Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Η θεολογία της Ενανθρώπησης και η αντιμετώπιση του ορθολογισμού

Εκτενής εξέταση των λόγων και του υπερβατικού τρόπου της θείας Ενανθρώπησης. Συζητούνται η άσπορη σύλληψη, η αειπαρθενία της Θεοτόκου και η υπεροχή της πίστεως έναντι των περιορισμών της ανθρώπινης λογικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 7

ΕΥΣΕΒΗΣ. Τίνα οὖν σοι τὰ ἀπορούμενα, φράσον καὶ μὴ τρῖβε τὸν χρόνον. ΠΛΑΝΟΣ. Ὡς ἀναγκαῖα καὶ σοφὰ καὶ τῶν ὅτι μάλιστα λυσιτελεστάτων εἰς μάθησιν καὶ οὐκ ἐμοὶ μελετηθέντα νῦν πρῶτον, ἀλλὰ τοῖς ἡμῶν διδασκάλοις ἔκπαλαι ὡς ἰσχυρὰ κατὰ χριστιανῶν μελετώμενα. [3] καὶ δὴ προτεινόμεθα· ἐπὶ τίνι σκοπῷ ἦλθεν ὁ Χριστὸς εἰς τὸν κόσμον;

ΑΛΗΘΗΣ. Ἵνα τὸν Ἀδάμ, ἤτοι πάντα τὸν θέλοντα ἄνθρωπον, ἀναγάγῃ πάλιν εἰς τὸ μέγιστον ἐκεῖνο ἀξίωμα, ᾧπερ αὐτὸς ἐβούλετο ὁ θεὸς ἐξ ἀρχῆς αὐτὸν ἀποκαταστῆσαι, τὸ δὲ ἦν θεὸν θέσει γενέσθαι καὶ εἶναι μετὰ τὸν φύσει θεόν· ὃ δὴ κατορθώσας ὁ Λόγος, κρεῖττον ἢ κατὰ λόγον ἀνθρώπινον ἀφθαρτίσας καὶ ἀπαθανατίσας, εἰς τὸ καὶ θεὸν εἶναι πάλιν τὸν ἄνθρωπον ἐπανήγαγεν.

ΑΧΑΙΜΕΝΙΔΗΣ. [4] Ἐν τοῖς προφήταις ὁ θεὸς καὶ πατὴρ καταλλαγεὶς τῇ ἀνθρωπότητι, ὡς καὶ ἐνώπιος ἐνωπίῳ τισὶ τούτων λαλεῖν, τίνος χάριν τὸν ἑαυτοῦ υἱὸν αὖθις, καθὼς ὑμεῖς λέγετε, ἀπέστειλεν εἰς τὸν κόσμον;

ΧΡΙΣΤΙΑΝΟΣ. Οὐ κατηλλάγη, ἀλλὰ δι’ ἀγγέλων ἁγίων περὶ ὧν εἴχομεν χρείαν ἐλάλησε τῶν προπατόρων καὶ προφητῶν τισιν, ἀλλ’ οὐχ ἅπασι, καὶ ζῶσι μόνοις, οὐχὶ καὶ τοῖς τεθνεῶσιν. ὁ δὲ τοῦ θεοῦ υἱὸς ἐλθὼν τοὺς εἰς αὐτὸν πιστεῦσαι θελήσαντας, τοὺς ζῶντας καὶ τοὺς ἐν ᾅδου πάντας, πάντων δεινῶν ἠλευθέρωσε, τὰ σώματα ἰάσατο, τὰς ψυχὰς ἐρρύσατο, τοὺς δαίμονας κατήργησε καὶ εἰσέτι καὶ νῦν καταργεῖ· οὐδὲ γὰρ ἐνεργοῦσιν ὡς πρότερον.

ΤΑΛΑΣΙΜΑΝΗΣ. [5] Διατί μὴ προστάγματι μόνῳ τὸν κρατοῦντα τύραννον τοῦτον καταβαλὼν ἀφήρπασε τῶν ἐκείνου χειρῶν καὶ τῆς φθορᾶς τὸν ἄνθρωπον διεσώσατο; ΜΟΝΑΧΟΣ. Ὅτι ἀδικία παρ’ αὐτῷ οὐκ ἔστιν οὐδ’ οὐ μὴ γένηται· ὁ γὰρ ἄνθρωπος ἑκουσίως ὑπέκυψε τῷ ἐχθρῷ καὶ ἥττηται κατὰ κράτος καὶ δεδούλευκε, πεπραμένος ὑπὸ τῆς ἁμαρτίας. ἦν οὖν οὐκ εὐπρεπές, ἄλλου ἄλλῳ ἑαυτὸν ὑποτάξαντος, ὑφ’ ἑτέρου τῆς ἑκουσίου δουλείας ἀπαλλαγῆναι, ὅπερ μετὰ λόγου καὶ σὺν δικαίῳ γέγονεν ἄν, εἰ βίᾳ καὶ οὐχ ἑκὼν ὁ ἄνθρωπος τῷ ἀπατήσαντι ὑπετάγη.

