Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί

Ἰωσὴφ Βρυέννιος

Επιστολές εκκλησιαστικής πολιτικής και δογματικού ελέγχου, και Επιστολή Βασιλική

Αναφορές στον Οικουμενικό Πατριάρχη, αυστηρός έλεγχος των λατινικών δογμάτων έναντι του μοναχού Μαξίμου, προτροπές προς τον επίσκοπο Αμμοχώστου και απάντηση σε βασιλικά γράμματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 4 από 8

Τῷ Οἰκουμενικῷ Ὁ μέγας οὗτος καὶ ὑψηλὸς βίος ὁ πρὸς τὸν οὐρανὸν τετραμμένος, τῇ μὲν φύσει τῶν πραγμάτων δυσχερής τις εἶναι δοκεῖ, τῇ δὲ ἀνδρείᾳ τῶν μετιόντων καὶ προθυμίᾳ εὔκολος σφόδρα γίνεται. Καὶ τὸ θαυμαστὸν τῆς φιλοσοφίας ταύτης τοῦτο μάλιστά ἐστιν, ὅτι τῆς θαλάττης μαινομένης, ἐξ οὐρίας πλεῖ καὶ μετὰ πολλῆς τῆς γαλήνης ὁ γνησίως αὐτὴν μετιὼν καὶ θερμῶς, καὶ ὅτι πολλῶν πολλαχόθεν θορύβων ἐγειρομένων. ἡσυχίαν καρποῦται καθαράν, καὶ μυρίων πανταχόθεν πεμπομένων βελῶν, ἕστηκεν ἄτρωτος, δεχόμενος μὲν τὰ ἀκόντια, πάσχων δὲ ἐντεῦθεν οὐδέν. Ὁποῖον ἄρα καὶ τὴν σὴν ἁγιωτάτην ὑπεροχὴν ὁ καθ’ ἡμᾶς ηὐμοίρησε χρόνος, μᾶλλον δὲ ἡ τόδε τὸ πᾶν ἀρρήτοις λόγοις συστησαμένη Σοφία, ποιμένα καὶ διδάσκαλον προεβάλετο. Σὸν οὖν ὄντως τοῦτο καὶ μόνου, τοῦ νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ’ ἐπιμένειν ἔτι φροντίζοντα καὶ μεριμνῶντα καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διά τε τῶν λόγων διά τε τῶν γραμμάτων περιτρέχοντα, τοὺς ἐγγύς, τοὺς πόρρω συγκροτοῦντα, διεγείροντα παρεγγυῶντα, μηδένα τῷ κλύδωνι παρασυρῆναι, ἀλλ’ ἑστάναι καὶ νήφειν, κἂν μυρία τούτων ἐπῄει χαλεπώτερα κύματα, καὶ ἑνὶ ἱδρυμένον τόπῳ πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.

Διὰ τοῦτο θαυμάζομέν σου τὴν καρτερίαν, καὶ μακαρίζομεν τὴν διεγηγερμένην σου καὶ ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ γήρᾳ νεάζουσαν προθυμίαν· καὶ οὐδὲν ἀπεικός. Ὅταν μὲν γὰρ τὰ προκείμενα τῆς τοῦ σώματος δέηται ῥώμης, κώλυμα ἐνταῦθα τὸ γῆρας γίνεται, ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν καὶ πνεύματος θείου κίνησιν, οὐδ’ ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθε· τοίνυν οὐδ’ ἐπεσκότισεν, ἀλλὰ πάντα παρὰ τῆς σῆς σπουδῆς εἰσενήνεκται, καὶ ἀπὸ γραμμῆς ἡμῖν τούτων ἐφάνης ἄξιος τῶν ἐλπίδων.

Ὅτι τῶν ὄντων χαλεπῶν οὐδὲν ἡγῇ χαλεπόν, καὶ ὀκνῶν ἐπιτάττειν σεαυτὸν δίδως τοῖς ἔργοις, δεῖγμα τρόπων χρηστῶν καὶ ἄθλων προτέρων διδοὺς ἡμῖν καὶ ὅτι ἀπὸ κρείττονος αἰτίας προήχθης εἰς τοῦτο τὸ μέγα λειτούργημα.

Ὅτι δὲ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη σπουδή, οὐδὲν οἶμαι δέον ἀμφιβάλλειν· τοιαύτη γὰρ τῶν πειρασμῶν ἡ φύσις, τοῖς γενναίως αὐτοὺς φέρουσι πολλὰ κομίζει τὰ βραβεῖα καὶ λαμπροὺς τοὺς στεφάνους.

Ὅτι δ’ οὐ πρὸς χάριν ταυτὶ ἐρρέθη τὰ ῥήματα, αὐτὰ συμμαρτυρεῖ μοι τὰ πράγματα, ὅτι ἀρκεῖς καὶ μόνον ὁρώμενος πολλοὺς ὀρθῶσαι τῶν πιπτόντων, στηρίξαι, ἀλεῖψαι, συγκροτῆσαι. Οἶδα αὐτὸς τὸν ἐμὸν ἀριστέα, οἶδά σου τὸν ζῆλον, τὴν παρρησίαν, τὴν ἐλευθερίαν, μεθ’ ἧς, καὶ μεγάλων κατεξανίστασαι, τοῦ καιροῦ τοῦτ’ ἀπαιτοῦντος, καὶ πολλῶν μὲν φευγόντων, ἄλλων δὲ κρυπτομένων, μόνος πολλάκις ἐπὶ τῆς παρατάξεως ἕστηκας, τὸ μέτωπον αὐτῆς κοσμῶν καὶ τὸ τῆς ἀξίας σου ὄνομα λόγῳ καὶ ἔργῳ δεικνύς, καὶ οὐδένα ἀφιεὶς λειποτάκτην γενέσθαι, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων τεταγμένους τῇ ἐμμελείᾳ σου μεθιστῶν. Ἅ σοι καὶ εἰς τέλος προβῆναι, ὡς Χριστῷ στρατηγοῦντι καὶ βουλοίμεθα καὶ εὐχόμεθα. Καὶ ταῦτα μὲν δὴ τὰ τῆς σῆς ἁγιότητος ἀριστεύματα.

