Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Θεία κρίση, πρόγνωση και αυτεξούσιο

Διασαφήνιση θεμάτων που αφορούν τη μέλλουσα κρίση, τη θεία πρόγνωση, την αιώνια ανταπόδοση και την προέλευση της αμαρτίας, τονίζοντας τη σημασία της ελεύθερης βούλησης του ανθρώπου έναντι της ειμαρμένης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 7

ΑΠΙΣΤΟΣ. [55] Ἀλλ’ ὡς διαγορεύουσιν αἱ ἡμέτεραι βίβλοι, ὑπὲρ αὐτῶν ὁ Προφήτης πρεσβεύσει τότε, δεόμενος Ἰησοῦ, τοῦ τῶν νεκρῶν καὶ ζώντων κριτοῦ. ὁ δὲ πάντας αὐτῷ χαριεῖται καὶ οὐδεὶς αὐτῶν κολασθήσεται, ἐν ἀνέσει δὲ καὶ ἀπολαύσει παντὸς καλοῦ πάντες ἔσονται.

ΟΡΘΟΔΟΞΟΣ. Περὶ τούτου πρῶτον μὲν ἄκουσον σύ, τί περὶ μεσιτείας τῆς τότε διὰ προφητῶν ὁ θεὸς ἀποφαίνεται· «ἐὰν στῇ Νῶε καὶ Μωυσῆς καὶ Δανιήλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται καὶ ἀδελφὸς οὐ λυτροῦται», λυτρώσεται ἄνθρωπος; ἔπειτα δὲ διακρίνωμεν ἄμφω· τίς ἐστιν ὁ τὸν τότε εἰς κρίσιν καθήμενον κύριον δυσωπήσων; ὁ ἀντινομοθετήσας αὐτῷ εἰς πάντα; ὁ φρονήσας τούτῳ ὑπεναντίως καὶ ὁ τοσούτων ἐθνῶν εἰς ἀποστασίαν ἡγησάμενος; καὶ ὑπὲρ τίνων; ὑπὲρ τῶν τὰ θυσιαστήρια τοῦ κριτοῦ πάντα καταστρεψάντων; ὑπὲρ τῶν τὰς εἰκόνας αὐτοῦ καταπατησάντων; ὑπὲρ τῶν ἀπηνῶς τοὺς δούλους αὐτοῦ φονευσάντων; καὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ τὸν αὐτοῦ πατέρα διὰ βίου βλασφημησάντων; ὑπὲρ τούτων αὐτὸς μεσιτεύει καὶ τούτους κολάσεως ἐξελεῖται; καὶ τίς ταῦτα, νοῦν ἔχων καὶ φρένας, ἐρεῖ; πόθεν δὲ τὴν παρρησίαν ἕξει ἑαυτοῦ καὶ τῶν τοσούτων μυριάδων τῆς ἀποστασίας ἀπολογήσασθαι ἢ πῶς ἄλλως ἐκεῖνος φανεῖται;

ΑΣΕΒΗΣ. [56] Καὶ εἰ θεός ἐστιν ἀληθὴς ὁ Χριστὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστι, τί δήποτε τῆς τῶν Ῥωμαίων βασιλείας τὰ σκῆπτρα κρατεύεσθαι τῆς ἡμέρας πολλάκις εὐχόμενοι καὶ πάσης ῥύεσθαι θλίψεως ὀργῆς καὶ ἀνάγκης δεόμενοι παρ’ αὐτοῦ, ὡς ἀκούομεν, ὁ δὲ τἀναντία τούτων πάσχειν ὑμᾶς συγχωρεῖ; ἢ γὰρ θεὸς οὐκ ἔστιν, ὅθεν οὐδὲ βοηθεῖν δύναται, ἤ, εἴπερ ἐστίν, ἄσπλαγχνός τις πέφυκε καὶ ἀνελεήμων τὰ πρὸς ὑμᾶς, ἢ ἀλλ’ ὑμεῖς τὸ μὴ συμφέρον αἰτούμενοι παρορᾶσθε, ὡς ἄξιον.

