Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί

Ἰωσὴφ Βρυέννιος

Αλληλογραφία πνευματικής καθοδήγησης και φιλίας προς διάφορα πρόσωπα

Ποικίλες επιστολές προς φίλους και μαθητές, με προτροπές για καρτερία στις θλίψεις, την αξία της επιστολογραφίας και τη σημασία της κατά Θεόν ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 6 από 8

Ἀλεξίῳ Πολλάκις καλάμου τῇ δεξιᾷ μέλανι βεβαμμένου καὶ χάρτου ἀγράφου τῇ εὐωνύμῳ λαβόμενος καὶ ἤδη γράφειν σοι μέλλων, ἀφῆκα πάλιν. Τί γὰρ ὁ δύστηνος πάθοιμι λογιζόμενος. Ἂν γράψω πιττακικῷ ἀφορῶν χαρακτῆρι, πολλοὺς ἔχω τοὺς <τῷ> ἁπλοϊκῷ ἐγκαλοῦντάς μοι. Ἂν ἐπιστολιμαίῳ, τοὺς τῷ κομψῷ. Ἂν σιγῶ, κατηγοροῦμαι τὸ μὴ εἰδέναι. Ἂν λαλῶ, τὸ φανητιᾶν.

Ὡς δύναμαι, οὐ βούλομαι· ὡς ἐθέλω, οὐκ ἰσχύω. Οὕτω μου καὶ ἡ βούλησις ἠσθένει καὶ ἡ ἰσχὺς ἐνεποδίζετο. Συμφορά μοι συμφορὰν ἔλυε καὶ πάθος πάθος ἰᾶτο, καὶ δι’ ἑτέρων κακῶν τὰ κακὰ ξένως παρηγορεῖτο. Οὕτω διακειμένῳ μοι ἐπῆλθε νεανικώτερόν τι λογίσασθαι, ὅτι τὸ μὴ πρὸς ἐπίδειξιν σπουδάζειν αἱρεῖσθαι αἴτιον ῥαθυμίας ἐσχάτης πολλοῖς πολλάκις ἐγένετο, οἳ ἀπὸ τοῦ μὴ δόξαι σπουδάζειν ἀρξάμενοι εἰς τὸ μηδοπωσοῦν σπουδάζειν κατέληξαν· ὧν κίνδυνος ἀμείνους φανῆναι, τοὺς ἐπιδεῖξαι σπουδάσαντας, ὅτι σπουδάζειν προῄρηνται, καὶ ὁ ἀμφοῖν διαδιδράσκων τὸ ἄτοπον, ἀμωσγέπως ἔρρωται, καὶ οὐδὲν ἑαυτὸν ἤ τινα λυμανεῖται.

Ταύτῃ τοι καὶ ἵνα μὴ δόξω ἀδικεῖν σε τὸν ἐμοὶ γλυκερὸν ὄντως φίλον, ἰδοὺ τὸ γράψαι νενίκηκεν, ἐν ζυγοῖς καὶ ἀμφιβόλοις στατῆρσι τοῦ σιωπᾶν ἡττηθέντος μοι. Ἀμέλει καὶ τοῦ γράφειν ἀρξάμενος, πρῶτα μὲν χρηστῶν ἀνδρῶν ὄντι φίλῳ, τῆς μακαρίας ἐλπίδος ἐπιλαβέσθαι εὔχομαι. Ἔπειτα δὲ καὶ πᾶσιν ἀγαθοῖς εὐθηνεῖσθαι, μετρίως τοῖς πράγμασι χρώμενον, καὶ οὐκ ἀπὸ ῥᾳστώνης. Οὕτω γὰρ καὶ αὐτός σοι συνηδυνθήσομαι, τῶν τοῦ φίλου καλῶν μετέχων τοῦ μέρους, ἀρετῶν βριθοσύνῃ κομῶντος καὶ δαψιλείᾳ. Καὶ τῇ ἀγαθῇ ἀρχῇ καὶ προθέσει ἐφάμιλλα ὡς ἄξιον κεκτημένου τὰ τέλη.

Ἀλεξίῳ Ἄριστέ μοι τῶν φίλων καὶ βέλτιστε, εἴης μοι πρὸς τῆς πανταιτίου φρουρούμενος δεξιᾶς. Ἔναγχός σοι τὰς βίβλους σὺν γράμμασι πεπομφὼς τὰς τιμίας, ἐπαποστέλλω ἰδού σοι καὶ τὸν ἐμὸν θησαυρόν. Θησαυρὸν ἐμοὶ μὲν καὶ τοῦ τοῦ πάλαι Κροίσου ἡδύτερον, πολλοῖς δὲ τῶν φιλοχρίστων χρυσοῦ πολλῷ τιμιώτερον.

Πλὴν ἀσφαλείας χάριν κιβωτίῳ περικλείσας καὶ κηρῷ σφραγισάμενος τοῦτον ἀπέστειλα, οὕτω μένειν βουλόμενος ἕως ὥρας ἀφίξεως τῆς ἐμῆς. Οὐ σανίσι πεποιθὼς οὐδὲ κλειδὶ πιστεύων, ἀλλ’ ἐν σοὶ τῷ ἐμψύχῳ μοι θησαυρῷ τὸν ἄψυχον περικλείων, ὡς τὴν Ἰλιάδα ὁ Φιλίππου τῷ ὑακινθίνῳ κιβωτίῳ ἐνέθηκε. Γράφειν μέντοιγε ἀντιγραφῆς ἕνεκα περιττὸν ἡγησάμην· ὅτι καὶ δίχα ὑπομνήσεως τὴν ταχίστην εὖ οἶδα ἀφ’ αὑτοῦ τοῦτο ἐργάσῃ.

Ἀλεξίῳ Γράμματα πρὸς ἡμῶν λαβεῖν ἐλπίζοντα οἶμαί σε δυσχεραίνειν μὴ εἰληφότα. Ἀλλὰ μὴ πρὸς Θεοῦ, ἑταῖρέ μοι δεξιέ. Οὐ ταῦτα τοιαύτῃ ψυχῇ ἁρμόζει λογίζεσθαι, ὅτι σὺν τῇ ἀποδημίᾳ καὶ τὴν σήν, ὡς ἑνὸς τῶν τυχόντων, ἀπερρίψαμεν ἀγάπην ἢ τῷ ἐλάττονά σε κρίνειν τῶν φίλων ἄλλοις μὲν καὶ δὶς ἐγράψαμεν ἤδη, σοὶ δ’ οὐδὲ τὸ τυχὸν ἐπεστείλαμεν· μὴ ταῦτα ἢ τοιαῦτα περὶ ἡμῶν δόξαζε. Ἀλλ’ ἐκεῖνο ἴσθι μάλα σαφῶς καὶ ἀναμφιλέκτως, ὡς ἄλλον ἐμὲ ἢ καί τι μείζονα, ἔν τε τῷ ζῆν καὶ εἶναι καὶ κατευοδοῦσθαι, καὶ βούλομαι καὶ εὔχομαι τὸν ἐμοὶ τὰ πάντα φίλτατον Ἀλέξιον τὸν Ἀπόκαυχον.

