέρῳ τρόπῳ, ὁρώμενος ἡμῖν καὶ ἀχωρίστως συνών, εἰ καὶ διὰ τὸ ἀμύητον εἶναί σε ὁ τρόπος οὗτος οὐκ εὐσύνοπτος.

ΤΑΛΑΣΙΜΑΝΗΣ. [35] Ἀλλ’ ὤφειλε μὴ μόνον ὡς ἄνθρωπος καὶ ἅπαξ ἀλλὰ καὶ ὡς θεὸς ἀεὶ φαίνεσθαι καὶ ἐνεργεῖν θεῖα πάντων ἐνώπιον, ἵνα μηδέν’ ἀφίῃ τῆς ἑαυτοῦ καταφρονεῖν ὑψηλότητος καὶ τοὺς μὴ ὄντας θεοὺς θεοὺς ἡγεῖσθαί ποτε.

ΜΟΝΑΧΟΣ. Ταῦτα πάντα μετὰ τὴν κρίσιν ἔσται ἁρμόδια. εἰ δὲ νῦν ταῦτ’ ἐποίει πρὸς τὸ φιλενδείκτης νομίζεσθαι, καὶ βίᾳ τὴν ἀρετὴν ἀφ’ ἡμῶν ἂν ἐπορίζετο καὶ τὴν αὐτεξουσιότητα ἀφῃρεῖτο ὁσημέραι τὴν ἡμετέραν, ἔτι δὲ τῆς ἑαυτοῦ φύσεως ἐξίστατο συνεχῶς παντοῖος γινόμενος, ἅτε πλείσταις ὑπείκων ὀρέξεσι. φύσει γὰρ ἀόρατος ὢν ἀναλλοίωτός τε ἀπρόσιτος καὶ ἐλεύθερος, εἴπερ τοῖς πᾶσιν, ὡς λέγεις, ἐφαίνετο καὶ προσιτὸς ἐγίνετο, ᾗ θεός, μεταβολὴν καὶ ἀλλοίωσιν τὴν ἐσχάτην ὑπέμενεν ἄν, τό γε ἀόρατον αὐτοῦ εἰς ὁρατὸν μετατρέπων, εἰς προσιτὸν τὸ ἀπρόσιτον καὶ τὸ κύριον φύσει εἰς δοῦλον, καὶ λοιπὸν ἀταξία καὶ σύγχυσις καὶ οὐδὲν μόνιμον παρ’ αὐτῷ ἑωρᾶτο καὶ πρὸς τούτοις ἓν ἐκ τῶν. δύο συνέβαινε πάντως, ἢ ἡμᾶς ἰσοθέους εἶναι τῇ θεωρίᾳ καὶ γνώσει, τῷ τὸν θεὸν ὡς ἔχει φύσεως καθορᾶν ἢ τὸ θεῖον αὐτὸ συγκατιέναι πᾶσιν ἡμῖν χωροῦσιν ἐπὶ τὰ χείρω καὶ ἀδεῶς ἁμαρτάνουσιν. ὁρᾷς ὅση κακία τὸ κρίνειν ἀκόλουθα λογισμοῖς ἀνθρωπίνοις τὰ θεῖα καὶ ὡς ἂν ἡ αὐτονομία τοῦ νοῦ βούλοιτο;

ΚΑΡΜΙΑΝΟΣ. Συνορῶ· [36] ἀλλ’ ἔχε αὑτόν, κἂν μὴ τοῦτο, θαύματα γοῦν ἐργάζεσθαι πανταχοῦ ἐξαίσιά τε καὶ θεῖα, ἵνα τὴν ἑαυτοῦ φυσικὴν θεότητα καὶ τοῦ παντὸς κυριαρχίαν πιστῶται καὶ μὴ λήθην τῆς ἑαυτοῦ βασιλείας τῷ χρόνῳ ὑφίστασθαι τοὺς ἀνθρώπους ἐᾶν.

ΒΡΥΕΝΝΙΟΣ. Καὶ ποῖον εἶδος θαυμάτων κατέλιπεν, ὥστε μὴ δι’ ἑαυτοῦ καὶ τῶν οἰκείων δούλων ἐργάσασθαι, οὐκ ἐν παραβύστῳ καὶ γωνίᾳ ἀλλ’ ἐν μέσαις ταῖς πόλεσι· τοσαῦτα δ’ εἰσὶ τῷ πλήθει καὶ τῷ μεγέθει, ὡς πάντα νοῦν ὑπερβαίνειν μὴ δυναμένου παραστῆσαι τὸ ποικίλον αὐτῶν καὶ τὸ ποσὸν καὶ παράδοξον.