ΚΑΡΜΙΑΝΟΣ. [6] Τί δήποτε μὴ πέπομφεν ἄγγελον εἰς τὸ σῶσαι τὸν ἄνθρωπον, ἅγιον ὄντα καὶ γενναιότερον τοῦ ἀπατεῶνος; ΒΡΥΕΝΝΙΟΣ. Ὅτι γενόμενος μὲν ἄνθρωπος καὶ αὐτὸς ἀπόλλυσι τοῦ εἶναι ὅπερ ἐστί, μένων δὲ εἰς τὸ κατὰ φύσιν ἀδυνατεῖ τοὺς ἁμαρτήσαντας δικαιοῦν ἢ ζωῶσαι τοὺς τεθνεῶτας ἢ ἀφθαρτίσαι τοὺς ἐφθαρμένους, καὶ ὅλως δὲ χώραν οὐκ ἔχει τὸ τροπῇ καὶ αὐτὸ ὑποκείμενον ἀτρεψίαν ἑτέροις χαρίζεσθαι.

ΙΣΜΑΗΛ. [7] Καὶ τίνος χάριν μὴ φύσιν ἑτέραν κτίσματος ἐκ τοῦ μὴ ὄντος παραγαγὼν εἰς τὸ εἶναι δι’ ἐκείνης τὴν πεσοῦσαν φύσιν ἀνέστησεν; ΙΩΣΗΦ. Εἴ τινι φύσις ἀγγέλων ἀδυνατεῖ βοηθεῖν, τίς ἂν ἑτέρα φύσις ἰσχύσει<ε> χεῖρα ταύτῃ βοηθείας ὀρέξαι τοῦ ῥύσασθαι μὲν τῆς τυραννούσης χειρὸς καὶ λύσιν παρασχεῖν τῶν ἡμαρτημένων καὶ πρὸς τούτοις ἀθανασίαν χαρίσασθαι; δι’ ἀνθρώπου τοίνυν ὁ θάνατος καὶ δι’ ἀνθρώπου ἡ σωτηρία.

ΑΠΙΣΤΟΣ. [8] Διατί μὴ ἐκ τῆς αὐτῆς φύσεως ὁμογενῆ καὶ συμφυῆ ἄνθρωπον τῷ Ἀδὰμ εἰς βοήθειαν ἀποστείλας τοῦτον τοῦ πτώματος ἤγειρεν; ΟΡΘΟΔΟΞΟΣ. Οὐχ ἕνα καὶ δύο, οὐ δέκα οὐδ’ ἑκατόν, ἀλλὰ μυρίους τοιούτους ἀπέστειλε· καὶ μαρτυροῦσιν οἱ προαποσταλέντες προπάτορες, πατριάρχαι, προφῆται, βασιλεῖς καὶ κριταί.

ΑΣΕΒΗΣ. Πῶς οὖν, παρ’ αὐτοῦ ἐπὶ τοῦτο σταλέντες, ῥύσασθαι τοῦτον οὐκ ἴσχυσαν; ΕΥΣΕΒΗΣ. Ὅτι ἑνὸς ἑκάστου δικαιοσύνη μόγις σῴζειν αὐτὸν ἢ οὐδ’ αὐτὸν ἴσχυε, πᾶσα γὰρ δικαιοσύνη ἀνθρώπου, φησίν, ὡς ῥάκος ἀποκαθημένης ἐνώπιον τοῦ θεοῦ· ἔπειτα δὲ καὶ ἀνθρώπων οὐδεὶς ἀναμάρτητος, οὐδ’ ἂν μία ἡμέρα ᾖ ὁ βίος αὐτοῦ ἐπὶ γῆς.

ΠΛΑΝΟΣ. [9] Τίνος ἕνεκα ἄγγελος μὲν οὐ γέγονεν εἰς τὸ σῶσαι ἀνθρώπους, ἅτε τιμιωτέρου καὶ αὐτοῦ ἐγγυτέρω τῆς τῶν ἀγγέλων οὐσίας, ἀλλ’ ἄνθρωπος; ΑΛΗΘΗΣ. Ὅτιπερ, εἰ οὕτω παραγέγονεν εἰς τὸν κόσμον, φαντασίᾳ ἐνομίσθη ἐλθεῖν ἀλλ’ οὐκ ἀληθείᾳ, ἐπεὶ ὁ ἄγγελος ἀψηλάφητος καὶ ἄυλος καὶ ἀσώματος, καὶ προσέτι ψιλὸς ἄγγελος ἔδοξε μόνον, οὐ μὴν καὶ θεός.