Εἰ δὲ οὐκ οἶδα κολακεύειν ἢ περὶ τὰς θωπείας ἐσχολακέναι, αἷς οἱ πολλοὶ τῶν δοκούντων φιλεῖν χρῶνται, ξένον οὐδέν. Μὴ γὰρ ἀπαιτεῖ καὶ τοῦθ’ ὥς τι σημεῖον φιλίας ἡ κατὰ Θεὸν ἀγάπη ποτέ, ἵνα κατὰ τοὺς ἐν κόσμῳ φιλοῦντας πλείω μειλιχίοις ῥήμασιν ἢ καρδίᾳ <φαίνωνται> φιλεῖν; Μὴ οὖν τῷ τῶν ἐπιστολῶν ἀριθμῷ τὴν ἀγάπην ἡμῶν ἀντιμέτρει. Ἀλλὰ δήπου καὶ γραφόντων καὶ σιγώντων, ἣν περὶ αὐτὴν εἶχες ψῆφον, ταύτην ἀκίνητον διατήρει.

Εἰ δὲ δεινὰ φὴς ἡμᾶς πεπονθέναι καὶ δεινῶν πέρα, καὶ ἀποδύρῃ καὶ ποτνιᾶσαι καὶ τὸ τί δρᾶσαι προσαπορεῖς, οὐ μέμνησαι ὅτε παρῄνουν ὅσαι ἡμέραι σοί τε καὶ παντὶ αἱρουμένῳ καὶ πρό γε πάντων ἐμοί, λέγων μεγάλῃ τῇ φωνῇ: ἄνθρωποι σύνετε, εἰ καὶ μὴ πρὸ τοῦ, ὅτι τὰ ἐν γενέσει πάντα φθορᾷ ὑπόκειται, καὶ ὥσπερ σφαῖρα μετακυβεύεται ἀστάτῳ φορᾷ, ὅτι τέφρα, ὅτι κόνις, ὅτι σκιὰ σκιᾶς, ὅτι διήγημα μόνον καὶ ὄναρ παρῳχηκός, καὶ ὁ ζῆν αἱρούμενος εὐσεβῶς οὔτε τῷ πλεονασμῷ τούτων ἐπαίρεται οὔτε ἀλύει τῇ ὀλιγότητι;

Οὐ ταῦτα διὰ παντὸς τοῦ χρόνου διετέλουν ἐπᾴδων καὶ ὅσα τούτοις εἰκὸς παραπλήσια; Ἀλλ’ ἐκεῖνα μὲν ᾤχετο. Παραινοῦμεν δέ σοι καὶ αὖθις μέγα τι νομίζειν τῶν ἀγαθῶν τὴν ἐκ Θεοῦ παιδείαν, ὅτι πολὺς ἐκ τῶν θλίψεων τούτων ἀναμένει μισθὸς καὶ μεγάλη ἀμοιβὴ καὶ ἀντίδοσις καὶ ἡ τῶν πειρασμῶν φύσις τοῖς γενναίως αὐτοὺς φέρουσι πολλὰ προξενεῖ τὰ βραβεῖα, καὶ λογίζεσθαι ὅτι, ὡς ἂν μὲν εἶχε τὰ πράγματα φύσεως ἀμετακινήτου, ἐγὼ μὲν ἔλεγον, τοιαῦτα δ’ ἀπέβη. Δεινὸν οὖν, εἰ οὕτως ἐχόντων ὁλικῶς τῶν γινομένων ἀεί, ἄλλως ἡμεῖς πάλιν αἱρούμεθα περαίνεσθαι τὰ ἡμέτερα. Χαῖρε τοίνυν ἀντὶ τοῦ λυπεῖσθαι, ὅτι καὶ αὐτὸς ἐγὼ ὁ παθὼν πάνυ καὶ λίαν χαίρω.

Ἀπόκειται γάρ μοι καὶ ἀνάπαυσις καὶ χαρὰ ὑπὲρ τούτου μεγίστη. Ἔρρωσό μοι μακρά.

Γεωργίῳ <Ἔκφρασις παραδείσου Νάξου> Ἔστι νῆσός τις ἣ καὶ Νάξος καὶ Δία Κυκλάδων ἥδε πασῶν ἡ μητρόπολις. Εἰς τήνδε γενόμενος ὡς ἐν παρόδῳ εἶδον ποταμὸν αὐτῆς ἐν προαστίῳ τῆς ἐν νήσῳ πόλεως, τῆς νῦν Ἀξίας, Παρατρέχοντα καλούμενον τοῖς ὧδε.

Ἀλλ’ εἰ δοκεῖ, τείνωμεν ἐκεῖ τὴν θέαν, ὅπως ἀπ’ αὐτῶν τῶν ὀρεινῶν κρασπέδων ὁ καλὸς οὗτος ἐκρέει Παρατρέχων, ἰδεῖν μὲν ἡδὺς καὶ κεχρῆσθαι βελτίων· ἐκ μιᾶς ἀρχῆς προϊὼν εἰς τὸ φάος, ἔπειτα κρουνοὺς ἀφιεὶς βραχυτάτους ἔνθεν κἀκεῖθεν προρρέοντας ἠρέμα, τὴν γῆν λιπαίνων ὑπὲρ ἧς δῆθεν ῥέει.

Εὐδαιμονεῖ δὲ πᾶς νομεύς, πᾶς ἀγρότης ὧν ἔσχεν ἐντὸς τῶν ἑαυτοῦ ῥευμάτων, ἡ γῆ δ’ ἐπανθεῖ καὶ τὰ θρέμματα τρέφει τῷ τε πληθυσμῷ τῆς νομῆς καὶ τῷ κόρῳ, καὶ τῷ ῥοθίῳ τῷ πίονι, ὡς λόγος. Ταῦτα παρ’ ὄχθαις χρῆμα καλῆς πλατάνου οὐδὲν πρὸς αὐτὴν ἐστὶν ἐν παραθέσει ἡ Ξερξικὴ πλάτανος ἡ θρυλουμένη.

Τὰ μὲν γὰρ ἀκρόπρεμνα στρουθίων ἕδραι, τὰ φύλλα δὲ σκιάζει τὴν γῆν τὴν πέριξ. Ἐκεῖ καὶ ῥεῦμα ῥιζόθεν τῆς πλατάνου, οἷον ἐοικός ἐστιν ἐντεῦθεν ῥέον ψυχρόν, διειδὲς καὶ γλυκάζον ὡς μέλι. Λευκαὶ ψηφῖδες τῆς καλῆς ῥοῆς μέσον.