Ἐμὲ δὲ πολλῶν εὐφραινόντων, τούτων ἕν μοι μάλιστα χαίρειν δίδωσι, τὸ τοὺς πιστοὺς ἠγγέλθαι τῶν ἀπίστων κρατοῦντας, ποιήσασθαι μὲν ὑφ’ ἑαυτοῖς τὸν Ἴστρον, ἑλεῖν δὲ τὰς παρακειμένας ἐκείνῳ πόλεις καὶ μετὰ πολλῆς ἀεὶ χωρεῖν τῆς ἀνδρείας, τοὺς μὲν ἐπὶ Μακεδονίαν, τοὺς δὲ ἐπὶ Θρᾴκην, τοὺς δὲ ἐπὶ ἄλλο τι τῶν ὑπὸ τῶν Τούρκων κατεχομένων. Ὥστε τοῖς μὲν ἐπέρχεται πιστεύειν, ὡς νῦν ἀφίκοιντο παρ’ ὑμᾶς, σωτῆρες τινὲς μετὰ Θεὸν καὶ ῥῦσται, τοῖς δέ, ὡς ἐγγύς εἰσι τοῦ πρὸς ὑμᾶς φθάσαι, καὶ ὅλως τὸ τὰ τῶν χριστιανῶν νικᾶν πᾶσι δοκεῖν, τὰ δὲ τῶν ἐχθρῶν τοῦ Κυρίου κατά τε γῆν καὶ θάλασσαν δυστυχῶς ἔχειν, ἑορτὴν ἄγειν πείθει με, λογιζόμενον τἀγαθά, ἅ γε ὁ τοῦ Θεοῦ υἱὸς τοῖς τὴν Βύζαντος οἰκοῦσιν, ἀντὶ τῶν ἤδη προσδοκηθέντων δυσχερῶν παρέξει. Ἃ δὴ ταῖς πρὸς αὐτὸν σοῦ, παναγιώτατε, λιτανείαις ὑμῖν χαρίσαιτο τάχιον, ὅπως τῶν ἐπικειμένων φόβων καὶ τῆς μακρᾶς ταύτης τειχομαχίας ἀπαλλαγέντες, ἀνενοχλήτως διάγοιτε, πρὸς τὴν μέλλουσαν μόνην καὶ ἀληθῶς μακαρίαν ζωὴν ἀποβλέποντες. Συνευεκτοίη τῷ ἔνδον σοι καὶ ὁ ἔξωθεν ἄνθρωπος, εἴς τε τὴν τῆς Ἐκκλησίας οἰκοδομὴν καὶ πάσης τῆς οἰκουμένης ὠφέλειαν. Καὶ μετὰ πάντων κἀμὲ αἱ θεοπειθεῖς εὐχαὶ τῆς σῆς ἁγιότητος σωτηρίας ἀξιωσάτωσαν. Τοῦ τῆς σῆς ἁγιότητος καὶ υἱοῦ καὶ οἰκείου δούλου, Ἰωσὴφ μοναχοῦ τοῦ Βρυεννίου.

Τῷ ἀπὸ Γραικνῷ Ἰταλῷ, Ἀδελφῷ Μαξίμῳ τῆς τάξεως τῶν Κηρύκων Ἐν ἐρήμῳ διατρίβοντι καὶ προσέχειν ἐμαυτῷ πειρωμένῳ τὰ τῆς σῆς χειρὸς ἧκε γράμματα, ἃ καὶ διελθὼν ἐσκεμμένως τὴν μὲν συνθήκην τούτων ἐπαινῶ—τέχνῃ γὰρ γέγραπται—, τῆς δὲ ἐννοίας περιφρονῶ· πάσης γὰρ πλάνης ἀνάπλεω. Ὢ ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Προσήκει σοι μάλιστα ξυρᾶν λέοντα καὶ γράφειν εἰς ὕδωρ καὶ τοξεύειν εἰς πόλον καὶ κενὴν ψάλλειν καὶ τρέχειν ἀκίχητα ἢ ἐμὲ πειρᾶσθαι τοῦ τῶν ὀρθοδόξων ἀποστῆσαι χοροῦ. Πόθεν δὲ καὶ τοῦ χάριν ἐπῆλθέ σοι τοιοῦτόν τι περὶ ἡμῶν φαντασθῆναι;

Τί δὲ μικρὸν ἢ μέγα πεπονηκὼς ἐμὴν χάριν, οὕτω τῆς ἐμῆς ἀντιποιῇ σωτηρίας, ὥστε με καὶ οὐχ ἑκόντα εἶναι σώζειν μηχανᾶσθαι σπουδῇ; Μὴ σοὶ μέλει πλέον τῆς ἐμῆς σωτηρίας ἢ τῷ χάριν ἐμὴν τὸ αἷμα δεδωκότι τὸ ἴδιον; Ὅρα μὴ καὶ Θεῷ ὀφθείης ἀντίθεος, ἀναιρῶν τὸ τῇ φύσει δεδομένον τῆς αὐτοκρατορίας ἀξίωμα. Ἔοικας οὐ ζήλῳ θείῳ ταύτην ποιεῖσθαι τὴν ἔνστασιν, ἀλλ’ ἐκδικεῖν δοκεῖν ὅπερ ἔφθης ἑλόμενος, ὡς ἂν οὕτω γε τοὺς ἐπὶ τῇ μεταθέσει διαφεύγοις ἐλέγχους καὶ τὴν τῶν μεθ’ ὧν τέταξαι εὔνοιαν ἐπισπᾶσθαι τῇ πρὸς ἡμᾶς περιφανεστάτῃ δυσμενείᾳ καὶ ταῖς καθ’ ἡμέραν ἀντιπτώσεσιν αὐτοῖς χαριζόμενος. Ὅνπερ ἄρα τρόπον καὶ ἐκ τῆς τῶν χριστωνύμων μοίρας οἱ πρὸς τὰ τῶν Ἀγαρηνῶν μεταβάλλοντες ἀκήρυκτόν τινα καὶ ἄσπονδον καθ’ ἡμῶν τὴν μανίαν ἐνδείκνυνται, καὶ τὰ τῆς ἡμετέρας εὐσεβείας ἀχαλίνῳ γλώσσῃ κερτομοῦσι καὶ διασύρουσι, μηδὲν ἐντεῦθεν ὅτι μὴ τὸ <τῶν> οἷς προσῄεσαν εὔνουν πραγματευόμενοι. (Τίς οὖν ἄρα βάρος ἔχων νοῦ καὶ φρενῶν εὖ ἥκων τῆς σῆς γλώττης θήραμα γενέσθαι ἀνάσχοιτ’ ἄν;) Εἰ δὲ καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ προβάλλῃ ζῆλον καὶ ἄλλος τις Ἠλίας εἶναι βούλει ἢ Φινεές, ὡς ἐκεῖνοι τῆς κακίας οὕτω σὺ τῆς παρὰ σοὶ κρινομένης κακοδοξίας ἐκβιαστής, εἰσὶν ἕτεροι χείρους ἡμῶν τὴν κακοδοξίαν, Ἰουδαῖοι φημὶ καὶ Ἰσμαηλῖται· ἐν τούτοις οὖν τὰ τοῦ ζήλου δειχθήτω σοι.