ΙΣΜΑΗΛ. Ὡς ἀναγκαῖα φής, οὐκ ἀρνήσομαι· διὰ γὰρ θαυμάτων τὴν οἰκουμένην οἰκειώσασθαι τὸν Ἰησοῦν μεμαθήκαμεν. [37] πλὴν ἔδει αὐτὸν ἐν τῇ ἐνσάρκῳ οἰκονομίᾳ τὸν Ἀδὰμ παγγενῆ ἀνασώσασθαι καὶ μὴ τοῖς μὲν εὐεργέτης φανῆναι χρηστός, τοῖς δὲ κριτὴς ὀφθῆναι ἀπότομος, ἤγουν τοὺς μὲν προτεθνηκότας τῶν ἀνθρώπων ἀναστῆσαι, τοὺς δὲ ζῶντας ἢ μέλλοντας γεννηθῆναι οὐκ ἀποθνῄσκειν πάλιν ἀφεῖναι ὡς τοὺς πρὸ αὐτοῦ ἀλλ’ εὐθὺς ἀφθαρτίσαι· ἐπ’ ἴσης γὰρ ἐνηνθρώπησεν ὑπὲρ πάντων καὶ τέθνηκεν.

ΙΩΣΗΦ. Τοῦτο ὁ θεῖος, ὡς λέγεις, κατώρθωσε Λόγος ἐνανθρωπήσας. τοὺς γὰρ προτετελευτηκότας, τοὺς ζῶντας καὶ τοὺς γεννηθῆναι μέλλοντας, ὅσον τὸ εἰς αὐτόν, ἅπαντας ἀφθαρτίσας διέσωσε, τοὺς μὲν ταῖς θείαις θαυματουργίαις καὶ ταῖς ὑπὲρ λόγον διδασκαλίαις, τοὺς ζῶντας, παρὼν πρὸς παρόντας καὶ διαλεγόμενος καὶ θαυματουργῶν, τοὺς δὲ τῇ προδρομικῇ φωνῇ καὶ τῇ ἑαυτοῦ εἰς ᾅδου καθόδῳ, τοὺς προθανόντας, τοὺς δὲ ταῖς τῶν μαθητῶν αὐτοῦ διατάξεσι καὶ τερατουργίαις, προσέτι δὲ καὶ ταῖς τῶν κατὰ καιροὺς διδασκάλων ἀλληλοδιαδόχοις διδασκαλίαις, τοὺς διεσπαρμένους εἰς πᾶσαν τὴν γῆν καὶ εἰς τὸ ἑξῆς γεννηθησομένους. εἰ δέ τινες αὐτὸν οὐκ ἐδέξαντο ἢ οὐ θέλουσιν ἔτι ἀφθαρτισθῆναι, ἀφ’ ἑαυτῶν τὴν σωτηρίαν ἀπώσαντο καὶ δεδικαίωται ὁ θεός.

ΑΠΙΣΤΟΣ. [38] Καὶ τί δήποτε μὴ καὶ ἄκοντας τούτους εἰς τὴν ἑαυτοῦ χάριν ἤγαγεν, ἀλλ’ εἶξε τῷ ἐκείνων αὐτεξουσίῳ; ΟΡΘΟΔΟΞΟΣ. Ἵνα μὴ πᾶσα δικαιοσύνη τοῦ θείου ἀπελαθῇ κριτηρίου, ὅτι ἐπ’ ἴσης δικαίοις ἑκοῦσι καὶ ἁμαρτωλοὶ ἄκοντες σῴζονται. ἐδήλου δὲ μετὰ πολλῶν ἄλλων ἀτόπων τοῦτο πραχθὲν ὅτι τὸ αὐτεξούσιον ἐξ ἀρχῆς οὐ καλῶς δέδοται τῷ ἀνθρώπῳ καί γε τυραννίς, οὐκ ἀρετή, τοῖς πλείοσι προυξένει τὴν σωτηρίαν· οὔπω δὲ τύραννος ὁ θεός, ἄπαγε.