ΑΧΑΙΜΕΝΙΔΗΣ. [10] Διατί μὴ γέγονε καὶ ἄγγελος εἰς τὸ σῶσαι τοὺς ἐκπεσόντας ἀγγέλους, ὡς ἐνηνθρώπησε τοῦ σῶσαι μόνον τὸν ἄνθρωπον; ΧΡΙΣΤΙΑΝΟΣ. Ὅτι διὰ τὸν ἄνθρωπον ἀλλ’ οὐ διὰ τὸν ἄγγελον τόδε τὸ πᾶν συνεστήσατο καὶ ὅτι ἐνταῦθα μὲν ὅλον τὸ γένος, ἐκεῖ δὲ μέρος τῶν πάντων ἐκπέπτωκε· καὶ διότι ὁ μὲν ἄνθρωπος πεσὼν μετενόει, τῶν δ’ ἀγγέλων ἡ πτῶσις ὑπερηφανίας παραίτιος ἀμετανοήτου καὶ ἀπογνώσεως· καὶ ὅτι ὁ μὲν ἄγγελος, ἀφ’ ἑαυτοῦ καὶ τέλειος ὢν καὶ πλανηθεὶς καὶ πλανήσας, ἅτε φθονερός, παρωράθη, ὁ δὲ ἄνθρωπος, καὶ ὡς ἀτελὴς ὢν καὶ φθονηθεὶς καὶ πλανηθεὶς μόνον, ὡς ἐλέους ἄξιος, ἐλέους ἠξίωται.

ΚΑΡΜΙΑΝΟΣ. [11] Καὶ τί δήποτε μὴ μόνον ψυχὴν ἄυλον ἀλλὰ καὶ σῶμα ἔνυλον ἔλαβεν; ἤρκει γὰρ τεθεωμένη ψυχὴ πάσας τὰς ἐν ᾅδου ψυχὰς ἐκλυτρώσασθαι. ΒΡΥΕΝΝΙΟΣ. Ὅτι μὴ μόνον ψυχῇ ἀλλὰ καὶ σώματι ὁ ἄνθρωπος ἥμαρτε καὶ οὐ τοὺς ἐν ᾅδου νεκροὺς μόνον ἀλλὰ καὶ τοὺς ἐπιζῶντας καὶ τοὺς εἰς τὸ ἑξῆς πάλιν γεννηθησομένους ἐλευθερῶσαι ἐλήλυθεν. ἡ ψυχὴ οὖν μετὰ τῆς θεότητος τὰς ψυχάς, καὶ τὸ σῶμα μετὰ τῆς αὐτῆς τὰ σώματα τῆς φθορᾶς ἐλυτρώσατο.

ΙΣΜΑΗΛ. [12] Διατί μὴ γυμνῇ τῇ θεότητι ἀλλὰ διὰ πετάσματος τῆς σαρκὸς ἡμῖν ὤφθη τοῖς ἐπὶ τῆς γῆς καὶ τοῖς ἐν ᾅδου δὲ μετὰ τῆς ψυχῆς; ΙΩΣΗΦ. Οὐχ ὅτι ἐκεῖνος ἐν τούτῳ ἀδυνατεῖ, ἄπαγε, ἀλλ’ ὅτι οὐδεὶς ἠδύνατο στέρξαι τὴν αὐτοῦ παρουσίαν, ὥς ἐστι φαινομένου, ποσῶς· ἐν γὰρ τῷ ῥυπαρῷ τῷδε σώματι μένων ὁ ἄνθρωπος, εἰ καὶ ἁμαρτίας ἐχόμενος, ἀνάξιος καὶ ἀδύνατος τοιαύτην δόξαν θεάσασθαι.

ΑΠΙΣΤΟΣ. [13] Τίνος χάριν μὴ πᾶσιν ἀλλὰ τοῖς ἰουδαίοις ἐν σαρκὶ πεφανέρωται; ἔδει γὰρ τοῖς ἁπανταχοῦ γῆς φανῆναι· ἐπ’ ἴσης γὰρ πάντων θεὸς καὶ ὑπὲρ πάντων ἐπ’ ἴσης ἐλήλυθεν. ΟΡΘΟΔΟΞΟΣ. Ἰουδαίοις μὲν ὡς εὐσεβεστέροις καὶ ὁμοφύλοις καὶ τὸν αὐτοῦ πατέρα θεὸν δοκοῦσιν ὁμολογεῖν, οὐ πᾶσι δέ, ὅτι ὡς ἄνθρωπος περιγραπτὸς ἀλλ’ οὐχὶ ὡς θεὸς ἀπερίγραπτος παρεγένετο. εἰ δὲ πᾶσιν ἐν τῷ αὐτῷ χρόνῳ κἀν τῇ αὐτῇ ἐφάνη μορφῇ, δοκήσει πάλιν, οὐκ ἀληθείᾳ, καὶ πάσης πλάνης ἀνάπλεω τὰ τῆς οἰκονομίας ἅπασιν ἂν ἐνομίσθη, τοῖς τότε καὶ ἡμῖν τοῖς μετέπειτα.