ΕΥΣΕΒΗΣ. Οὐχ ὅτι θεὸς οὐκ ἔστιν οὐδ’ ὅτι ἐστὶ μέν, ἄκαμπτος δέ τίς ἐστι καὶ ἀμείλικτος, οὐδ’ ὅτι τά γε συμφέροντα οὐκ αἰτοῦντες, ἀποτυγχάνομεν τῆς αἰτήσεως, [57] ἀλλ’ ὅτι χείλεσι μόνοις καὶ οὐ καρδίᾳ δεόμεθα, καὶ ἐν ἁμαρτίαις ζῶντες, ὡς ἀνάξιοι παρορώμεθα. καὶ ἃ δὲ λαβεῖν ἐκεῖθεν δεόμεθα πρὸς τὸ γενέσθαι ἡμῖν ταῦθ’ ἁμαρτημάτων προσθήκης αἴτια αἰτοῦμεν γενέσθαι, διὸ καὶ τῆς αἰτήσεως ἀποπίπτομεν. οἷον τί λέγω· τὴν τοῦ βασιλέως νίκην εὐχόμεθα καὶ θλίψεως, ὡς ἔφης, καὶ ὀργῆς καὶ ἀνάγκης καὶ τῶν τοιούτων λυτροῦσθαι δεόμεθα, οὐχ ἵνα, εἰρηνεύοντες τοῖς ἐκτός, θεωρίᾳ καὶ πράξει πρὸς τὰ θεῖα θελήματα τὸν βίον ἡμῶν διευθύνωμεν, ἀλλ’ ἵνα, εὐετηροῦντες ἐντεῦθεν, κατεπαίρεσθαι τῶν ὁμοδούλων δυνώμεθα καὶ πρὸς σαρκὸς ἡδυπάθειαν, ἄθροισίν τε πλούτου καὶ δόξαν ματαίαν ἐνασχολώμεθα· πλὴν οὐδὲ πάντῃ ἐν τούτοις οὐκ ἐπινεύει ὁ Χριστός, ἀλλὰ καὶ ῥύεται μυρίων ἀπροσδοκήτων καὶ ἀοράτων δεινῶν τοὺς ἐπικαλουμένους αὐτὸν καὶ τὴν βασιλείαν ἡμῶν συντηρεῖ καὶ κρατύνει ταύτην εἰς τέλος.

ΠΛΑΝΟΣ. [58] Ὡς ἔγωγε οἶμαι, οὐδὲν διαφέρει πιστὸς ἀπίστου καὶ ἐν λόγοις μόνον ἐστὶν αὐτοῖς ἡ διαφορὰ καὶ ἡ δόξα ἐνταῦθα, οὐκ ἐν πράγμασι δὲ ἐν ἐκείνῳ τῷ κόσμῳ· καὶ τοῦτο δῆλον ἐντεῦθεν: εἰσὶν ἀσεβεῖς ἐλεήμονες, σώφρονες, δίκαιοι καί τινα ἴσως τῶν λοιπῶν ἀγαθὰ κεκτημένοι, εἰσὶ δὲ καὶ εὐσεβεῖς πᾶν τοὐναντίον. μετὰ οὖν τὴν πάντων ἐντεῦθεν ἐπιδημίαν, οὐχὶ δίκαιον τούτους μὲν τοὺς ἀσεβεῖς ταγῆναι μετὰ τῶν δικαίων, ἅτε τῆς ἀρετῆς ἐργάτας, ὡς τοὺς εὐσεβεῖς ἐκείνους μετὰ τῶν ἁμαρτωλῶν, ἅτε δούλους τῆς ἁμαρτίας;

ΑΛΗΘΗΣ. Ἄπαγε· τίς γὰρ μερὶς πιστῷ μετὰ ἀπίστου; ἀλλὰ κουφισθῆναι μὲν τὴν ἐναποκειμένην αὐτοῖς κόλασιν διὰ τὴν ἀγαθοεργίαν αὐτῶν οὐδὲν ἀπεικός, συνταγῆναι δὲ τοῖς πιστοῖς, κἂν πᾶσαν μετέλθωσιν ἀρετήν, ἀδικώτατον, οὐδὲ οἱ πιστοί, ἐν ἁμαρτίαις ἀποθνῄσκοντες, τοῖς κολαζομένοις ἀπίστοις συντάττονται.