Ἐκεῖ καὶ παράδεισος, θαῦμά τι ξένον, εἰς μῆκος πολὺ καὶ πλάτος τεταμένος, εὐμήκης, κατάκομος, φυτοῖς ἀλσώδης, φέρων ἀτραποὺς ἀλληλοδιαδόχους. Ἄλσος οὑτοσὶ καὶ τέμενος ἄξιον τῷ τοῦ Αἰγαίου πελάγους πρωτεύοντι, οὗ κυκλόθεν μὲν ἔλος ἐστὶν ὡραῖον καὶ τοῦ γείτονος ποταμοῦ παρεκβάσεις, αἳ σὺν μυρίκαις καὶ καλάμοις καὶ ἄγνοις βρίθουσι συχναὶ ἀμπέλοις κατακάρποις, ἕρκος τελοῦσαι τῷ παραδείσῳ νέον.

Καθύπερθεν μέντοιγε, ἔνθεν κἀκεῖθεν, ὄρη κραταιὰ πρὸς ὕψος αἰρόμενα ἕωθεν, ἐπεὶ πρὸς δυσμὰς κέκλιταί πως, δοκεῖ στεφανοῦν τὸν χῶρον ὡς ἄξιον. Μέσον δὲ δένδρα παντοῖα καρποφόρα, κατ’ εἶδος, ὡς χρή, στιχηδὸν τεθηλότα, ἴων πόα τε καὶ θέα τερπνὴ ῥόδων τοὺς ἐνορῶντας εὐφραίνουσιν ὅσ’ ὧραι.

Αἱ κάλικες γὰρ τῶν ῥόδων κεκλεισμέναι συναρωματίζουσι συχναῖς βοτάναις, γυμνοῦσι πᾶσι τὴν ῥοδόπνοον χάριν. Ἐκεῖ συνεχεῖς οἰκίαι καὶ ποικίλαι ὕδασι κατάρρυτοι καλούσης χρείας τῷ δουκὶ τηρούμεναι, ὅν, Χριστέ, σκέπε!

Αὐλαί τε περίστυλοι, ὧν μέσον κρήνη, ἡ ὄντως λευκὴ μαρμάρινος φιάλη, πρὸς ὕψος ἐκ γῆς ἠρμένη εὐμηχάνως, λεοντομόρφων ἐρεύγετ’ ἐκ στομάτων. Λεπταὶ αἱ αὖραι, διαυγεῖς αἱ ἀκτῖνες· ἥσυχος χῶρος, κελαρύζει τὸ ὕδωρ· ὕπνον ἐπάγει τοῖς ὀφθαλμοῖς ὁ ἦχος.

Τὰ πάντα τερπνά, θυμήρη καὶ δροσώδη. Ἅπας παρὼν χόρτασον, οὐκ ἔστι φθόνος. Παραφυάδας τὰς κομώσας μοι βλέπε· ἄμπελοι, στύλοις αἰρόμεναι πρὸς ὕψος, φέρουσιν ἤδη βότρυας διαφόρους. Καὶ τὰς ἰτέας τὰς ὑψικόμους αὖθις, ἃς ἄμπελος κυκλῶσε γυρωσαμένη ἔνδον πυκάζει λαμπροῦ θαλάμου δίκην.

Συνηρεφεῖς γὰρ τοὺς κλάδους κεκτημέναι ῥεῖν οὐκ ἐῶσιν αὐτόθι τὸν φωσφόρον, ὑφ’ αἷς θαλερή, δροσώδης καὶ εὐώδης ἅπαν τοὔδαφος βοτάνη συγκαλύπτει. Εἶπες ἂν ἰδὼν τὴν Ἐδὲμ δοκεῖν βλέπειν. Ὁρᾷς ἐκεῖνα τὰ δασύφυλλα δένδρα πνοῆς βραχείας ἐμπνεούσης ἀνέμου;

Τῶν ὀρνέων ἄκουε τῶν ἐν τοῖς κλάδοις ὅπως ἐναρμόνιον ᾄδουσι μέλος. Τοῖς κοττύφοις μὲν ἀντᾴδουσιν οἱ ψᾶρες, ἡ δ’ αὖ ἀηδὼν τῇ Πρόκνῃ τῇ συγγόνῳ. Φάτται, τρυγόνες, χελιδόνες καὶ σπίνοι, αἱ κίτται πᾶσαι ποικιλοφθόγγῳ μέλει.

Καὶ γίνεται θέατρον τὰ δένδρα νέον, κριταὶ δὲ τούτων τῶν μελῶν ὁδοιπόροι. Συκῆν ἐκείνην τὴν ἐπηρμένην ὅρα, εἰς ἣν ὁ κισσὸς εὐφυῶς ἀνατρέχει, ἑλικοειδῶς συλλαβὼν πανταχόθεν· ἐθίζεται γὰρ συμπλοκαῖς ταῖς ἐκ νέου καὶ σωματοῦται καὶ δοκεῖ πεφηνέναι ἓν σῶμα, διπλῆν τὴν ἐνέργειαν φέρον.

Ἐκεῖ μελισσῶν βόμβος, ἦχος τεττίγων, ὡς ἀντᾳδουσῶν τῷ μέλει τῶν ὀρνέων. Ταῦτα, θεατά, πρὸς λόγον εἰκονίζων δόκει θεᾶσθαι τοῦ βίου τὴν εἰκόνα· παρατρέχει γὰρ ὡς ποταμὸς ὁ χρόνος, ῥέει σὺν αὐτῷ καὶ παρέρχεται πάντα τὸν μὴ πλουτοῦντα τὴν ἀρετὴν σπουδαίως.

Θάλλῃ; μαραίνῃ; ὡς χόρτος τοῦτο πάσχεις. Ἀνθεῖς; ἀπανθεῖς; ἄνθους καὶ τοῦτο φύσις. Τέρπῃ; ἀγάλλῃ; ταυτοπαθεῖς τοῖς ζῴοις. Μέμνῃ τῆς Ἐδέμ; ἀρχὴ ἀρίστου βίου. Ἐργάζῃ καλόν; τοῦτο σὸν ὄντως ἔργον. Λοιπὸν ἕως ζῇς τὴν ἀρετὴν μετέρχου καὶ δέξεταί σε τῆς Τρυφῆς τὸ χωρίον, οὗ τὴν εἰκόνα σκιαγραφεῖ σοι, ξένε, ὁ παράδεισος ὃν ὁρᾷς ἐν τῇ Νάξῳ.

Ὥσπερ Ἰωσὴφ τοῦδ’ ἔκφρασιν διῆλθον.