ΑΣΕΒΗΣ. [14] Διατί ὑπὲρ πάντων ὁμοίως ἐλθών, μὴ πάντας ἄρδην διέσωσε τοὺς ἀνθρώπους; ΕΥΣΕΒΗΣ. Ὅτι οὐ βίᾳ καὶ τυραννίδι, αὐτεξουσιότητι δὲ μᾶλλον τὴν ἀρετὴν καὶ ἀφ’ ἡμῶν, οὐκ ἐξ ἄλλου, πορίζεσθαι δίκαιον.

ΠΛΑΝΟΣ. [15] Ἀλλὰ πῶς, θεὸς ὤν, ἐνηνθρώπησεν; ΑΛΗΘΗΣ. Ὑπὲρ κατάληψιν, ἄνθρωπε· εἰ γὰρ τοιαύτη τις ἦν ἡ τοῦ θεοῦ οἰκονομία, ὥστε καταληπτὴν αὐτὴν γεννητῇ φύσει εἶναι, οὐκ ἂν ἦν θεία οὐδὲ τοσαῦτα παράδοξα πάντως ταύτῃ ἐπηκολούθησε, καὶ μετὰ τοῦτο, ῥοπὴν ἐπὶ τὰ χείρω καὶ ἀλλοίωσιν αὐτῆς τῆς θείας φύσεως κατηγόρει. Πῶς δὲ σὺ τολμᾷς τοῦτο περιεργάζεσθαι, ὁ τὰ ἐν ποσὶν ἀγνοῶν καὶ μηδὲ ὅ τι ποτέ ἐστιν οὐκ ἂν εἴποις μοι φῶς ἢ στερέωμα ἤ τι τῶν μετεώρων καὶ ἀοράτων, ἀλλ’ οὐδέ τί ἐστι σκώληξ σαφῶς ἐπιστάμενος;

ΑΧΑΙΜΕΝΙΔΗΣ. Πρὸς τὴν ἐμαυτοῦ ἀφορῶν βδελυγμίαν καὶ τὴν θείαν ἀξίαν ἐκείνην, οὐ θαῦμα πῶς ἀπορῶν λέγω· πῶς, θεὸς ὢν φύσει, θελήσει ἄνθρωπος γέγονε· τοὐναντίον γὰρ ἐμοὶ μᾶλλον τολμηρὸν δοκεῖ καὶ ἀνόητον τὸ λέγειν τὸν φύσει ἀνενδεῆ καὶ ἄχραντον θεὸν καὶ ἀπρόσιτον ὑπὲρ χρείας ἀνθρώπων σάρκα φορέσαι καὶ γενέσθαι ἄνθρωπον ὑμῖν ὅμοιον κατὰ πάντα, εἶτα τοὺς τοῦτο λέγοντας ἐρωτωμένους τὸν λόγον μηδὲν ἀποκρίνεσθαι, ἀλλὰ λέγειν ὑπὲρ κατάληψιν, ὡς ὅ γε ἀρνούμενος τοῦτο καὶ ἐν τῇ ἑαυτοῦ περιωπῇ ἄτρεπτον καὶ ἀναλλοίωτον μένειν ἀεὶ τὸν θεὸν διαβεβαιούμενος, οὗτος ἄρα καὶ ἐκδικεῖ καὶ δοξάζει τὸ θεῖον. ἀμέλει δι’ αὐτό γε τοῦτο, εἰς ἔλεγχον καὶ πάλιν ἐπερωτῶ· πῶς, θεὸς ὤν, ἄνθρωπος γέγονε, τὸ ἀναξιώτατον τοῦ θεοῦ;

ΧΡΙΣΤΙΑΝΟΣ. Ὑπὲρ τὸ πῶς καὶ ὡς αὐτὸς ἐπίσταται ὁ φιλάνθρωπος μόνος, σὺ δέ, ὁ τὰ ψηλαφούμενα τῶν κτισμάτων πῶς γέγονεν ἀγνοῶν, τολμᾷς τὸ πῶς ἐπὶ θεοῦ ἐρευνᾶν; ΚΑΡΜΙΑΝΟΣ. [16] Τί ὧδε κακεῖσε περινοστεῖς; εἰς ἐμὲ διδάξαι τὴν σὴν πίστιν οὐκ οἶδας οὐδ’ αὐτὸς γινώσκεις τί πιστεύεις. λοιπὸν τίνι τρόπῳ γέγονεν ὁ θεὸς ἄνθρωπος, εἰπὲ τὸν λόγον.