Νῦν καὶ ἐκείνων ἀνεχόμενος, τὰ ἀθεώτατα βλασφημούντων, καθ’ ἡμῶν πνέεις μόνον. Εἰ γὰρ ἀληθῶς ὁ ὑπὲρ Χριστοῦ σε ζῆλος εἰς τοῦτο κινεῖ, ἐκείνοις ἔδει χαλεπαίνειν, ἐκείνοις ἀντιφέρεσθαι, κατ’ ἐκείνων ὁρμᾶν, οὐχ ἡμῶν, οἳ τὴν αὐτὴν Τριάδα σοι, τὸν αὐτὸν Χριστὸν καθομολογοῦμεν. Εἰ οἰκίαν ἑώρας ἐξ αὐτῶν κρηπίδων σεσαθρωμένην εἰπέ μοι· ἆρα, ἀφεὶς τὰ καιριώτατα θεραπεύειν, τὰ μικρὰ τῶν τοίχων ῥήγματα ἂν ἠσφαλίζου; Οὐκ ἔγωγε οἶμαι. Εἰ δὲ καὶ ὑπὸ βασιλεῖ τεταγμένος ἦς καὶ τοὺς μὲν ἑώρας ἐχθροὺς αὐτοῦ προφανεῖς τελοῦντας καὶ ὑβριστάς, τοὺς δὲ οἰκείους μὲν μικρὸν δέ τι προσκρούσαντας, ἆρα ἂν τοὺς προφανεῖς ἐάσας ἐχθρούς, τοὺς οἰκέτας ἠμύνω; Τάχα ἂν ἀλλ’ οὐκ ἀμύνασθαι φαίης, ἀλλὰ θεραπεῦσαι ἐπείγομαι. Καὶ τίνες μᾶλλον δέονται τῆς θεραπείας; οἱ περὶ τὰ καίρια νοσοῦντες ἢ οἱ μικρᾷ τινι ἀνωμαλίᾳ συνεσχημένοι τοῦ σώματος;

Εἰ μὲν οὖν διά τι τῶν ἀνθρωπίνων τὴν μετάθεσιν εἵλου τὴν ὀρθότητα τῆς ἡμετέρας δόξης μὴ ἀγνοῶν, οὐκ οἶμαί σε παραιτήσεσθαι τὴν ἐπάνοδον· οὐ γὰρ ἂν ἀνάσχοιο τῆς κρείττονος ἐπὶ μακρὸν ἀφεστάναι μερίδος. Εἰ δὲ ἣν εἵλου δόξαν πάσαις ψήφοις ἔχειν διατείνῃ τὸ ἀσφαλὲς καὶ τούτου χάριν αὐτῆς περιέχῃ, σκοπεῖν ἐχρῆν τὸ τῆς ἀνθρωπίνης διανοίας εὐόλισθον καὶ ὡς πολλοί τινες καὶ διανοίας ὀξύτητι καὶ λόγων δεινότητι τὸ θαρρεῖν ἐσχηκότες τῆς ὀρθῆς ὅμως περὶ Θεοῦ διημάρτοσαν δόξης· οὐ γὰρ τῇ ἀληθινῇ καὶ πρώτῃ σοφίᾳ προσέσχον, ἀλλὰ τῇ ψυχικῇ καὶ δαιμονιώδει, ᾗ περὶ λογομαχίας ἀνωφελὴς ἡ σπουδή, ὧν καρπὸς οὐδὲν ἕτερον ὅτι μὴ τῶν ἀκουόντων ἡ καταστροφή.

Ἦ γὰρ οὐχὶ πάντες, ὅσοι δόξαις. αἱρετιζούσαις ἑάλωσαν τῆς καθ’ Ἕλληνας σοφίας ὑπῆρχον ἀνάπλεῳ; Εἰ δὲ καὶ ὅλως τῆς τῶν Ἰταλῶν ἐξήρτησαι δόξης καὶ τὸ ἀσφαλὲς αὐτῇ μηδὲν ὅλως ἐπενδοιάζων χαρίζῃ, τί μὴ ἀγαπᾷς αὐτὸς ταύτῃ προσκείμενος, δι’ ὄχλου δὲ γίνῃ τοῖς ὁμοφύλοις κοινωνοὺς καὶ αὐτοὺς ἔχειν τῆς μεταθέσεως; —οὐ γὰρ ἄν τινα πείσειας, ὅσοις ἄρα τὸ φρόνημα ἐμβριθές, ὕποπτον εἰδόσι τὴν ἐν λόγοις ἀπόδειξιν—. Ἐγὼ δὲ οὐκ οἶμαί σε λανθάνειν λόγιον ὄντα, πότεροι ἄρα ἡμῶν τε κἀκείνων κατὰ σκοπὸν τῆς ἀληθείας βάλλουσι καὶ τίνες πόρρω τῆς νύσσης θέουσιν. Ἀλλὰ τὸ φιλόνεικον αὐτὸ καὶ ἡ ἔνστασις, τό τε ἀγέρωχον καὶ ἰταμὸν καὶ τὸ μὴ ἀνέχεσθαι μηδ’ ἀξιοῦν σε ἡττημένον φανῆναι οὐκ ἐᾷ σε στῆναι μετὰ τῶν φοβουμένων τὸν Κύριον οὐδὲ λογίσασθαι ὁπωσοῦν, ὡς ὁ τινὶ ἀληθείᾳ μαχόμενος ὅσον μᾶλλον ἀττικίζει, τοσοῦτον βαρβαρίζει καὶ ὅσον δοκεῖ λογικεύεσθαι, τοσοῦτον ληρεῖ καὶ καθ’ ὅσον <ἔοικε> δῆθεν πλείους ἀληθείας ἐπισύρεσθαι συνηγόρους πρὸς τοῦτο, τὰ μάλιστα ψεύδεται. Ἀλήθεια γὰρ ἀληθείᾳ οὐ μάχεται οὐδ’ οἱ γνήσιοι ταύτης θεραπευταὶ κατ’ αὐτῆς χωρῆσαι ἀνέξονται.