Ἀλεξίῳ Εἰ καὶ ξένος καὶ τεθροημένος παροικεῖς ἐν τῇ Κρήτῃ, ἀλλὰ τό γε νῦν ἔχον φέρε γενναίως καὶ τοὺς σοὺς ἐπιστήριζε. Ἐπεὶ κρείττων ὑπομονὴ ῥαθυμίας καὶ ἔνστασις σταθηρὰ γνώμης εὐπεριτρέπτου καὶ δειλιώσης ψυχῆς. Καὶ τοῦτο δὲ εἰδέναι αἱροῦ καὶ ἐν σαυτῷ περιστρέφειν ἀεί, ὅτι κἀνταῦθα φθόνος νεανιεύεται καὶ πανταχοῦ γῆς οὗτος περινοστεῖ. Εὐλογημένος δ’ ὁ ἄνθρωπος οὐχ ὁ φθονῶν, ἀλλ’ ὁ φθονούμενος διὰ τὰ καλά, ὁ διωκόμενος καὶ θλιβόμενος διὰ τὸν Χριστόν. Ἔχει γὰρ τὸ συνειδὸς συνήγορον τὸ οἰκεῖον, καὶ παρήγορον ἀπεκδέχεται τὸν μέλλοντα κρῖναι πᾶσαν πνοήν.

Σὺ οὖν, ἀγαπητέ, ἐν μέσοις καθήμενος τοῖς ἐπὶ τέχνῃ καὶ παισὶ καὶ οἰκίᾳ ζηλοῦσί σε, καὶ περίβλεπτον εἶναι νομίζουσι, χαῖρε ἐπὶ τούτοις μέν, ὅτι ἄξιος γέγονας ζήλου· χαῖρε δὲ καὶ ἐπὶ σαυτῷ ὅτι ἠξιώθης ὑπὲρ τοῦ ὀνόματος τῆς ἀληθείας ἔτι περιιὼν ἐν τῷ βίῳ ἀπροσδόκητόν τι καὶ ἰδεῖν καὶ ἀκοῦσαι. Τοῦτο δὲ λέγω, ὅτι καὶ ὕβρεις καὶ λοιδορίας ἐξ ἐχθρῶν ὁμολογουμένων, μῖσος καὶ ἀποστροφὴν πρὸς φίλων καὶ συνήθων, δέος καὶ δεινῶν προσδοκίαν μυρίων ἐκαρτέρησας, ἅτε τῆς ἀληθείας ὑπερμαχῶν. Ἀλλὰ στῆθι γενναίως, ὡς καὶ προεῖπόν σοι· ἰδοὺ γὰρ παρέρχεται τὰ δεινά.

Ἀλεξίῳ Πολλοὺς τῶν ἐπ’ ἀρετῇ μέγα ἀραμένων τὸ κλέος πειρασμοῖς καὶ θλίψεσι πολλάκις ἐπύρωσεν ὁ Θεός, πολλῶν μὲν καὶ ἄλλων ἕνεκεν, τὸ δὲ μεῖζον, ἵνα μὴ τὸ τῆς ἀρετῆς αὐτοὺς μέγεθος εἰς ὑπερηφανίαν ἐπάρῃ. Εἰ γὰρ τῷ Μεγάλῳ Παύλῳ τούτου ἐδέησεν: «ἐδόθη μοι γάρ, φησί, σκόλοψ τῇ σαρκί, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι», πολλῷ μᾶλλον ἑτέροις οἵ, κἂν καὶ ἀνεύθυνον εἶχον τὸν βίον, ἀλλὰ πολλῷ ἂν τῆς ἐκείνου ἐδέησαν ἀρετῆς καὶ τοῦ πνεύματος. Λέγει δὲ καὶ πρὸς Κορινθίους γράφων ὁ θεῖος οὗτος ἀπόστολος: «εἰ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Ὅρα κἀνταῦθα πῶς τοὺς μὴ παιδευομένους ἐν τῷδε τῷ βίῳ τῇ τῶν ἐθνικῶν παραπέμπει μερίδι καὶ μετ’ ἐκείνων καταδικάζει. Τούτους γὰρ κόσμον ἐν πολλοῖς ὀνομάζει, οἷς ὁ δίκαιος κριτής, τὸ νῦν ἔχον, οὐδαμῶς ἐπεξέρχεται, κἂν καὶ τὰ σφόδρα ἀτοπώτατα δρῷεν, τῇ ἐκεῖσε χαλεπωτάτῃ δίκῃ αὐτοὺς ἀποταμιεύων.

Καὶ πρὸς Ἑβραίους δὲ οὖτος γράφων καὶ τῆς πρὸς τὰ δυσχερῆ μικροψυχίας ἕνεκεν αὐτῶν καθαπτόμενος, ἅμα δὲ καὶ πρὸς ἀνδρείαν αὐτοὺς καὶ μεγαλοψυχίαν διερεθίζων, «οὔπω, φησί, μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὡς υἱοῖς ὑμῖν διαλέγεται: «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται». Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρὶς ἐστὲ παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ, καὶ οὐχὶ υἱοί».

Ὁρᾷς ὅποι ἀνήγαγεν ἡμᾶς καὶ τίσι συναρίθμους εἰργάσατο τὰ παρελθόντα δεινά; Ὦ δόξα σοι πάντων ἕνεκεν τῷ οὕτως οἰκονομήσαντι. Ταύτῃ τοι, φίλε, πνευματικῶς λοιπὸν συνευφραίνου μοι. Ἐρρωμένως βιῴης τῷ πνεύματι.

Ἰωάννῃ [Ἐκ Κωνσταντινουπόλεως εἰς Κρήτην] Ἀδελφέ μοι τὰ πάντα ἠγαπημένε, ἤξευρε ὅτι εἶμαι εἰς τὴν ὑγείαν μου ὁλόκαλα. Ὁ πόνος τῆς κεφαλῆς ἀφῆκέ με. Ὁ ἀββᾶς μου ἔνι ὁλόκαλα. Ἀπεδέξαντό με οἱ ἐνταῦθα φίλοι. Βλέπω τὰ καλὰ ὅσα ἐπεθύμησα πολλάκις ἰδεῖν.

Ἵσταμαι ἐν χορῷ τῶν αἰνούντων τὸν Κύριον. Ἀκούω φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως· ἡσυχάζω ἐκ τῶν θορύβων. Ἔχω θέλημα ζῆν ἀδεῶς, ὅπερ οὐδενὶ τῶν ἐνταῦθα μοναχῶν δέδοται. Μένω εἰς τὴν Βασιλικὴν ἔγγιστά που.