ΑΧΑΙΜΕΝΙΔΗΣ. Τίνος ἕνεκα καὶ διατί; ΧΡΙΣΤΙΑΝΟΣ. Ὅτι οὐ μόνον πρὸς τὰ ἔργα ἀλλὰ καὶ πρὸς τοὺς σκοποὺς καὶ τὰ πρόσωπα αἵ τε κρίσεις γίνονται καὶ αἱ κολάσεις ἀποκληροῦνται· τοῖς μὲν γάρ, ἵν’ ἐπιζήσωσιν ἐνταῦθα καὶ δοξασθῶσι καὶ εὐοδοθῇ αὐτοῖς τὰ κατὰ τὸν βίον τῆς ἀγαθοεργίας, ἦν ὁ σκοπός, τοῖς δέ, ἵνα πᾶσαν τὴν τῆς ἀρετῆς ἀμοιβὴν ἐκεῖ ἀπολήψονται. καὶ ἐφ’ ἁμαρτανόντων δὲ πιστῶν καὶ ἀπίστων ταὐτὰ πολλὴν εὕροι τις τὴν διαφοράν· οἱ μὲν γὰρ ὥσπερ τυραννούμενοι καὶ τοῦ στενάζειν οὐ δίχα, οἱ δὲ ἀδεῶς καὶ ἀμετανόητα ἁμαρτάνουσιν. ὡς οὖν εἶδος χάριτος οὐκ ἔστιν ὃ μὴ ἐξέρχεται τοῦ θείου δικαστηρίου, οὕτως οὐδὲ κρίσεως εἶδος ὃ μὴ τοῖς ἀπολλυμένοις ἐκεῖθεν ἐκφέρεται.

ΤΑΛΑΣΙΜΑΝΗΣ. [59] Ἐν παντὶ κριτηρίῳ καὶ παντὶ ἁμαρτήματι μειζόνως κολάζεται ὁ οἰκεῖος τοῦ ἀλλοτρίου, ὁ μεμυημένος τοῦ ἀμυήτου καὶ ὁ εἰδήμων τοῦ ἀμαθοῦς, ἢ οὐχ οὕτω νομίζειν χρεών; ΜΟΝΑΧΟΣ. Πῶς γὰρ οὔ;

ΚΑΡΜΙΑΝΟΣ. Οὐκοῦν, ἐπεὶ παρελθεῖν ἀναμαρτήτως τὸν βίον ἀμήχανον, ἀμύητον καὶ ζῆσαι καὶ θανεῖν βέλτιον· οὕτω γὰρ ἄν τις ἐκφύγοι τὴν μείζονα κόλασιν. ΒΡΥΕΝΝΙΟΣ. Ἄσοφον τόδε τὸ σόφισμα καὶ κατὰ τοῦ λέγοντος λέγεται. οὐδὲν γὰρ ἕτερον λέγεις ἢ «δέει τοῦ μὴ ἅπαξ ἁμαρτῆσαι ἀεὶ ἁμαρτήσομαι καὶ φόβῳ τοῦ μὴ ὀφθαλμιᾶσαι ἐν σκότει διὰ βίου πορεύσομαι καὶ εὐλαβείᾳ τοῦ μὴ ἀστοχῆσαι μηδεμιᾶς τῶν ἀγαθῶν πράξεων ἅψομαι». αὕτη ἐστὶν ἣν ἀκούεις ἀπόγνωσιν. εἰπὲ καὶ τὸ τούτοις ἑπόμενον «προσοχῇ τοῦ μὴ εἴς τινα κόλασιν ἐμπεσεῖν γενήσομαι πάσαις ὑπεύθυνος».

