ἐκ πολλῶν μὲν καὶ ἄλλων κἀκ τούτου δὲ πάνυ, ὅτι δυνατοῦ ὄντος καὶ ῥᾴστου ἐν τρισὶν ὥραις ὅλαις συγκαταβῆναί με μόνον τοῖς ἐν τῇ Κύπρῳ, μυρίων εἰς τοῦτο παρακαλούντων καὶ τυραννούντων με, δώρων, ἀπειλῶν, φόβων, ὑποψιῶν, ὑποσχέσεων, θωπείας, δόξης, φήμης εὐφήμου, ἐνεστώσης ὁμοῦ καὶ μελλούσης, πρὸ παντὸς τοῦ γένους ἡμῶν τοῦ πρὸς πειθὼ δεινοτάτου, ὑφ’ οὗ καὶ μᾶλλον πᾶς κριτὴς παρασύρεται, πάντα ἐκεῖνα ἀνδρείως ἀποσεισάμενος, σὺν Θεῷ δὲ εἰρήσθω, καὶ γενναίαν ἐν πᾶσι τὴν ἔνστασιν ἐνδειξάμενος, καὶ κατά τι μηδὲν ὑπενδούς, πτωχείαν ἅμα καὶ δυσαπόνιπτον δυσφημίαν ὅλῃ ψυχῇ καὶ καρδίᾳ ᾑρετισάμην, ἵνα μόνον τηρήσω τὴν ἄσπιλον πίστιν καθαρὰν ἐν Χριστῷ καὶ ἀμώμητον. Καὶ ταῦτα φημί, οὐχ ὥς τι προσκρούσας τῇ Ἐκκλησίᾳ ἢ τῇ γε βασιλείᾳ τῶν ὀρθοδόξων, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐθὲς καὶ εὐάρεστον, ὅσον κατὰ τὴν ἐμὴν πρόθεσιν καὶ γνῶσιν, διαπραξάμενος, βούλομαι καὶ αὖθις μηδὲ ὑμῖν παραχωρῆσαι ἄλλως δοξάζειν ἢ ὡς ἔχει τὰ κατ’ ἐμὲ καὶ ὅτι τοιαύτης τὸ πρᾶγμα τοῦτο ἐδεῖτο τῆς συμπληρώσεως.