Κατοικῶ εἰς τὴν σεβασμίαν μονὴν τῶν Στουδίου. Ἐπλούτησα ἐν τοῖς ἀγαθοῖς τοῦ Κυρίου· ἀναγινώσκω εἰς τὸ μέσον, ψάλλω τῷ Θεῷ μου μετὰ ψαλλόντων, εὔχομαι κατ’ ἐμαυτόν, γράφω δικαιοσύνην, λαλῶ ἀλήθειαν· εὗρον τὴν ὁδὸν τῶν σῳζομένων, ὁμιλῶ μετὰ φιλοσόφων, οὐδεὶς τῶν βαρβάρων ἀνθρώπων εἰς πρόσωπόν με ὁρᾷ οὐδὲ τῆς φωνῆς μου γυνὴ ἀκούει, καὶ τὸ αἴτιον, ὅτι ἰδοὺ χίλια ἔτη παρῆλθον ἀφ’ οὗ ἀνὴρ ἄπρακτος οὐκ εἰσῆλθεν εἰς τὴν μονὴν τῶν Στουδίου οὐδὲ θῆλυ γένος τὴν αὐλὴν ταύτην ἐπάτησε. Πρὸς τούτοις εἰς πάντα τὰ σωματικὰ εὐεκτῶ: ἐντρυφῶ εἰς βρώματα· εὐθηνοῦμαι εἰς πράγματα· περισσεύομαι εἰς ἐνδύματα· διάγω ἐν κέλλῃ παλατίῳ ὁμοίᾳ· κῆποι καὶ παράδεισος, ἐλαιὼν καὶ ἀμπελὼν κύκλωθέν μου· ἥμεροι κυπάρισσοι καὶ εὐθαλεῖς ἔμπροσθέν μου· ἔνθεν ἡ Πόλις καὶ ἡ ἀγορά, ἐκεῖθεν ἡ Μήτηρ τῶν Ἐκκλησιῶν καὶ ἡ Βασιλεία τοῦ κόσμου. Τούτων πάντων καὶ τοιούτων ἀγαθῶν ἠξίωσέ με, φίλτατε ἐμοὶ Ἰωάννη, ἡ ἐκ τῆς Κρήτης ἐξορία. Εἰ γὰρ μὴ ἐξωρίσθην, οὐκ ἂν ταῦτα εἶχον ἐγώ. Διὰ τοῦτο συγχωρήσαι ὁ Κύριος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι πᾶσι τοῖς συνεργήσασιν ἵνα ἐξορισθῶ καὶ δῴη αὐτοῖς ἄφεσιν καὶ τῶν λοιπῶν τούτοις σφαλμάτων. Τοὺς μισοῦντας καὶ τοὺς φιλοῦντας ἡμᾶς ἐν Χριστῷ ἐξ ἡμῶν ἄσπασαι.

Ἀλεξίῳ Ἀποκαύχῳ [Ἐκ Κωνσταντινουπόλεως εἰς Κρήτην] Χίλια καλῶς δὲ εὕρομεν πάλιν. Ἰδοὺ ἤλθομεν ἰδεῖν σε καὶ μαθεῖν καὶ ἀκριβώσασθαι πῶς ἔχεις μετὰ Θεόν. Βλέπε, κρατεῖ με ἡ χείρ σου ἐκ τῆς χειρός· βλέπουσί με οἱ ὀφθαλμοί σου, ἀκούεις μου τῆς φωνῆς ἐναργῶς. Ὅτι γράμματα ἃ κρατεῖς μετὰ χεῖρας τῆς ἐμῆς χειρὸς ἔργον, οἱ λόγοι οὓς ἀναγινώσκων ἀκούεις οὗτοι ὄντως ἐμοί. Ἴδες, ἔχεις, βλέπεις· ἐρώτα με τί θέλεις μαθεῖν περὶ ἐμοῦ· ἐὰν ὑγιαίνω; Γίνωσκε ὅτι σωματικῶς μὲν καλῶς ἔχω, ψυχικῶς δὲ ἀσθενῶ. Ἐὰν εὐθυμῶ; Ἴσθι ὅτι πολλῶν ἐνταῦθα εὐφραινόντων με, ἕν ἐστι τὸ λυποῦν, ἡ στέρησις τῶν ἄλλοθι καὶ τῶν ἐνταῦθά μοι φίλων καὶ σοῦ. Ἐὰν εὐημερῶ καὶ εὐδαιμονῶ; Γνῶθι ὡς ἔχω καὶ περιττά. Ποῦ μένω, βούλει ἀκοῦσαι; Ὅπου καὶ πρώην ἐν τοῖς Στουδίου. Καὶ ταῦτα δὴ τὰ ἐμά.

Τὰ δὲ τῆς Πόλεως οἷα; Ἔστιν εἰρήνη μεγάλη ἐνταῦθα, εὐθηνία τε πραγμάτων ἄκρα καὶ πλουτισμὸς ἥκει πάντοθεν. Διάγει ὁ βασιλεὺς ἐν γαλήνῃ· οὐδεὶς τῶν πέριξ σατραπῶν ἢ τυράννων αὐτῷ ἐνοχλεῖ. Οἱ μὲν αὐτῷ φίλοι γεγόνασιν· οἱ δὲ ὑπόσπονδοι καθεστᾶσιν. Ὁ νῦν πατριαρχεύων ἐν εὐθυμίᾳ, τὰ τῆς Ἐκκλησίας ἐν καταστάσει, τὰ τῆς Πολιτείας ἐν ἠρεμίᾳ, τὰ τῆς συγκλήτου βουλῆς ἀνενόχλητα, ἀστασίαστα τὰ τοῦ δήμου, τὰ τῶν γειτόνων εἰρηνικά, καὶ πάντα καλά. Εἰ δὲ καί τι τῶν μὴ προσηκόντων, τινὰς ταράττον, διενοχλῇ, τοῦτο τῆς ἐμῆς ἁμαρτίας ἔκγονον. Ἀλλὰ καὶ αὕτη ὁσονούπω, μεταγνόντος μου ἢ θανόντος, καταργηθήσεται. Καὶ τὸ πᾶν λοιπὸν ἠρεμήσει καὶ εἰς τὸ βέλτιον ἀποκαταστήσεται. Ἀλλ’ ὅπως μὲν ἔχει τὰ καθ’ ἡμᾶς ἔμαθες ἤδη καὶ τὰ περὶ ἡμᾶς ἔγνως, ὦ βέλτιστε. Δήλου δὲ καὶ αὐτός μοι, φράσον, εἰπὲ καὶ διήγησαί μοι πῶς ἔχει τὰ κατὰ σέ; ἢ τὸν ὅμοιον τρόπον ἢ ὃν οἶδας αὐτός; Διάκεισαι καλῶς ἐν ὑγείᾳ; Πῶς ἔχει τὰ τῶν αὐτόθι μοι φίλων; Τὰ τῆς ἀρχῆς ὑμῶν ἄρα πῶς διεξάγεται; Οἱ τῶν ἀρχόντων ἔκκριτοι ὁμονοοῦσιν ἀλλήλοις; Μᾶλλον δὲ ὑμεῖς, τὸ ὀρθόδοξον γένος, πῶς διάγετε μέσον τοσούτων ἰλίγγων; Ταῦτα καὶ ὅσα τοιαῦτα ἐξῇ σοι δηλῶσαί μοι, δήλωσον. Οὐδὲν γὰρ κωλύει τὰ γράμματα καὶ χεῖρα καὶ γλῶτταν καὶ ὄψιν καὶ πάντα καλῶς μοι ἀποπληρῶσαι τὰ σά, ὥσπερ ἄρα κἀμοὶ γέγονε τάδε πρὸς σέ.