Τούτων μὲν οὖν εἰς ἔννοιαν ἐλθεῖν καὶ τοιούτων οὐκ ἀφίησί σε τὸ ὑπερήφανον· ἐπεμβαίνεις δὲ ἡμῖν ἀφειδῶς, λέγων ἀποφράδας εἶναι καὶ ἀποστόργους Θεῷ, ἐπειδὴ τῷ πάπᾳ τῆς Ῥώμης ὑπείκειν οὐκ ἀνεχόμεθα, σημεῖον δὲ τούτου ἡ παντὸς τοῦ ἔθνους δυσημερία καὶ δυσπραγία. Ἀλλὰ σὺν Θεῷ πρὸς ταῦτά σοι ἀπαντήσομαι. Εἰ ἐκ τῆς κατὰ τὸν βίον εὐπραγίας, ὦ Μάξιμε, τεκμαίρῃ τοῦ δόγματος τὴν ὀρθότητα, ὥρα σοι καὶ Ἀγαρηνοὺς καὶ Ἰσμαηλίτας εὐσεβεστέρους ἡμῶν ὑπειληφέναι, ἐφ’ οἷς εὐετηροῦσι τὸ σήμερον, τὸ μιαρὸν ἔθνος καὶ ἄθεον, τὸ τὰ ἀσεβέστατα κατὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀθυροστομοῦν, τὸ ταῖς παρὰ φύσιν ὅσαι ὧραι καταχραινόμενον μίξεσι, τῶν, εἰ μή τι ἄλλο προσῆν ἡμῖν τῶν καλῶν, τῇ γοῦν εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν πίστει σεμνυνομένων καὶ τῷ εἰς αὐτὸν ἁγίῳ τετελεσμένων βαπτίσματι. Ἀλλ’ ὁρῶμεν τοὺς ἐξαγίστους τούτους οὐχ ὅπως ἡμῶν, οἳ τέλεον ἀπειρήκαμεν, ἀλλὰ καὶ ὑμῶν, τῶν ἐφ’ οἷς εὖ πράττετε μέγα κομπαζόντων, οὐχ ἥκιστα τῷ εὐδαιμονεῖν ὑπεραίροντας. Οὐχ ὅτι τοίνυν, ὡς φής, τῷ ὑμετέρῳ πάπᾳ ὑπείκειν οὐ θέλομεν, διὰ τοῦτο καὶ δυσπραγοῦμεν, ἀλλὰ τὸ εἰς τοσοῦτον ἡμᾶς ἐκτρῖψαν ἡ τοῦ μιαροῦ τῶν ἀθέων ἔθνους ἐστὶν ἐπανάστασις, ἥτις γέγονε μὲν ἐκ τῆς ἐνδίκου τοῦ Θεοῦ ἀγανακτήσεως, ὃν ἡμῖν αὐτοῖς ἐξωργίσαμεν, συντετέλεκε δὲ πρὸς τοῦτο τὰ μέγιστα καὶ τὸ προσεχέστερα τῷ κατὰ τόπον διαστήματι τὰ καθ’ ἡμᾶς τούτοις εἶναι.

Οὐ τοίνυν ἐπεμβαίνειν ἔδει ἡμῖν, οὔτε μὴν ἐφήδεσθαι τοῖς ἡμετέροις κακοῖς, ἐλεεῖν δὲ μᾶλλον ἀδελφικῶς· νῦν δὲ μὴ μόνον οὐκ ἐλεεῖς πάσχοντας ἀλλὰ καὶ ὡς δίκαια πασχόντων χωρεῖς καθ’ ἡμῶν. Ἀλλ’ ὁ τοῦ κακὰ τεκταινομένου πόνος, εἰς τὴν κεφαλὴν ἐκείνου περιετράπη. Οὕτω γὰρ τὸ τῶν ἀντικειμένων πῦρ ἤρθη καὶ τοσοῦτον ἐπέδωκε τὰ κύκλῳ πάντα διανεμόμενον καὶ ἡμῶν ἐπελάβετο, καὶ δὴ ἅπασα κλονεῖται ἡ ἑσπέρα καὶ μαιμάσσει μὲν εἰς παράταξιν, ναρκᾷ δέ· ὁ γὰρ ἔναγχος συγκροτηθεὶς ἐν τῷ Ἴστρῳ πόλεμος ἤλεγξεν ὑμῶν τὴν ἀσθένειαν, καὶ ἐκείνους μὲν ἐθάρρυνε καὶ πρὸς τὴν ἀντίστασιν ῥωμαλεωτέρους διέθηκεν, ὑμῶν δὲ τὰ νεῦρα κεχαύνωκε καὶ τὸ πλέον τῆς ἰσχύος ἡ δειλία ἀφείλετο, ὥστε μηδαμῶς εἰσέτι τὴν ἐκείνων θαρρεῖν ὑμᾶς σύγκρουσιν. Καὶ τὸ θαυμαστόν, ὅτι ἡμεῖς τόσα ἔτη πολιορκούμενοι στέγομεν ἔτι, ὑμεῖς δὲ μετὰ πάσης ὑμῶν τῆς παρατάξεως καὶ μεθ’ ὅσης τῶν ὅπλων παρασκευῆς, τοῖς Ἀγαρηνοῖς ἐπιόντες ἅπαξ, ἀνὰ κράτος ἡττήθητε, καὶ ἡ τοῦ στρατεύματος ἐκείνου ἧττα πᾶσαν τὴν Ἑσπέραν ἐθρόησε. Καὶ εἰ μὴ ἡμεῖς, προσεχέστεροι ὄντες αὐτοῖς, τὴν ἐκείνων ἅπασαν προσβολὴν ὑφιστάμεθα, καθάπερ τι τειχεῖον ἱστάμενοι μεταξὺ ὑμῶν τε κἀκείνων, οὐδὲ πρὸς μικρὸν ἂν ἀντέσχετε, θᾶττον δ’ ἂν ἐξετρίβητε τὴν ἐκείνων μὴ στέγοντες προσβολήν, ὡς ἡ συμβολὴ ἡ μία ἐκείνη παρέστησε.