ΙΣΜΑΗΛ. Ἄριστα μὲν ἔφης. [60] Διατί δὲ μὴ φύσει τὸ ἀναμάρτητον ἔχομεν; ΙΩΣΗΦ. Πρὸς τοῦτο ἐρῶ σοι λόγον οὐκ ἐμὸν ἀλλὰ μεγάλου καὶ ἁγίου ἀνδρός· ὅτιπερ, φησί, καὶ σὺ τοὺς οἰκέτας οὐχ ὅταν δεσμίους ἔχῃς εὔνους ὑπολαμβάνεις, ἀλλ’ ὅταν ἑκουσίως ἴδῃς ἀποπληροῦντάς σοι τὰ καταθύμια.

ΑΠΙΣΤΟΣ. Θαυμαστὴ ἡ ἀπάντησις. [61] ἀλλ’ ἵνα τί, πρόσκαιρα ἁμαρτάνοντες, αἰώνια κολαζόμεθα, καὶ τῆς ἁμαρτίας ἡμῶν παυομένης αὐτίκα, ἡ διαδεχομένη ταύτην κόλασις τέλος οὐ κέκτηται; ΟΡΘΟΔΟΞΟΣ. Τοῦτο διὰ τὴν πρόθεσιν καὶ τὸν εἰς τὴν ἁμαρτίαν ἡμῶν ἄληκτον πόθον συμβαίνει. εἰ γὰρ θάνατος ἡμᾶς καὶ ἄκοντας διίστησι τῶν χειρόνων, ἀλλ’ ἡμεῖς, τό γε εἰς ἡμᾶς ἧκον, οὕτω πρὸς ταῦτα ἐρωτικῶς διακείμεθα, ὡς ἀεὶ βιωσόμενοι καὶ ἀδιάπαυστα ἁμαρτήσοντες, ὡς δι’ αὐτὸ τοῦτο ζῶντες καὶ δι’ οὐδὲν ἄλλο πάντως· καὶ δι’ αὐτό, τοῦ ἁμαρτάνειν οὐδὲ ἐν τῷ θανεῖν παραιτούμεθα. ὥσπερ ἄρα ἐκ διαμέτρου τῆς ἡμετέρας σπουδῆς πράττουσιν οἱ τὴν ἀρετὴν μετερχόμενοι, ἡδέως ὑπὲρ τοῦ πράττειν αὐτὴν ζῶντες καὶ προθύμως, οὐχ ἅπαξ ἀλλὰ μυριάκις εἰ δέοι, ὑπὲρ αὐτῆς ἀποθνῄσκοντες. ὡς οὖν ἐκεῖ τοῖς ἀγαθοεργοῦσι προσκαίρως, διὰ τὴν εἰς τὰ καλὰ ἀθάνατον πρόθεσιν, ἀνάπαυσις ἄληκτος ἕπεται, οὕτω κἀνταῦθα κόλασις ἀπέραντος ἀκολουθεῖ τοῖς τὸν σκοπὸν καὶ τὸν πόθον τοῦ ἁμαρτάνειν αἰώνιον ἔχουσιν. ἢ τίς ὁ λόγος, ἐπὶ μὲν τῆς προσκαίρου ἀρετῆς ζωὴν αἰώνιον καὶ ἀκήρατον, ἐπὶ δὲ τῆς προσκαίρου κακίας πρόσκαιρον κόλασιν ἀπεκδέχεσθαι;