Εἰ δὲ καὶ αὐτὴν ὄψιν τὴν ἐμὴν ἰδεῖν φανερῶς καὶ φωνῆς ἀκοῦσαι ἀμέσως ἐφίῃ καὶ λόγων γενέσθαι κοινωνὸς τῶν ἐμῶν, μικρὸν ὅσον ἔκδεξαι, καὶ ἀπολαύσεις τούτων πάντων ὁμοῦ ἐν τῇ μελλούσῃ μακαριότητι, τρανότερόν τε καὶ καθαρώτερον πάντων ἀνθρώπων καὶ πάσης κτίσεως.

Ὁ πάντα τὰ σὰ καὶ φιλῶν καὶ θαυμάζων Ἰωσὴφ ὁ Βρυέννιος.

Ἰωάννη [Ἐκ Κωνσταντινουπόλεως εἰς Κρήτην] Εἰ μὲν ἀκριβῶς ἐπιστάμην ὅτι μὴ καὶ ταῦτά μου τὰ γράμματα κατὰ θάλατταν ναυαγήσει καὶ ὅτι μὴ μετὰ τὸ ἀναγνῶναι αὐτίκα ταυτὶ τῇ γῇ παραδώσεις ἢ τῷ πυρὶ ἤ, τό γε μετριώτερον, τῇ σκοτίᾳ, πολλὰ ἴσως καὶ κατὰ λόγον συντεθειμένα ἐπέστελλον ἄν σοι. Ὡς νῦν τοῦτ’ ἐνθυμούμενος πρὸς τὸ γράφειν σοι ῥαθυμότερος γίνομαι. Ἐννόησον γὰρ ἡλίκον ἐστίν, ἵνα καὶ χάρτης εἰκῇ καὶ μέλαν ἀγορασθῇ καὶ εἰς κενὸν καὶ στιλβωτὴρ καὶ ψαλὶς καὶ καλαμάριον προτεθῇ καὶ γραφὶς ἀμβλυνθῇ καὶ ῥαφὶς καὶ νῆμα καὶ κηρὸς καί, τὸ τούτων ὕστερον, ἡ σφραγὶς εἰς μάτην ἑτοιμασθῇ. Καὶ ταῦτα μὲν δὴ τὰ ἔξωθεν.

Τὰ δ’ ἐξ ἡμῶν αὐτῶν ἡλίκα καὶ πόσα; Νοὸς εὑρέματα, τὸ χρειωδέστερον ἐν τούτοις καὶ κοπωδέστερον, αὐχένος κλίσις, ὀφθαλμῶν ἐπιβολαί, χειρὸς τέχνη, δακτύλων κίνησις, γονάτων κάμψις, στίχων ἔκθεσις, γραμμάτων τύπος, νοημάτων κάλλος, ἔστι δ’ ὅτε καὶ μυστηρίων δήλωσις. Ὅταν δὲ καὶ γραμματηφόρος εἰς τὸ κομίσαι ταῦτα παρακληθῇ καὶ μακρὸς ἔπειτα πλοῦς τελεσθῇ, καὶ ἤδη εὐοδωθέντα εἰς χεῖρας γένηται τοῦ πρὸς ὃν ἔσταλται ταῦτα, ὁ δ’ ἅμα τῷ ἀναγνῶναι τῇ γωνίᾳ τε καὶ τῷ σκότει ὡς ἀπολούμενα παραδῷ, ἀναλόγισαι ὅση τοῦ πέμψαντος περιφρόνησις γίνεται καὶ αὐτῶν τῶν καλῶν.

Διάτοι τοῦτο οἱ παλαιοί, οὐ ταύτην ἔχοντες τὴν συνήθειαν, ἀλλὰ τὴν αὐτῆς ἐναντίαν, ὁπηνίκα ἔπεμπον γράμματα ἢ ἐδέχοντο, οἱ μὲν πέμποντες, πρὸ τοῦ εἰς χεῖρας αὐτὰ δοῦναι τοῦ διακομιστοῦ, ἐτίθουν γράφοντες εἰς βιβλίον, ἔχον καὶ ἄλλα τῶν συγγραμμάτων αὐτῶν, οἱ δὲ δεχόμενοι, ἅμα τῷ δέξασθαι, τοῖς λόγου μετόχοις εὐθὺς ταῦτ’ ἐπεδείκνυον· καὶ αὐτοὶ ἀποστηθίζοντες πρῶτοι τοῖς ἰδίοις δελτίοις ἐνέγραφον καὶ οἱ ἐξ ἐκείνων λαμβάνοντες πάλιν εἰς τὰ ἑαυτῶν καὶ αὐτοὶ ἐνετίθουν βιβλία, καὶ ἀποστηθίζοντες ἐπὶ ἐπιδείξει οἴκοι τε καὶ εἰς τὰς ἀγορὰς καὶ εἰς ὁδοὺς καὶ τὰς συνελεύσεις καὶ ἐν πάσαις ταῖς ὁμιλίαις ἀντὶ πάσης ἀργολογίας τὰ χρήσιμα ταῦτα διήρχοντο ἀπὸ στόματος. Ὅθεν ἐθαυμάζετο μὲν ὁ δεξάμενος, ἅτε τοιούτου φίλος ἀνδρός, ἐκροτεῖτο μετὰ ἐπαίνων ὁ γράψας ὡς ῥήτωρ, ἐγνωρίζετο δὲ καὶ ἡ τῆς ῥητορικῆς δύναμις καὶ ἐζηλοῦτο πολλαχόθεν ἡ παίδευσις. Ἐξ οὗ καί τι τοιοῦτον ἐπηκολούθει· ὅταν γὰρ καὶ αὖθις ἐβουλήθη ὁ γράφων πρὸς τὸν αὐτὸν ἢ καί τινα ἄλλον ἐπιστεῖλαι τῶν φίλων, μεμνημένος ὅτι ἐκεῖνα τὰ γράμματα ὁ δεξόμενος φίλος καὶ ἀποστηθίσει καὶ μεταγράψει καὶ πολλοῖς διηγήσεται καὶ ἐντὸς ἐνιαυσίου κύκλου εἰς δέκα ἢ καὶ ἑκατὸν δέλτους ἔσται ἐγγεγραμμένα καὶ εἰς τὸν αἰῶνα μενεῖ πρὸς ἀνδρῶν φιλολόγων πολλάκις μεταγραφόμενα, μετὰ πόσης οἴει <τῆς> ἡδονῆς καὶ τῆς σπουδῆς καὶ τῆς τέχνης αὐτὰ ἔγραφεν!

Οὕτω Λιβάνιος ἔγραψε τὰς ἐπιστολάς, οὕτω Συνέσιος ὁ φιλόσοφος, οὕτως ὁ Πηλουσιώτης Ἰσίδωρος, οὕτω πάντες, ὧν εἰσέτι ἐν κόσμῳ αἱ ἐπιστολαὶ διαμένουσιν. Οὕτως ἄρα περὶ τὸν λόγον ἐσπούδαζον, οὕτως ἦσαν φιλομαθεῖς, φιλόκαλοι καὶ φιλάλληλοι.