Καὶ ἡμῶν δὲ εἰς τόδε δυσπραγίας κατενεχθέντων, ἡ Ἐκκλησία τῆς ἀνέκαθεν οὐ μετέβαλε καταστάσεως, ἀλλὰ ἀμεταπτώτως ἄχρι καὶ τήμερον τῇ Θεοῦ μένει χάριτι. Καὶ οὐχ ἡ Κωνσταντίνου μόνον ἀλλὰ καὶ Ἀλεξάνδρεια καὶ Ἀντιόχεια καὶ Παλαιστίνη τοὺς πατριάρχας ἑαυτῶν οὐκ ἀπέβαλον, οὐδὲ ἴσχυσεν ἡ τῶν ἀσεβῶν ἐθνῶν ἐπικράτεια τῶν Ἐκκλησιῶν παρασαλεῦσαι τὴν τάξιν ἢ τῶν προεστώτων ἀποστερῆσαι. Ὑμῖν δὲ ἡ Ἐκκλησία μεμέρισται καὶ δύο πάπαι τελοῦσι τὸ σήμερον ἀλλήλοις ἀντίθετοι, καὶ ἑκάτερος ἑκάτερον καὶ ἅπαν τὸ ὑπ’ ἐκείνῳ τελοῦν ἀποτροπιάζεται, καὶ ἀφορισμῷ καθυποβάλλει καὶ ἀναθέματι, ὥστε πάντας ὑμᾶς ὑποκεῖσθαι τοῖς παλαμναιοτάτοις ἐπιτιμίοις καὶ μηδένα χριστιανὸν εἰλικρινῶς καὶ ἀναμφιλέκτως εἶναι πιστεύεσθαι. Καὶ ἡμῖν μὲν ἐν ταῖς πόλεσιν, ἐν αἷς οἱ βάρβαροι τὴν ἐπικράτειαν ἔχουσιν, αἱ Ἐκκλησίαι τῶν οἰκείων οὔμενουν ἀμοιροῦσι ποιμένων, τῶν δὲ παρ’ ὑμῖν ἀρχιερέων οὐδένα ἂν σχοίητε δεῖξαι, χώραν ὅλως ἔν τινι τῶν τοιούτων ἔχοντα πόλεων. Εἰ γὰρ καὶ ἐν τοῖς σωματικοῖς δυσπραγοῦμεν, ἀλλ’ ἐν οἷς ἡ πρὸς τὸν Θεὸν ἡμῖν οἰκείωσις, χάρις Σοι Κύριε, ὅτι τούτων οὐδ’ ὁτιοῦν ἀπεβάλλομεν.

Καὶ τῶν πόλεων γὰρ ἡμῖν τοῖς ἀθέοις ἔθνεσιν ἁλουσῶν, ἡ Ἐκκλησία τὸ ἑαυτῆς ἀμετάβλητον ἀποσῴζει σχῆμα, καὶ ἀρχιερεῖς καὶ ἱερεῖς καὶ διάκονοι ἐν μέσοις ἔθνεσι τὰ τοῦ βαθμοῦ ἀκωλύτως ἀνύουσι καὶ ἑκασταχοῦ τὰ θεῖα ἱερουργεῖται μυστήρια, καὶ τὸ ὕδωρ εὐχῇ καὶ σφραγῖδι παρὰ τῶν κατὰ τόπον ἱερέων ἁγιαζόμενον ἐναργῆ τῆς χάριτος σώζει τὰ σύμβολα, ὡς ἐκ τῆς ὁρωμένης διαυγείας καὶ καθαρότητος, μηδὲν πάσχον ὅσα εἰκὸς παθεῖν ὕδωρ ἀκινητοῦν, τὴν ἀόρατον πιστοῦσθαι ἐν αὐτῷ τοῦ Πνεύματος ἐπιφοίτησιν, καὶ οἷα παρ’ ἡμῖν οἵα τέ ἐστιν ἱερωσύνη τελεῖν παρίστησι τηλαυγῶς. Ἀπώσθησαν μὲν γὰρ καὶ Ἑβραίων τὸ φῦλον Θεοῦ, ἀλλὰ μετὰ τῆς ἔξωθεν ἐλευθερίας καὶ τὰ θεῖα αὐτοῖς αὐχήματα ᾤχετο· ἐξέλιπον γὰρ αἱ θυσίαι, ἐξέλιπε βασιλεία, ἐξέλιπεν ἱερωσύνη, ἐξέλιπε προφήτης, ἐξέλιπεν ἡ τοῦ μέλλοντος δήλωσις, ἐξέλιπεν ἡ τοῦ ἱλαστηρίου φωνή.

Παρ’ ἡμῖν δὲ τῶν ἱερῶν καὶ θείων ὅσα τοῦ Θεοῦ τὴν πρὸς ἡμᾶς ἐγγυᾶται ῥοπὴν καὶ ὅσα πρὸς αὐτὸν φέρειν δύναται, τὸ σωτήριον φημὶ βάπτισμα, τὴν τοῦ Κυριακοῦ σώματος τελείωσιν, τὴν τῶν ἱερέων χειροτονίαν καὶ πᾶσαν ἄλλην ἱερὰν τελετήν, ταῦτα παρ’ ἡμῖν ἀμείωτα σῴζεται καὶ χάρις τῷ ἡμῶν δεσπότῃ καὶ κηδεμόνι ὅτι τῆς σωματικῆς εὐετηρίας διὰ βίου ἀποπεσόντες φαυλότητα τῶν εἰς σωτηρίαν φερόντων οὐκ ἐστερήμεθα. Καὶ ἡμεῖς μὲν εἰ καὶ ἐπηρεαζόμεθα, ἀλλ’ ὑπὸ τῶν ἀθέων ἐθνῶν τοῦτο πάσχομεν, καὶ παραμυθία τις ἡμῖν οὐ σμικρὰ τούτου χάριν, διὰ τὴν εὐσέβειαν μισουμένοις καὶ τὰ δυσχερῆ ταῦτα πάσχουσιν, ὅπερ ἄρα δεῖγμα μέγιστον τῆς εἰς ἡμᾶς τοῦ Θεοῦ προμηθείας καὶ ἀρρήτου κηδεμονίας, δέον δίκας ὑπὲρ ὧν ὁ βίος ἡμῖν πλημμελῶς ἔχει ἀποτιννύναι, παρ’ ἀθέων ἐθνῶν τοῦτο πάσχειν, οἳ αὐτοὶ ἅμα καὶ Θεῷ καὶ ἡμῖν ἀπομάχονται, ὡς ἂν καὶ ἡμεῖς μετὰ τοῦ Θεοῦ πολεμώμεθα καὶ μὴ ἔκτισις ἁμαρτιῶν ἁπλῶς ᾖ τὰ τῆς ἐπηρείας, ἀλλὰ καί, εἰ μὴ μαρτύριον, μαρτυρίου ἐγγύς. Εἰ γὰρ καὶ Θεὸς εἰς ὄφλησιν ἁμαρτιῶν τῆς καθ’ ἡμῶν ἐπικρατείας τοῖς ἀσεβέσιν ἀφίσταται, ἀλλ’ ἐκεῖνοι καὶ δι’ αὐτὴν ἡμῖν ἀπεχθάνονται καὶ δυσμεναίνουσι τὴν εὐσέβειαν.