ΑΣΕΒΗΣ. [62] Καὶ τί δήποτε τοὺς ἁμαρτάνειν μέλλοντας καὶ διὰ τοῦτο κολασθησομένους ἀθάνατα προβλέπον τὸ θεῖον, οὐκ ἀπείργει τούτους τῆς εἰς τὸ εἶναι προόδου, ὡσὰν μήτε γεννηθῶσι μήτε μὴν τῇ γεέννῃ παραπεμφθῶσιν, ἢ τί ὄφελος μικρὸν ἐνθάδε βιῶναι χρόνον καὶ διὰ τὸ παρασυρῆναι ὑπὸ τῆς ἡδονῆς ἀπέραντα βασανίζεσθαι;

ΕΥΣΕΒΗΣ. Οὐδὲν ἕτερον λέγεις ἢ ὅτι ἔδει τὴν ἁμαρτίαν καὶ μήπω γεγεννημένην τῆς τοῦ Θεοῦ δημιουργίας τοσοῦτον ἐπικρατεῖν ὡς μηδὲ ἐᾶν αὐτὴν ὅλως εἰς τὸ εἶναι προβαίνειν. ὅθεν, ἐπεὶ τὸ γενέσθαι τοῦ μὴ γενέσθαι κρεῖττον καὶ τὸ εἶναι τοῦ μὴ εἶναι βέλτιον, τὸ θεῖον εἰς δημιουργίαν ἀπιδὸν οὐ τοῦ χείρονος γέγονε, τὸ δὲ κρεῖττον καὶ πεποίηκε καὶ ποιεῖ.

ΠΛΑΝΟΣ. Πάνυ μὲν οὖν. ἀλλ’ εἰς μὲν τὸν δημιουργὸν ἡ δόξα αὕτη ἀναφέρεται καὶ ἡ χάρις, ὅτι ὡς καὶ τἄλλα τῶν κτισμάτων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει καὶ τὸ ἴδιον πλάσμα, τὸν ἄνθρωπον· [63] εἰς δὲ τὸν ἁμαρτήσοντα καὶ διὰ τοῦτο κολασθησόμενον ἄνθρωπον, τὸ μὴ γενέσθαι βέλτιον φαίνεται τοῦ γενέσθαι καὶ τὸ μὴ εἶναι τοῦτον κρεῖττον δοκεῖ τοῦ εἶναι, ὅτι τὸ μὲν εἶναι υἱὸν κολάσεως αὐτὸν δείκνυσι, τὸ δὲ μὴ εἶναι οὔτε κολάσεως οὔτ’ ἀναπαύσεως.

ΑΛΗΘΗΣ. Οὔτε τὸ γενέσθαι οὔτε τὸ εἶναι κληρονόμον κολάσεως αὐτὸν ἀπεργάζεται, ἐπεὶ πάντες οἱ τὸ γενέσθαι καὶ εἶναι λαβόντες δι’ αὐτὰ ταῦτα υἱοὶ ἂν κολάσεως ἀπεδείκνυντο, ἀλλ’ ἡ πονηρὰ γνώμη καὶ ἡ διεφθαρμένη προαίρεσις, ἥτις ἐξ αὐτοῦ μόνου τὴν γένεσιν ἔσχηκεν· ὅμως, ἐπείπερ αὐτὸς τὸ μὴ εἶναι βέλτιον κρίνεις τοῦ εἶναι, γενέσθω σοὶ μόνῳ τοῦτο πρὸς τῆς προνοίας καὶ εἴης ὅλως μὴ ὤν.