Εἰ οὖν καὶ αὐτὸς ἐμὰ βούλει γράμματα δέχεσθαι, μετάγραφε ταῦτα πρῶτον ἅμα τῷ δέξασθαι, ἀποστήθιζε φιλοτίμως, λέγε τοῖς φίλοις, διεξέρχου τοῖς πᾶσιν, ὅτε καιρός, τὰς ἀκαίρους ὁμιλίας καὶ ματαίας ἐγκόπτων. Καὶ δέξῃ, σὺν Θεῷ δὲ εἰρήσθω, μάλα συχνά, εἴθε δὲ ἦν εἰπεῖν καὶ ἐπιστήμης ἐχόμενα.

Ἀνωνύμῳ [Ἐκ Κρήτης εἰς Κωνσταντινούπολιν] Ἔμαθον παρὰ τοῦ Σταμάτη (οἶδας ὃν λέγω) ὅτι ἐβούλου ὅλῃ ψυχῇ ἐλθεῖν καὶ ἰδεῖν με. Εὐχαρίστησα γοῦν τὸν ὑπεράγαθον Κύριον ἕνεκα τούτου, δι’ ὃν ἀγαπᾷς με τοσοῦτον, εὐχαριστῶ δὲ καὶ τῇ ἀντιλήψει σου· πλὴν καὶ ἀξιώσαι σε λοιπόν, εἴπερ ἔστι σοι εὔκολον, χωρὶς ζημίας λέγω καὶ φόβου καὶ ἐξόδου τινὸς δι’ ἐμὲ γινομένης. Ἐλθέ, κοπίασον καὶ ἔτι καὶ ὄψει με, καὶ ἴσως εὐφρανθήσῃ καὶ πολλὰ δι’ ἐμοῦ μετ’ ἐμέ. Καὶ τοῦτο δέ σου λέγω, προμήνυμα τῆς χαρᾶς ἐκείνης, ἧς μέλλεις ἀπολαβεῖν σύ. Καὶ ἄλλως, ἐὰν ἔλθῃς καὶ ἴδῃς με, ὅτι τὸ ἐπιθυμεῖς αὐτὸς καὶ πάντες οἱ ἀγαπῶντές με διὰ Θεόν, τὸ ἀνέλπιστον καὶ ἀπεγνωσμένον θέλεις ἰδεῖν, λέγω δὴ τὸ ἂν ἔλθῃς εἰς τὴν Κρήτην μετὰ τοῦ θελήματος τοῦ ἁγίου Πνεύματος καὶ τῆς βουλῆς τῶν Βενετίκων, παρρησίᾳ καὶ φανερῶς εἰς τὸ μένειν αὐτοῦ μεθ’ ἡμῶν μέχρι τελευταίας ἀναπνοῆς.

Θαυμάζεις τὸ πῶς καὶ ἀπιστεῖς τοῦτο. Οἶδα κἀγώ, ἀλλὰ τοῦτο, τὸ δοκοῦν σοι ἀμήχανον, εὔκολον ἔσται θέλοντος τοῦ Χριστοῦ καὶ συνεργούσης μοι τῆς σῆς ἀντιλήψεως. Πόθεν γίνεται τοῦτο; καὶ εἰ ἀληθῶς περὶ τούτου πληροφορήσεις με οὐκ ἔστι δυνατὸν γραφῆναι τοῦτο τὸ πῶς. Ἀκοῇ δὲ πιστευθῆναι δύναται μόνον καὶ τῇ καρδίᾳ ὡς μυστήριον μέγα διατυπωθῆναι. Ὅμως μετὰ τοσαῦτά σοι γράφειν με ἐκεῖνο παρακαλῶ. Μὴ νομίσῃς με ψεύδεσθαι, ἀλλὰ λόγισαι ὅτι ἐν Χριστῷ ἀληθεύω· ὁπόταν ἀκούσῃς, συνομολογήσεις μοι, τοῦτο γίνωσκε ἐν ἀληθείᾳ καὶ βεβαιώσει.

Ἀλλὰ τοῦτο μὲν ὁ παντοδύναμος Κύριος, ἡ πανταιτία Τριάς, εὐθύναι καὶ ἐκπληρώσαι, εἰ μή τι προβλέπει παρεμποδοῦν εἰς ψυχήν· αὐτὸς δ’ ὑγιαίνοις μοι ὁ πάντα καλός.

Εἰς τὰς χεῖρας τοῦ κὺρ Γιαννούλη Δὲ Σπίγα. [Ἐκ Κωνσταντινουπόλεως εἰς Κρήτην] Τίμιε φίλε καὶ ἀδελφέ, εὔχομαί σοι ἐν Χριστῷ πᾶν ἀγαθὸν καὶ σωτήριον. Γινώσκω ὅτι, ὅταν <μὲ> ἐνθυμηθῇς, λυπεῖσαι καὶ ἀδημονεῖς περὶ ἐμοῦ πῶς οὐ βλέπεις με. Παρακαλῶ σε γοῦν, ἵνα μᾶλλον ἔχῃς καλὴν καρδίαν δι’ ἐμέ, ὅτι ἐλύτρωσέ με Κύριος ὁ Θεός μου <ἀπὸ> πολλὰ κακὰ καὶ ἔφερέ με εἰς πολλὰ ἀγαθά, ἀπὸ πολλοῦ κόπου εἰς πολλὴν ἀνάπαυσιν, ἀπὸ πολλὰς ὕβρεις εἰς πολλὰς τιμάς, ἀπὸ μικρὰ καὶ εὐτελῆ εἰς μεγάλα καὶ ἔνδοξα. Καὶ σκόπει· ἀντὶ ἐρήμου βλέπω τὴν Πόλιν, ἀντὶ πετρῶν καὶ χαρακίων πατῶ πορφύραις καὶ τάπησι, ἀντὶ προβάτων καὶ αἰγῶν βλέπω καμήλους καὶ βουβαλίδας· ἀντὶ τοῦ Λασηθίου τὸν Ὄλυμπον, ἀντὶ τῆς Κολοκύνθας ἐκεῖ πέρα καὶ τῆς Λύττου, τὴν Ἀνατολὴν ὁμοῦ καὶ τὴν Δύσιν· ἀντὶ τοῦ λόγγου ἔχω τὸ παλάτιν, ἀντὶ τοῦ Χριστοῦ ἐκεῖ ἀπάνω τὴν Ἁγίαν Σοφίαν, ἀντὶ τὸ Σμάριν ὁρῶ τὸ Ἱπποδρόμιον καὶ ἀντὶ τῆς Ἄτρας τὴν Περίβλεπτον καὶ ἀντὶ τὲς Βουδολὲς κατοικῶ ’ς τὰ Στουδίων· ἀντὶ τὰς δρυάδας βλέπω κυπαρίσσους, καὶ ἀντὶ ἀχράδας ἔχω ἀπιδέας, καὶ ἀντὶ τῶν ξένων ἔχω τὰ δικά μου· ἀντὶ τῆς ἀγάπης σου ἔχομεν τὸν ἡγούμενον καὶ ἀντὶ τῶν φίλων τοὺς ἄρχοντας· ἀντὶ τῆς ὁμιλίας τῶν Κρητικῶν ἔχομεν τοὺς Πολίτας καὶ ἀντὶ πολλῶν χωρίων τὰ μοναστήρια, ἀντὶ φόβου τὴν ἀφοβίαν, ἀντὶ βαρβάρων λογίους.