ΒΡΥΕΝΝΙΟΣ. Ἐπίσχες, εὐφήμει καὶ ἐπίστασο, ὡς ἡ τῶν χριστιανῶν πίστις οὐκ ἐν ἀποδείξει λόγων οὐδ’ ἐν τῷ συμβαίνειν ταῖς ἀνθρωπίναις δόξαις τὰ πιστευόμενα, ἀλλ’ ἐν αὐτῷ τῷ ὑπὲρ ἀπόδειξιν εἶναι καὶ γνῶσιν ἅπασαν τὸ πιστὸν αὕτη ἔχει καὶ βέβαιον, καὶ τοὺς λόγους δ’ οὓς ἀπολογούμενοι λέγομεν, οὐχ ὡς ἀποδείξεις τῆς πίστεως, ἀλλὰ τῆς ἡμετέρας δόξης ὁμολογίαν φαμέν. πᾶν δὲ θεῖον, ᾗ θεῖον, ὑπὲρ πᾶσαν κατάληψιν εἶναι πιστεύομεν· καὶ γὰρ εἴ τι τῶν θείων δι’ ἀνθρωπίνων ἐπιχειρημάτων ἀποδείκνυται, αὐτόθεν ἔχει τὸν ἔλεγχον μὴ θεῖον εἶναι ἀλλὰ δοκεῖν, τὸ δι’ ἀνθρωπίνης τέχνης πιστοῦσθαι καὶ γνώσεως. τί γάρ ἐστιν ἄνθρωπος ἢ ἀνθρωπίνη σοφία πρὸς τὸ ἀποδεικνύναι τὰ θεῖα καὶ ἀκατάληπτα, πλὴν σύ, ὁ τολμηρῶς ἐρωτῶν, εἰπὲ πρῶτον περὶ σαυτοῦ πῶς γέγονας ἄνθρωπος, καὶ τότε διερευνήσεις ἀκριβῶς καὶ δυνήσῃ νοῆσαί τι ἴσως καὶ περὶ τῆς θείας σαρκώσεως, μᾶλλον δὲ μηδὲ τότε· οὐδὲ γάρ, ἐπειδὴ ἡ σὴ γέννησις γέγονε γνώριμός σοι κατά τι, ἤδη γέγονε ἢ γενήσεται καὶ ἡ θεοῦ, οὕτω γὰρ ἂν ἦν κἀκείνη ἀνθρώπου καὶ οὐ θεοῦ. εἰ δ’ ἐπὶ ταύτῃ ἀπορεῖς, πῶς ἐρευνᾶν περὶ ἐκείνης τολμᾷς;

ΙΣΜΑΗΛ. [17] Ὑπερβαίνει μου τὸν νοῦν τῆς οἰκονομίας ἡ κατάληψις, καὶ διὸ ταύτην γνῶναι οὐ δύναμαι οὐδὲ πιστεῦσαι ἀνέχομαι. ΙΩΣΗΦ. Τί λέγεις; ἐπειδή σοι καθημένῳ ἐν σκότει ἐπεφάνη τὸ φῶς, οὐ καταδέχῃ τοῦτο; ἀλλ’ ἐπεὶ οὐκ οἶσθα τὸ πῶς, παραιτεῖ τὸν φωτισμόν; ὡς τυφλόν σου τὸ ὀξυδερκὲς καὶ ἠλίθιον τὸ σοφὸν καὶ τὸ περίεργον μάταιον! ὥστε λοιπὸν ἐκεῖνα μόνον εἶναι πιστεύεις, ὅσα τῇ γνώσει καταλαβεῖν δύνασαι; εἴ τι δὲ τὸν νοῦν ὑπερβαίνει τὸν σόν, μήτε εἶναι μήτε γενέσθαι ὑπολαμβάνεις;

ΑΠΙΣΤΟΣ. Πάντως. ΟΡΘΟΔΟΞΟΣ. Ἀλλ’ ἀπονοίας τοῦτο, ἵνα μὴ λέγω ἀνοίας γνώρισμα. εἰ γὰρ ὁρίσαιμεν, εἴ τι μὲν δυνάμεθα γνῶναι, τοῦτο καὶ μόνον εἶναι, εἴ τι δὲ μὴ νοῆσαι δυνάμεθα, τοῦτο μηδὲ εἶναι τὸ παράπαν, καὶ ὥσπερ ἡμεῖς βουλόμεθα καὶ ἡ ἡμετέρα φρόνησις καὶ εἴδησις ἀπαιτεῖ, οὐ μὴν ἄλλως γίνεσθαι τὰ γινόμενα, ὅρα ποῦ ἀγνωσίας καὶ ἀσεβείας χωρεῖ τουτὶ τὸ ἐννόημα, ἢ μᾶλλον ἡ ματαία ὑπόληψις καὶ ἀνόητος! εὐθὺς γὰρ οἰχήσεται ἡμῖν ἅπαν οὐράνιον καὶ πᾶν ἄυλον καὶ ἀσώματον τὸ ὑπὲρ ἡμᾶς· καὶ σὺν αὐτοῖς τὰ μέλλοντα ἀγαθά, αὐτός τε ὁ παράδεισος, πάντα τὰ περὶ τὸν θεὸν καὶ πρὸ πάντων αὐτός· ὑπὲρ γὰρ κατάληψιν ταῦτα πάντως καὶ ὑπὲρ νοῦν!