ΑΧΑΙΜΕΝΙΔΗΣ. [64] Ἔτι δοκιμάσω ἀντεπιλαβέσθαι σου. ἔστι μέλλον ἢ οὐκ ἔστι; ΧΡΙΣΤΙΑΝΟΣ. Καὶ ἔστι καὶ οὐκ ἔστι. ἔστι μὲν γὰρ μέλλον ἡ συντέλεια, ἡ ἀνάστασις, ἡ κρίσις καὶ ἡ ἀνταπόδοσις καὶ εἴ τι τοιοῦτον μετὰ ταῦτα κοινῶς συμβῆναι προλέγεται, ὡς καὶ ἡ αὔριον καὶ χρόνος ἅπας ὁ μέλλων, οὐκ ἔστι δὲ μέλλον τὸ παρὰ πᾶσι θρυλούμενον, ἤτοι τὸ προειμαρμένον τοῖς ἀνθρώποις ἑκάστῳ καὶ ἀποκείμενον αὐτῷ ἀπαραβάτως συμβῆναι, διῆκον ἀπὸ γεννήσεως ἄχρι καὶ τελευτῆς καὶ εἰς τὸν αἰῶνα αὐτῷ παρεπόμενον. εἰ γὰρ ἦν, οὔθ’ ὁ ἁμαρτωλὸς περὶ τῆς ἑαυτοῦ ἁμαρτίας κατηγορεῖτο, ὡς ἄνωθεν ἀποκληρωθείσης αὐτῷ, οὔθ’ ὁ δίκαιος διὰ τὸ τῆς ἀρετῆς ἐτιμᾶτο κατόρθωμα, ἅτε ἀποκειμένου αὐτῷ, καὶ οὐκ ἐνδεχόμενον εἶναι τοῦτον ἄλλως γενέσθαι ἀλλ’ ἐξ ἀνάγκης ἐνάρετον· καὶ τὸ αὐτεξούσιον ἡμῶν ἀφῃρεῖτο, ὡς μήτε ἀρετὴν ἔτι μήτε κακίαν μηδένα ἐξ ἑαυτοῦ πρᾶξαι δύνασθαι καὶ οὐδὲν ἂν διεφέρομεν τῶν θηρίων καὶ τῶν εἱμαρμένην εἰσαγόντων ἢ γένεσιν.

ΤΑΛΑΣΙΜΑΝΗΣ. [65] Τῶν μελλόντων γενέσθαι λανθάνει τι τὸν θεόν; ΜΟΝΑΧΟΣ. Οὐ μὲν οὖν. πάντα δ’ ὡς ἐνεστῶτα τοῖς παντεφόροις ὀφθαλμοῖς αὐτοῦ καὶ προκείμενα καθορᾶται. ΚΑΡΜΙΑΝΟΣ. Δύναται οὖν ἄλλως τὰ γινόμενα ἀποβῆναι ἢ ὡς ἂν αὐτὸς ἕκαστον αὐτῶν προορᾷ γενησόμενον;