Ὑμεῖς δὲ πάσχετε μὲν καὶ αὐτοὶ τὰ ἀνήκεστα, ἀλλ’ οὐ παρὰ τῶν ἔξωθεν, ἤδη δὲ παρ’ ὑμῶν αὐτῶν ἀλλήλοις ἐπιμαινόμενοι καὶ πολέμους συνάπτοντες, αὐτῶν τῶν ὑμετέρων παπῶν παραταττομένων ἀλλήλοις καὶ τὸν κατ’ ἀλλήλων πόλεμον αἰρομένων, καὶ αἵμασιν ἀδελφικοῖς τοὺς ὑπ’ αὐτοῖς ἀναγκαζόντων καταχραίνειν τὰς δεξιάς, καθ’ ὃ τῶν μαινομένων οὐδέν τι διενηνόχατε, οἳ τὰ ἑαυτῶν κατατέμνουσι μέλη. Οὗ τί ἄρα χεῖρον καθέστηκε; Καὶ οὐ τοῦτο μόνον τὸ δεινόν, ὅτι τὰ οἰκεῖα μέλη τιτρώσκετε, ἀλλ’ ὅτι καὶ οἱ κτείνοντες καὶ οἱ κτεινόμενοι ὑπεύθυνοι τῇ τοῦ φόνου δίκῃ καθίστανται, οἱ μέν, οἷς τοὺς ὁμοπίστους ἑαυτοῖς καὶ ἀδελφοὺς ἀποσφάττουσιν, οἱ δέ, ἐφ’ ᾧ φιλαρχίας χάριν καὶ τυραννίδος εἰς σφαγὴν τῶν ὁμοφύλων παρεσκευάσθησαν καὶ ἀνδροφόνοι τὴν γνώμην εἰσί, κἂν φονευθέντες αὐτοὶ ἤδη τοῦ σκοποῦ διημάρτοσαν.

Καὶ ἡμεῖς μὲν τοῖς ἀθέοις ἔθνεσι συρρηγνύμενοι καὶ νικῶντες, εὐέλπιδες καθεστήκαμεν τοὺς παλαμναιοτάτους καὶ Θεῷ διαφορωτάτους διεργαζόμενοι, καὶ ἐκδικηταὶ Χριστοῦ χρηματίζοντες· καὶ πίπτουσιν εἰς μαρτυρίου λόγον ἡμῖν ἡ σφαγὴ λογισθήσεται, ἐν τῷ πολεμεῖν ὑπὲρ Χριστοῦ πεπτωκόσιν.

Αὐτὸ γὰρ τὸ μαίνεσθαι καθ’ ἡμῶν τοὺς ἀλιτηρίους τούτους καὶ τὰ δεινότατα δρᾶν ἐκ τῆς κατὰ τοῦ ἐνθέου δόγματος ἡμῶν ἀκαθέκτου μανίας ἔπεισι τούτοις. Ὁ γοῦν πρὸς τοὺς μὴ δι’ ὁτιοῦν ἕτερον διαφερομένους ἡμῖν, ὅτι μὴ τὴν εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν εὐσέβειαν, ἀντιταττόμενος καὶ πίπτων, ἄντικρυς ὑπὲρ αὐτοῦ Χριστοῦ πέπτωκεν. Ὃς γάρ, ἐνὸν εἰς τὰ ἐξάγιστα καὶ ἄθεα ἐκείνων ἤθη μεταβαλεῖν καὶ ἐνσπόνδους αὐτίκα σχεῖν τούτους, μᾶλλον δὲ καὶ τῆς παρ’ ἐκείνοις ῥᾳστώνης καὶ ἀνέσεως μεθ’ ὅσης τιμῆς ἀπολαύειν, ταῦτα παρὰ φαῦλον τιθέμενος μισεῖσθαι παρ’ ἐκείνων ἀνέχεται καὶ ἐλαύνεσθαι καὶ αὐτὸ βιαίως τὸ ζῆν ἀφαιρεῖσθαι, διὰ Χριστὸν πάντα πάσχει τὰ εἰρημένα.

Τοῦ δὲ διὰ Χριστὸν πάσχειν, τί ἄρα μακαριώτερον; ἢ τί τῶν ὅσα γε εἰς τὴν ἐκεῖθεν φέρει μακαριότητα ἀξιοχρεώτερον; Ὑμεῖς δέ, τοῦ τῆς ὑμετέρας πίστεως τοῖς ἐχθροῖς ἀφέμενοι πολεμεῖν, τοῖς ὁμοπίστοις μάχεσθε οἱ ὁμόπιστοι, καὶ ταὐτὸν πεπόνθατε, οἷον ἄν, εἴ τις παρ’ ἑτέρων πληττόμενος, ἀφεὶς τὸ διαμάχεσθαι πρὸς τοὺς πλήττοντας, ὁ δὲ τὰ οἰκεῖα καὶ αὐτὸς παίοι μέλη. Καὶ οὕτω μὲν ἔχει τὰ καθ’ ὑμᾶς.