ΑΣΕΒΗΣ. [18] Καὶ εἴ γε σῶμα φορέσαι τὸν θεὸν ἐχρῆν, ἔδει ἐκ τῶν τιμίων σωμάτων λαβόντα, οἷον οὐρανοῦ, ἡλίου, ἀστέρων, ἢ ἐκ τοῦ μὴ ὄντος ἄλλο τιμιώτερον τούτων σῶμα παραγαγόντα ἐκεῖνο ἐνδύσασθαι, οὐχὶ σάρκα ἐκ γυναικείων αἱμάτων δανείσασθαι.

ΕΥΣΕΒΗΣ. Ἐπίσχες· πρῶτον μὲν οὐχ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ τῶν ἄλλων ἀστέρων τις ἥμαρτεν, ἵνα ἐκείνου τὸ σῶμα φορέσας θεὸς τῷ ὁμοίῳ τι ὅμοιον ἀνακτήσεται, ἀλλ’ ἄνθρωπος καὶ παρέβη τὸν νόμον καὶ πέπτωκεν, ὃς καὶ τοιαύτης βοηθείας ἐδεῖτο οἵας ἄρα καὶ ἔτυχεν. ἔπειτα οὐδὲ ἔοικεν ἑρμηνευτὰς ἡμᾶς εἶναι θεοῦ, πῶς καὶ τίνι τρόπῳ ἐχρῆν τὸ μυστήριον αὐτὸν ἐργάσασθαι τὸ ἀπόρρητον· καί γε τὸ δοκεῖν οὐχ ὡς ἔδοξεν ἐκείνῳ ἀλλ’ ὡς ἡμῖν δοκεῖ βέλτιον εἶναι τοῦτο γενέσθαι λανθανόντως πως σοφωτέρους ἡμᾶς αὐτοὺς οἴεσθαι δείκνυσι καὶ αὐτοῦ τοῦ θεοῦ, τοῦτο δὲ παραφροσύνης ἐσχάτης καὶ πλάνης ἄκρας τεκμήριον. οἷον δὲ καὶ τὸ ἀσύνηθες ἐκεῖνο καὶ ξένον σῶμα τὸ καὶ τοὺς οὐρανοὺς καὶ τὸν ἥλιον τῇ τιμιότητι ὑπερέχον τοῖς ἀνθρώποις ἐφάνη; ἢ τίς τῷ ἀπροσίτῳ καὶ ἀστέκτῳ προσεγγίσαι ἢ πιστεῦσαι ἠνέσχετο; εἰ γὰρ ἡλίου δίσκῳ προσπελάσαι θνητῇ πάσῃ φύσει ἀδύνατον, τί οὐκ ἂν ὑπέστημεν, εἴ γε τούτου βελτίω φύσις συναναστραφῆναι ἡμῖν προσετέτακτο; πῶς δέ σε κἀκεῖνο παρέδραμεν, ὅτι τὸ τιμιώτερον μὴ μόνον ἡλίου ἀλλὰ καὶ παντὸς κτίσματος ὁρωμένου ὁ ἄνθρωπος πέφυκε; ὃς καὶ τοσοῦτον ἁπάντων σωμάτων ὑπερέχει τῷ τῆς τιμιότητος λόγῳ, ὅσον δούλων δεσπότης καὶ ἀψύχων καὶ ἀλόγων τὸ ἔμψυχον καὶ λογικὸν καὶ θεοῦ κατ’ εἰκόνα γενόμενον.

ΠΛΑΝΟΣ. Ναί, ταῦτα πάντα σὺν λόγῳ ἀπέδωκας· [19] τὸ δὲ πῶς ἐκ γυναικὸς μόνης σπέρματος δίχα τέλειος ἄνθρωπος ὁ Χριστὸς ἀπιστεῖν με βιάζεται. ΑΛΗΘΗΣ. Καὶ πῶς ἐξ ἀνδρὸς μόνου σπέρματος ἄνευ ὁλόκληρος ἄνθρωπος ἡ γυνή;