Νὰ εἰπῶ τὸ μεγαλώτερον· ἀντὶ θανάτου εὑρήκαμεν ζωήν, καὶ ἀντὶ φουρτούνας ἐπετύχαμεν γαλήνην, καὶ ἀντὶ δουλείας μεγίστην ἐλευθερίαν. Ἔλειψέ με ἡ Καλὴ τοῦ Ἰάπτη, ἢ ἡ Θεοδώρα τοῦ Καρανίκου καὶ ἡ Χρυσῆ τοῦ Βελονᾶ, ὁ Γιάννης τῆς Εἰρήνης ἀπὸ τὸ Διδυμότειχον, καὶ ὁ Σταμάτης τῆς Κεραζωῆς ἀπὸ τὸ Πρίλαμπον καὶ κυρ–Ῥηναῖος τῆς Τετίας ἀπὸ τὰ Βελάγραδα. ᾬχετο ὅτι ἐλυτρώθηκα, τὸ σῦρε καὶ τὸ ξέσχισε, τὸ ἔλα ’δῶ καὶ ὕπα’ ’κεῖ καὶ τὰ νά με, ἀφέντη. Τί γελᾷς; φαίνεταί σου παράξενα τὰ λόγια μου; Κι’ ἐγὼ ὡς διὰ νὰ γελᾷς σὲ τὰ γράφω καὶ φαίνεταί μου καὶ καλόν, διότι σὲ ποιῶ ἀπὸ ’δῶ ἕως αὐτοῦ καὶ γελᾷς.

Διὰ ταῦτα πάντα καὶ δι’ ἄλλα πλείω πρέπει νὰ μηδὲν λυπῆσαι ποτὲ δι’ ἐμὲ ἀλλὰ μᾶλλον νὰ δοξάζῃς τὸν Θεὸν ὑπὲρ ἐμοῦ. Ὅμως διὰ νὰ εἰπῶ σύντομα τὴν διαφορὰν ἀπὸ τὰ ἤμουν εἰς τὸ εἶμαι, ἤξευρε ὅση ἔναι τοῦ νά ’ναι κανεὶς μετὰ ἁγίων εἰς τὸ νά ’ναι ἁπλῶς μετὰ ἀνθρώπων. Τόση γὰρ ἔνι ἡ διαφορὰ ἀπὸ τὸ ἤμουν αὐτοῦ παρὰ τώρα. Δόξαζε γοῦν ὑπὲρ ἐμοῦ τὸν Θεόν. Εἰ δὲ ὅμως λυπεῖσαι τάχα, διότι δὲν μᾶς βλέπεις, ὀλίγες ἡμέρες εἶναι καὶ θέλομεν εἶσθαιν εἰς τὸν ἄλλον ἐκεῖνον κόσμον, ὅπου λάμπει ἀντὶ ἡλίου τὸ πρόσωπον τοῦ Ἰησοῦ Χριστοῦ τὸ γλυκύτατον καὶ φαίνονται ἑνὸς ἑκάστου οἱ λόγοι καὶ τὰ νοήματα γυμνά. Ἐκεῖ γοῦν με θέλετε ἰδεῖν καὶ θέλετέ με βλέπειν πρὸς πρόσωπον πάντοτε. Σωθείητε.

Τῷ ἐντιμοτάτῳ ἐν ἱερεῦσι κὺρ Νικολάῳ τῷ Κατζαδούρῃ τῷ ψάλλοντι τὴν Ἁγίαν Ἄνναν ἐν τῷ Χάνδακι. Εἰς Κρήτην. Ἔντιμε, αἰδέσιμε καὶ εὐλαβὲς ἐν ἱερεῦσιν, εὔχομαι Χριστῷ τῷ Θεῷ, ἵνα ὑγιαίνῃς καὶ ἔχῃς ἐν πᾶσι καλῶς.

Ἐγὼ πάντοτε ἐνθυμοῦμαι τῆς ἁγιωσύνης σου ἐπὶ καλῷ· μέμνημαί σου τῆς νεότητος, τῆς ἀναστροφῆς ἐκείνης τῆς παιδικῆς, τῶν ἡδίστων σου ἀστειευμάτων τῶν φιλικῶν, τῆς περὶ τὰ καλὰ σπουδῆς, τῆς ἀποχῆς τῶν κακῶν ἐθῶν, οἷς χρῶνται οἱ πλεῖστοι τῶν Κρητῶν κακοήθων ἱερέων, τῆς περὶ τὴν ἀνάγνωσιν ἐπιμόνου καθέδρας, τῆς εἰς τὴν ἐκκλησιαστικὴν καθόλου ἀκολουθίαν ἐγρηγορεύσεως καὶ τῆς πρὸς ἡμᾶς διαθέσεως· καὶ ἁπλῶς, ἵνα μὴ λέγω καθ’ ἕκαστον, πάντων σου τῶν καλῶν μνημονεύω καὶ συναρίθμιον τίθημι τῶν ἐμῶν φίλων καὶ δέομαι τοῦ Κυρίου, ἵνα προκόπτῃς τὸ καθ’ ἡμέραν. Ἔχεις γὰρ καὶ συνεργὸν ἐν τούτοις τὸν ἄριστον ἐν πνευματικῇ καὶ σαρκικῇ συγγενείᾳ σοι φίλον, τὸν καλὸν τὰ πάντα Μιχαὴλ ἱερέα, ὃν ὁ χρόνος φθάσας πρὸ σοῦ εἰς πάντα ταῦτα ἐδικαίωσε.

Λοιπὸν σπούδαζε καὶ ἐπιμελοῦ πάντοτε σεαυτοῦ, τῆς ἐκκλησιαστικῆς καὶ τῆς προκοπῆς σου τῆς ἐν παιδεύσει καὶ τῆς ψυχικῆς, γινώσκων ὅτι ὁ σπουδάζων ἀεὶ ἀναβαίνει, ὁ δὲ ἀμελῶν πίπτει. Ἀλλὰ ταῦτα μὲν Θεὸς συμπαράσχοιτο. Σὺ δὲ παριστάμενος Θεῷ ἐν ταῖς ἱεραῖς τελεταῖς μέμνησο καὶ τῆς ἐμῆς, φίλε, ψυχῆς.