Καὶ ἐν οἷς δὲ βίου καθαρότης θεωρεῖται καὶ πολιτείας ἀκρίβεια, ἡ καθ’ ἡμᾶς μερὶς ὑπερτεροῦσα φαίνεται πολλῷ τῆς ὑμετέρας μερίδος. Καὶ σωφροσύνην γὰρ καὶ ἐγκράτειαν, ταπείνωσίν τε καὶ ἀγρυπνίαν καὶ ναῶν εὐκοσμίαν ἱερῶν καὶ εὐταξίαν ἐν ταῖς θείαις καὶ ἱεραῖς τελεταῖς, σεμνότητά τε ἱερέων καὶ ἀρχιερέων ἁγιοπρεπῆ κατάστασιν, κἂν καὶ οὐχ ὅσην ἐχρῆν, ἀλλ’ οὖν ἐν τῇ καθ’ ἡμᾶς Ἐκκλησίᾳ πλείω ἂν εὕροις ἀκριβωσάμενος ἢ τῇ ᾗ προσεχώρησας. Ἅπας γὰρ νόμος καὶ θεσμὸς ἱερός, ὁ ἐγκράτειαν καὶ σωφροσύνην εἰσηγούμενος, ἠπράκτησε παρ’ ὑμῖν καὶ τελείως ἠθέτηται, καὶ πλήρης ἀκολασίας ὁ βίος ὑμῖν καὶ ἀκαθαρσίας πάσης, οὐχὶ τῷ κοινῷ λαῷ μόνον ἀλλὰ καὶ τοῖς μονάζουσι καὶ οὐχ ὅπως τοῖς μονάζουσιν ἀλλὰ καὶ τοῖς τῷ κλήρῳ κατειλεγμένοις, εἴτε διάκονοι ὦσιν εἴτε πρεσβύτεροι· ναὶ μὴν καὶ οἱ τὸν τῆς προεδρίας βαθμὸν εἰληχότες, οὓς ἔδει καὶ τῶν ἐκ τοῦ λαοῦ τοὺς ἀναξίους εἴργειν δαπέδου τοῦ ἱεροῦ κατὰ τοὺς θείους θεσμούς, οἱ δὲ καὶ πορνείαις καὶ μοιχείαις ἐγκαλινδούμενοι τῷ θείῳ αὐθωρὸν προσίασι θυσιαστηρίῳ καὶ τὸ μέγα, φεῦ, καὶ φρικτὸν Χριστοῦ σῶμα καὶ μεταχειρίζονται καὶ ἐσθίουσιν.

Ἀλλ’ ἕως πότε παρεξετάζομεν τὰ ἀσύγκριτα; Ἔχεις τὸ οἰκεῖον συνειδὸς ἔλεγχον ἔνδοθέν σε διδάσκον, ποία τῶν δύο τούτων μερὶς οἰκειοτέρα Θεῷ. Σπούδασον οὖν, ἀνάνηψον, καὶ δεῦρο τῆς κρειττόνων μερίδος θᾶττον γενοῦ. Οὐ γὰρ ἀποκέκλεισταί σοι τὰ τῆς εἰς τὸ κρεῖττον μεταβολῆς, εἰ δ’ οὖν, ἀπώλου μονώτατος. Ὁ πάντας καλῶν εἰς μετάνοιαν Κύριος παράσχοι τῇ ψυχῇ σου ἐπίγνωσιν ἀληθείας σωτήριον. Ἰωσὴφ μοναχοῦ τοῦ Βρυεννίου.

Τῷ ἐν ἐπισκόποις εὐλαβεῖ κυρῷ Μακαρίῳ τῷ τῆς Ἀμμοχώστου. Ἐν Κύπρῳ. Ἥδομαι ὑποθέσει ἁπάσῃ, ἣ προσδιαλέγεσθαι τῇ σῇ με παρασκευάζει σεβασμιότητι. Εἰ γὰρ καὶ μὴ οἴκοθεν εὐπετῶς πρὸς τοῦθ’ ὁρμᾶν ἔχω, τῇ ἐθάδι πρὸς τὰ κρείττω νωθρότητι, ἀλλὰ χαίρω παρ’ ἄλλων ἑλκόμενος. Ἡ δ’ ὑπόθεσις τίς ἄρα τυγχάνει ἡ τοῦτό γε ἀπαιτοῦσα;

Ἀνήρ τις τῶν ὑμεδαπῶν ἤδη προσῄει μοι οἰκείου ἅλωσιν υἱοῦ παρὰ τῶν ἐξαγίστων Ἀγαρηνῶν τραγῳδῶν· ὃς μετὰ βαρεῖαν τὴν ἀποτίμησιν ὀψὲ καὶ μόλις τῆς ἐκείνων ἐπικρατείας ῥυσθεὶς—δύο γὰρ πρὸς τοῖς ἑξήκοντα χρυσοῖς ἐκρίθη καταβαλέσθαι—τὸ ἡμέτερον κατείληφε δάπεδον, Γεώργιος τὸ ὄνομα ὁ πατήρ, Μάρκος δὲ ὁ υἱός, Κρίσκης αὐτοῖς ἡ ἐπίκλησις, Κυρήνεια δὲ κατὰ τὸ συνεχέστερον αὐτοῖς ἡ πατρίς. Ὁ τοίνυν πατήρ, κατὰ ζήτησιν τοῦ οἰκείου παιδὸς ἐξεληλυθώς, καὶ τοῦτον ἤδη δεῦρο κατειληφότα, ὥσπερ εἰρήκειν, εὑρών, μεγίστων κάτοχος ὤφθη φροντίδων, ὅπως ἂν αὐτῷ γένοιτο τὰ λύτρα τοῦ παιδὸς ἀποτῖσαι, βαρυτάτης μὲν οὔσης τῆς ἐκτιμήσεως, δυσπορίστων δ’ ὅτι μάλιστα τῶν χρημάτων. Οὔτε γὰρ αὐτὸς οἴκοθεν ἔχει καταθέσθαι διὰ πενίαν καὶ τὸ παρὰ τῶν φίλων ἐρανίσασθαι ταῦτα οὐχ ἥκιστα δυσχερές, εἰ μή τις αὐτοῖς ἔξωθεν πρὸς τοῦτο προτροπὴ καὶ παράκλησις γένοιτο. Τοῦτο δ’ οὐκ ἂν ἄλλος τις πλέον ἢ ἡ σὴ θεόπνους δυνήσεται γλῶττα, ἧς ἄρα πολλοὶ οἱ καρποὶ καὶ πλείστη τῷ Θεῷ δι’ αὐτῆς ἡ τῶν σωζομένων προσένεξις. Τοῦτο τοίνυν ὁ τὴν συμφορὰν παθὼν ἄνθρωπος ἀντιβολεῖ δι’ ἐμοῦ, καὶ παρὰ τῆς σῆς αἰτεῖ φιλανθρώπου ψυχῆς.