ΑΧΑΙΜΕΝΙΔΗΣ. Πῶς τοῦτο λέγεις οὐκ οἶδα· σαφήνισόν μοι τὸν λόγον πλατύτερον, ἐπεὶ οὐ λύσιν τοῦ ζητουμένου δοκεῖ μοι, ἀλλ’ ἀπορίαν ἐπ’ ἀπορίᾳ ἐπάγειν μοι. ΧΡΙΣΤΙΑΝΟΣ. [20] Φημί· ἐκ τριῶν ὑλῶν διαφόρων πάντῃ τὴν τῆς ἀνθρωπίνης φύσεως σύστασιν αἱ θεῖαι Γραφαὶ μαρτυροῦσι, πηλοῦ, πλευρᾶς, σπέρματος· καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν τοῦ γένους ἡμῶν διὰ τριῶν γενέσθαι τρόπων ὡσαύτως πιστεύομεν, πλάσεως, λήψεως, συναφείας· ὧν ὁ μὲν πρῶτος καὶ ὁ δεύτερος ἴδιοι, ὁ μὲν γὰρ τῷ Ἀδάμ, ὁ δὲ τῇ προμήτορι μόνον ἀποκεκλήρωται, ὁ μέντοι γε τρίτος κοινὸς ἅπασιν ὡμολόγηται. οὗτοι γοῦν πάντες, εἰ καὶ τὸν ἡμέτερον λογισμὸν ὑπερβαίνουσιν, ἀλλ’ ἀδιστάκτως πιστεύονται παρ’ ἡμῶν, καὶ οὐκ ἐπειδὴ τὸν λόγον οὐκ ἴσμεν αὐτῶν, ἤδη καὶ ὡς ἀδυνάτους αὐτοὺς παραιτούμεθα.

ΤΑΛΑΣΙΜΑΝΗΣ. Μάλιστά γε. ΜΟΝΑΧΟΣ. Ὡς οὖν ἐπ’ ἐκείνων οὔτε τῷ πηλῷ τὴν δύναμιν οὔτε τῇ πλευρᾷ οὔτε τῷ σπέρματι ἀλλὰ τὸ πᾶν εἰς τὸν θεὸν ἀναφέροντες ὁμολογοῦμεν ὅτι μόνῳ ἰσχύει τὰ πάντα τῷ νεύματι, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ ἀρρήτου ἐκ τῶν πανάγνων αἱμάτων τῆς παναγίας Παρθένου σαρκώσεως, εἰ καὶ τὸν λόγον αὐτῆς ἀγνοοῦμεν, ἀλλὰ τῷ ὑπὲρ δύναμιν λόγῳ τὸ πᾶν ἀνατίθεμεν· ὁ γὰρ ἐκ μὲν πηλοῦ τὸν ἄνδρα, ἐκ δὲ πλευρᾶς τὴν γυναῖκα, ἐκ δὲ ὁμιλίας ἀνδρός τε καὶ γυναικὸς τὸ ἡμέτερον γένος συνιστῶν, αὐτὸς καὶ σπέρματος ἄνευ, ἐξ αἱμάτων παρθενικῶν, σάρκα ἑαυτῷ συστήσασθαι οὐκ ἀδύνατος. εἰ δ’ οὔ, τί σοι τούτων δοκεῖ μεῖζον ἐπὶ θεοῦ, τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ ὄντα πάντα παραγαγεῖν καὶ ἰδίαν φύσιν ἑκάστῳ τῶν γενομένων χαρίσασθαι ἢ τὸ τὰς δοθείσας φύσεις αὐτῶν ἀμεῖψαι πάλιν ἐπὶ τὸ κρεῖττον, ὡς βούλεται;

ΚΑΡΜΙΑΝΟΣ. Τὸ πρῶτον. ΒΡΥΕΝΝΙΟΣ. Οὐκοῦν ὁ τὸ πρῶτον ἀκαμάτως νεύματι μόνῳ ποιήσας πιστός ἐστι καὶ τὸ δεύτερον τῷ αὐτῷ λόγῳ ἐργάσασθαι. ΙΣΜΑΗΛ. Ἔχει λόγον· [21] ἀλλὰ τὸ παράδοξον τοῦ πράγματος καὶ τὸ ἀνάξιον εἶναι τοῦ θεοῦ εἰς τὸ ἀπιστεῖν μᾶλλον, οὐκ εἰς τὸ πιστεύειν, τὰ τοιαῦτα ἐφέλκεται.