ΑΣΕΒΗΣ. [39] Ἀλλὰ συμφέρον, ἀκόλουθον καὶ θεοπρεπὲς τοῦ δικαίου, κἂν εἰ καὶ μὴ τοὺς ἁμαρτωλοὺς ἀναστῆσαι τότε ἐν τῇ αὑτοῦ ἀναστάσει, τὰς ψυχάς φημι μετὰ τῶν σωμάτων, καὶ καθ’ ἑκάστην οὕτω τοὺς κοιμωμένους τῶν ἁγίων αὐτοῦ ἀνιστᾶν καὶ μὴ ἐᾶν τὰ τούτων σώματα διαλύεσθαι, ὡς καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως αὐτοῦ γεννηθέντων.

ΕΥΣΕΒΗΣ. Ἀλλ’ οὔπω τῆς ἀναστάσεως πάρεστιν ὁ καιρός, ἧς ἀνάγκῃ τὴν κοινὴν συντέλειαν χρὴ προηγήσασθαι. χωρὶς δέ του, εἴπερ ἀνίσταντο οἱ κατὰ καιροὺς διαφόρους καὶ τόπους τελευτῶτες ἅγιοι, ἐχρῆν αὐτοὺς ἢ σὺν ἡμῖν ἢ καθ’ ἑαυτοὺς διάγειν. ἀλλὰ τὸ μὲν σὺν ἡμῖν περιττόν τε καὶ ἀπρεπές. περιττὸν μέν, τίς γὰρ χρεία τούτοις ἔτι τῆς μεθ’ ἡμῶν συνδιαγωγῆς μετὰ τὴν ἀνάστασιν; ἀπρεπὲς δὲ καὶ πάντῃ ἀνάρμοστον εἶναι τοὺς ζῶντας σὺν τοῖς νεκροῖς καὶ τοὺς ἀπολυθέντας ἀναστρέφεσθαι μετὰ τῶν δεσμίων· οὕτω γοῦν οὐχ οἷόν τε σὺν ἡμῖν αὐτοὺς εἶναι. εἰ δὲ καθ’ ἑαυτούς, πολλὴ ἂν ἡ πλάνη ἐγίνετο· οὐδὲ γὰρ ἠδυνάμεθα γινώσκειν ποῖοι ἀληθῶς ἠφθαρτίσθησαν, ἄλλων ἀλλαχόσε καὶ ἄλλοτε ἀφθαρτιζομένων. πολλοὶ δὲ δόξης ἕνεκεν ἑαυτοὺς κρύψαντες διεχειρίσαντο ἵν’, ὡς δῆθεν δίκαιοι, δόξωσι μετάστασιν ὑπομεῖναι καὶ ἀθανασίαν ἐνδύσασθαι, καὶ οἳ ἐπιγινόμενοι δίκαιοι τὰ μέγιστα ἀδικεῖσθαι ἐδόκουν. τῶν τε ἁμαρτωλῶν ἡ ἀνάστασις, ἡ κοινὴ λεγομένη, τῆς τῶν δικαίων γινομένης καθ’ ὥραν καὶ ὁρωμένης, ἐκείνη μηδαμοῦ βλεπομένη πάντῃ ἀπήλπιστο, οἵ τε δαίμονες, τὰς τῶν πολλῶν μορφὰς ὑποκρινόμενοι τοῖς ἐκείνων γνωρίμοις, τοὺς πολλοὺς ἢ καὶ πάντας ἠπάτησαν, καὶ πάνθ’ ἁπλῶς ἄνω καὶ κάτω γέγονεν τὰ ἡμέτερα.

ΠΛΑΝΟΣ. [40] Καὶ πῶς ἢ πόθεν ἐστὶ δίκαιον, ἵνα οἱ δίκαιοι ὡς οἱ ἁμαρτωλοὶ καὶ τοῖς ἀπίστοις ἐπ’ ἴσης ἀποθνῄσκωσιν οἱ πιστοί; ΑΛΗΘΗΣ. Ὅτι οὐ φύσει πιστοὶ καὶ δίκαιοι καὶ ἅγιοι γίνονται, ἵνα καὶ τὸν θάνατον τῇ φύσει διαφέροντα τοῖς ἁμαρτωλοῖς ὑποστῶσιν, ἀλλὰ προαιρέσει. ἡ αὐτὴ γοῦν φύσις τὰ αὐτά, ἅτε παθητή, πάθη φέρουσα, ξένον οὐδὲν πάσχειν δόξει παρὰ κριταῖς τὸν νοῦν ὑγιαίνουσιν.