ΒΡΥΕΝΝΙΟΣ. Οὐδαμῶς. ΙΣΜΑΗΛ. Λοιπόν, ὡς δοκεῖ, προώρισται ἑκάστου καὶ εἵμαρται τὸ ἀποβησόμενον· ὅθεν καὶ παρ’ αὐτοῦ, καθὼς μέλλει καὶ πρόκειται ἀποβῆναι, οὕτω δῆτα καὶ προγινώσκεται. ΙΩΣΗΦ. Ἀλλ’ εἰ καὶ πάντα προγινώσκει, ἅτε θεὸς παντοδύναμος, οὐδὲν προορίζει τῶν ἐφ’ ἡμῖν, εἰ μή τις φαίη προορισμὸν ἄλλως τὴν εἰς τὸ κατὰ πρόθεσιν ἡμῶν ἀγαθὸν εὐδοκίαν αὐτοῦ καὶ βοήθειαν· εἰ δ’ οὔ, αὐτὸς καὶ πρὸ τοῦ παραχθῆναι πάντας τῆς ἁμαρτίας δούλους ἡμᾶς ἀποκαθιστᾷ, ὅπερ καὶ ἄτοπον ἐννοεῖν καὶ λέγειν ἀφόρητον. δεῦρο δέ μοι καὶ σκόπει τῆς ἀληθείας τὴν πρόφασιν, ὅτι ἡ θεία πρόγνωσις οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον. καὶ γὰρ οὐχ ὅτι προγινώσκει καὶ οὔτε ἡ πρὸς ἡμῶν τελουμένη κακία ἐκ τοῦ παρ’ αὐτοῦ προορᾶσθαι τὸ αἴτιον ἔσχηκεν οὔτε ἡ ἐν ἡμῖν ἀρετὴ ἐντεῦθεν τὴν ἀρχὴν τοῦ γίνεσθαι κέκτηται, ὅτι οὐδὲ τὴν κακίαν ὁπωσοῦν αὐτὸς θέλει, οὐδὲ τὴν ἀρετὴν ὅλως βιάζεται. καὶ ὥσπερ τινὸς ἐξ ἀπόπτου καὶ μετεώρου περιωπῆς ὁρῶντος λῃστὰς ἐφεδρεύοντας τόπῳ, βλέποντος δὲ καί τινα εἰς χεῖρας αὐτῶν ἐμπεσούμενον καὶ φονευθησόμενον, οὐδὲν ἐκ τοῦ ταῦτα προβλέπειν αὐτὸν ἀποβαίνει τῷ τοῖς λῃσταῖς παραπίπτοντι, οὕτως οὐδὲν ἐκ τοῦ προγινώσκειν τὸν θεὸν τὰ ἡμέτερα ὅπως ἔσται τοῦ οὕτω ταῦτ’ ἀποβῆναι καθίσταται αἴτιον. καὶ ἁπλῶς, ὅπου ἡ πρόγνωσις παρεμποδίζει μηδὲν μηδὲ συνεργάζεται, ἀμέτοχος πάντῃ τῶν ἀποβαινόντων εὑρίσκεται.

ΑΠΙΣΤΟΣ. [66] Ὁ αἴτιός τινος καὶ τῶν ἐξ αὐτοῦ πάντων αἴτιος. ὁ τοῦ ἀνθρώπου αἴτιος καὶ τῆς ἐξ αὐτοῦ ἁμαρτίας αἴτιος πάντως· εἰ δὲ τοῦτο, ἢ οὐδέν ἐστιν ἡ ἁμαρτία ἢ συγγνώμης ἄξιος ὁ ἁμαρτάνων ἢ τί χρὴ πρὸς ταῦτα νομίζειν;

ΠΙΣΤΟΣ. Τῆς φύσεως τοῦ ἀνθρώπου καὶ τοῦ ἐνάρετον αὐτὸν εἶναι ὁ θεὸς αἴτιος· τῆς μέντοι ἐφαμάρτου γνώμης αὐτοῦ καὶ τῆς ἀπωλείας αὐτὸς ἐκεῖνος καὶ οἱ συνεργοὶ αὐτοῦ δαίμονες. ΑΣΕΒΗΣ. [67] Ἀλλ’ ἐκ μὲν τῆς φύσεως ἡ γνώμη, ἐκ δὲ τῆς γνώμης ἡ ἁμαρτία· ὁ τὴν φύσιν γοῦν παρασχὼν εἰς τὸ εἶναι καὶ τὴν ἐξ αὐτῆς γνώμην παρέσχετο.

ΕΥΣΕΒΗΣ. Εὐφήμει, ὦ ἄνθρωπε· εἰ γὰρ φύσεως ἦν ἡ τοιαύτη γνώμη, ἐχρῆν πάντας ἀνθρώπους ὀργίλους, φονεῖς, προδότας εἶναι καὶ ἅρπαγας, ὡς τῆς αὐτῆς ὄντας φύσεως. ΠΛΑΝΟΣ. [68] Εἰ ἐγένετο ὁ ἄνθρωπος ὥστε κολάζεσθαι, ἔδει μήτε γενέσθαι τοῦτον μήθ’ ὑποκεῖσθαι αἰωνίῳ κολάσει, ὡς πάντες οἶμαι κρινοῦσιν ἐχέφρονες.