ΙΩΣΗΦ. Περὶ μὲν τοῦ παραδόξου μάθε ὅτι ἐμοὶ καὶ παντὶ τῷ γε νοῦν ἔχοντι παραδοξότερον σφόδρα δοκεῖ τὸ ἐκ πηλοῦ πλάσαι ἄνθρωπον ἢ ἐξ αἱμάτων συνισταμένων ἐν μήτρᾳ σάρκα συστήσασθαι, ἐπεὶ φύσει μὲν ἐκ πηλοῦ χρῖσμα ἢ ὄστρακον γίνεσθαι, ἐκ δ’ αἱμάτων τοιούτων σὰρξ συνίστασθαι πέφυκε. περὶ δὲ τοῦ ἀνάξιον εἶναι τοῦτο θεοῦ πρόσχες ὅτι, εἰ γενόμενος σὰρξ ὁ θεὸς ἐξέστη τῆς ἑαυτοῦ φύσεως ἢ ὅλως μετέχει τῶν ἐκείνης ἐλαττωμάτων, ὀρθὸς ὁ λόγος, εἰ δὲ τῇ ἀνθρωπίνῃ φύσει τῶν ἑαυτοῦ μεταδοὺς αὐχημάτων αὐτὸς μεμένηκεν ὡς τὸ πρότερον ἀμετάβλητος, τί τοῦτο παρέκλεψε τὴν ἐκείνου μεγαλειότητα;

ΑΠΙΣΤΟΣ. Πρὸς τοῦτο ἀντειπεῖν οὐκ ἐμόν. [22] πλήν, ἐπείπερ, ὡς φής, ἄνθρωπος γέγονε τέλειος, πῶς ἐκ παρθένου γεγέννηται καὶ τὴν μητέρα παρθένον πάλιν μετὰ τὸν τόκον ἐφύλαξε; σῶμα γὰρ διὰ σώματος διήκειν ἀπαθοῦς αὐτοῦ μένοντος καὶ ἀτμήτου ἀδύνατον.

ΟΡΘΟΔΟΞΟΣ. Εἰ τὸ ἡλιακὸν φῶς, σῶμα πεφυκὸς ὁρατόν, διὰ παντὸς σώματος διαφανοῦς διῆκον, οἷον ὑέλου, κρυστάλλου, λίθου τιμίου καὶ τῶν τοιούτων, ἀρραγῆ ταῦτα φυλάττει καὶ ἄτμητα καὶ τοιαῦτα οἷα καὶ πρὸ τῆς αὐτοῦ διαβάσεως πεφύκασι, τί θαυμαστόν, εἰ ὁ παντοδύναμος Λόγος τὸ δι’ οὗ ἐφάπαξ διῆλθε σῶμα ἐτήρησεν ἄφθορον; μᾶλλον δὲ θαυμαστὸν μὲν καὶ πάνυ καὶ ὑπερθαύμαστον, οὐ μὴν ἀδύνατον τῷ θεῷ οὐδὲ ἄπιστον. [23] ἄλλως τε, οὔτε κατὰ τὸν τῆς φύσεως λόγον οὔτε κατὰ τὸν ὑπὲρ φύσιν ἐχρῆν μὴ τὴν παρθενίαν τῆς τεκούσης αὐτὸν ἀσινῆ τηρηθῆναι. κατὰ μὲν τὸν τῆς φύσεως ὧδε, ἔστι δ’ ὁ λόγος τῶν διδασκάλων· ἐπειδὴ γάρ, φασί, πᾶσα ἡδονὴ συνημμένον ἔχει τὸν πόνον, ἀνάγκη πᾶσα ἐπὶ τῶν συνημμένως θεωρουμένων τοῦ ἑνὸς μὴ ὄντος, μηδὲ τὸ ἕτερον εἶναι· ὅπου τοίνυν ἡδονὴ τοῦ τόκου οὐ καθηγήσατο, οὐδ’ ὁ ἀκόλουθος λοιπὸν ταύτῃ πόνος ἐπηκολούθησε. κατὰ δέ γε τὸν ὑπὲρ φύσιν, ὅτι θεοῦ παρουσία καὶ πραγματεία οὐδενὶ τῶν ὄντων ὀδύνην ἢ φθοράν, χαρὰν δὲ μᾶλλον καὶ ἀφθαρσίαν χαρίζεται. [24] ἔπειτα σύ, ὁ δεχόμενος ὅτι ὁ Ἀδὰμ ἄνευ γυναικὸς καὶ δίχα πόνων, παντουργικῇ νεύσει, γυναῖκα ἤνεγκε, διατί μὴ παραδέχῃ ὅτι καὶ ἡ Παρθένος ἄνευ ἀνδρὸς καὶ χωρὶς ὠδίνων ἄνδρα ἔτεκε;

τοῦτο γὰρ ὁ λόγος πιστούμενος ἄνωθεν ἐκεῖνο παρέδειξε καὶ ὅτι ἐπὶ θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν. εἰ γὰρ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν καὶ τάξιν καὶ ἐπὶ τῆς τοῦ θεοῦ παρουσίας ἀποτελεῖται τὸ πρᾶγμα, οὐ θείας ἐνεργείας δείγματα ταῦτα ἀλλὰ φυσικῆς προόδου ἀποτελέσματα πᾶς τις νομίζων οὔτε παρόντα τὸν θεὸν ἐπιγνώσεται οὔτε ἀπόντα δοξάσει περὶ τῶν πραχθέντων εὐχαριστῶν.