ΑΛΗΘΗΣ. Ἕως πότε τὰ αὐτὰ ἀνελίττεις κενολογῶν; οὐκ ἐγένετο ὁ ἄνθρωπος πρὸς θεοῦ ἵνα κολάσει ὑπόκειται, ἀλλὰ κολάσει τις ὑπόκειται, ἐπειδὴ οἴκοθεν τῆς ἁμαρτίας δοῦλος ἐγένετο. ΑΧΑΙΜΕΝΙΔΗΣ. [69] Καὶ πῶς φησι περί τινος Ἰησοῦς, ὁ θεὸς ὑμῶν· «καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος»;

ΧΡΙΣΤΙΑΝΟΣ. Καὶ πῶς τοῦτο σὺ τὸ ῥητὸν ἐκλαμβάνεις; ΤΑΛΑΣΙΜΑΝΗΣ. Καθά τινος ἤκουσα τῶν ἐξ ὑμῶν μεγάλων, ὅτιπερ, φησίν, ὁ μὲν θεὸς ἐπ’ ἔργοις ἀγαθοῖς τοῦ γεννηθῆναι τοῦτον, ὥσπερ καὶ πάντα ἄνθρωπον, ἐβουλήθη, ὁ δ’ ἐπὶ κλοπῇ καὶ φιλαργυρίᾳ καὶ βασκανίᾳ καὶ προδοσίᾳ τῷ γεννηθῆναι καὶ εἶναι ἐχρήσατο. λέγει τοίνυν ὁ Ἰησοῦς κρεῖττον μηδόλως αὐτὸν γεννηθῆναι ἢ ἐπ’ ἔργοις τοιούτοις αὐτὸν χρήσασθαι τούτῳ τῷ γεννηθῆναι, οἷς ἕπεται κόλασις.

ΜΟΝΑΧΟΣ. Εἶτα οὐκ ἀρέσκει σοι αὕτη ἡ ἐπεξήγησις; ΚΑΡΜΙΑΝΟΣ. Καὶ πάνυ· συμβαίνουσα γάρ ἐστι κατὰ πάντα οἷς προέτεινον ἔναγχος, ὅτι καλὸν παντὶ ἁμαρτήσαντι μὴ γεννηθῆναι τὸ σύνολον. σοὶ δὲ τί περὶ τούτου δοκεῖ;

ΒΡΥΕΝΝΙΟΣ. Οἰκτείροντος ὁ λόγος· διὸ πρῶτον αὐτὸν υἱὸν ἀπωλείας εἰπών, τὴν τοιαύτην γέννησιν καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη φησί· σὺ δέ, ὥσπερ τὰ παρ’ ἑνός τινος πραχθέντα οὐκ ἐγκαλεῖς πλείοσιν, οὕτω μηδὲ τὰ καθ’ ἑνὸς εἰρημένα τοῖς ἅπασι πρόσαπτε.

ΙΣΜΑΗΛ. [70] Μικροῦ πείθεις με πιστεύειν ὡς ἀληθὴς ἡ τῶν χριστιανῶν ἐστι πίστις μόνη. ΙΩΣΗΦ. Πίστευσον ὅτι οὐδεὶς δύναται πιστεῦσαι εἰς Χριστόν, ἐὰν μὴ ᾖ αὐτῷ δεδομένον ἄνωθεν· πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων. ἔστι δὲ μία τῶν ἀγαθῶν δόσεων τῶν ἐκεῖθεν, ἡ εἰς τὴν ἁγίαν Τριάδα πίστις. εἰ οὖν καὶ σοὶ αὕτη ἡ δόσις δοθῇ ἄνωθεν, πιστὸς γενήσῃ ὀρθόδοξος, εἰ δ’ οὔ, οὔτ’ ἐκ τῶν ἐμῶν λόγων, ὧν πλὴν τοῦ ἀληθεῖς εἶναι οὐδὲν ὄφελος, οὔτε παρ’ ἑτέρων οὔτε παρὰ σαυτοῦ εὑρήσεις ὠφέλειαν.