Οἶδε γὰρ ὅτι τῆς χρηστῆς σου γλώττης ἐξήρτηται πᾶς ὁ λαὸς καὶ οὐκ ἔστιν οὐδὲν ἄρα, ὃ μὴ σοὶ πάντως ἀνύσιμον, τῇ βιαίᾳ τῶν λόγων πειθοῖ, μετὰ τῆς παρομαρτούσης ἡδύτητος, ἢ τῇ χάριτι μᾶλλον εἰπεῖν τοῦ Θεοῦ, ἥ σοι ῥᾷστα τίθησι πάντα, καὶ πᾶν ἀντιπῖπτον καὶ αὐθαδιάζον, εὐπετὲς καὶ πειθήνιον δείκνυσιν. Ἐπικάμφθητι τοιγαροῦν καὶ τοῦ προσιόντος τῇ συμφορᾷ καὶ φίλου παράκλησιν δυσωπήθητι, ὡς ἄρα τὸ περιπαθὲς αὐτοῦ δάκρυον οἰκτείροις, μᾶλλον δὲ καὶ ἀμφοτέρων, πατρὸς δηλαδὴ καὶ υἱοῦ. Ἱκέτης σοι ὑπὲρ αὐτῶν ἤδη πρόσειμι, καὶ ἑκατέροις τοῖς μέρεσι, τό τε κατ’ ἐμὲ λέγω καὶ τὸ κατ’ αὐτούς, πειθήνιος ὄφθητι.

Καὶ ἥσεις μὲν ἐμὲ ὅτι πλεῖστα, ὀνήσεις δὲ καὶ τοὺς περιστατηθέντας, καὶ τούτων οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, πάντας ὅσοι τῇ πρὸς σὲ εὐπειθείᾳ διὰ τοῦ ἐράνου τῆς χρηστότητος τὸ συμβὰν ἀτύχημα τοῖς ἀνδράσι παραμυθήσαιντο, καὶ τέλος πολὺς καὶ ἄφατός σοι παρὰ τῷ Θεῷ μισθὸς ἀποκείσεται, τοῦτο μὲν τοῦ πρὸς τὸν πλησίον ἐλέου, τοῦτο δὲ καὶ τῆς κατὰ ψυχὴν τῶν σοὶ πειθομένων ὀνήσεως, ἥν, εὖ οἶδα, καὶ πρὸ τῆς ἡμῶν εἰσηγήσεως, αὐτὸς αὐτεπιτάκτως διὰ βίου καρποφορεῖς τῷ Θεῷ, μηδ’ ὁτουοῦν ἄλλου σπουδαζομένου σοι ἢ ὅπως ἂν ἄρα Θεὸς ἐκ τῆς σῆς γλώττης ψυχῶν ὅτι πλείστων ἀπενέγκοιτο σωτηρίαν καὶ στόμα Χριστοῦ καὶ αὐτὸς ὀφθείης. Πρόσχες οὖν τοῖς γράμμασι καὶ σύνες τοῖς λόγοις μου, καὶ καθάπερ ὑπέσχου καλούμενος, οὕτω καὶ πλήρου ἑπόμενος. Οὐ γὰρ ἀρκεῖ τὸ κληθῆναι μόνον καὶ ἁπλῶς προσχήματι ἕπεσθαι ἀλλὰ καὶ καλοκαγαθίας δεῖ τῆς μετὰ τὴν προσέλευσιν. ᾯ γὰρ κλήρῳ προσεληλύθεις, τοῦτον ἄρα καὶ θεραπεύειν ἐπείγου, τὰ ἐκείνῳ θυμήρη πληρῶν. Καὶ μὴ ἄλλῳ προσεληλυθὼς ἄλλον θεράπευε, μηδὲ ἄλλῳ συνταξάμενος ἑτέρῳ καθυπηρέτει, ἵνα μὴ δίκας ὄφλῃς, ὧν τὰς συνθήκας ἐψεύσω, ἵνα μὴ ἐκείνῳ συγκαταδικασθῇς, ᾧ καὶ πληρωτὴς τῶν θυμήρων ἐτέλεις. Τί γάρ, εἰ καὶ συναρίθμιος φὴς εἶναι τοῦ ἡμετέρου κλήρου, τὸ ἔργον πολλῷ μεῖζον τοῦ λόγου καθέστηκεν, ὥσπερ ἀλήθεια σκιᾶς καὶ εἰκόνος ἀρχέτυπον.

Ὅρα τοίνυν μὴ ψιλοῖς μὲν λόγοις χαρίζῃ ἡμῖν, τὸ δὲ μεῖζον τῆς ὑπείξεως μέρος ἑτέροις προσνέμοις, ἀλλ’ οἷς συνέθου, τούτοις ὕπεικε κατὰ πάντα, ὡς ἂν οὕτω σὺν αὐτοῖς, κἀνταῦθα κἀκεῖσε, προθέσει καὶ λόγῳ καὶ ἔργῳ συναριθμῇ.

Εἴη σου ἐν Θεῷ εὐεκτοῦσα ἡ ἁγιότης εἰς πολλῶν ψυχῶν περιποίησιν. Βρυεννίου μοναχοῦ Ἰωσήφ.

Βασιλικὸν Ἥσθην τοῦ σοῦ κράτους δεξάμενος γράμματα, ἀνεκτησάμην τε ἐμαυτὸν καὶ ἀντὶ μυρίων ἀπέχω ταῦτα τῶν ἀγαθῶν. Ἀλλ’ ὅ γε πέπονθα ταῦτα διεξιὼν ἐσκεμμένως, ἄρτι καλὸν ἐξαγγεῖλαι. Ὡς γὰρ πρὸς τοῦ κομίσαντος Σπηλιώτου λαβὼν ἐκεῖνα τοῖς χείλεσί μου προσῆψα τὴν τούτων ἐπιγραφήν, καὶ ἀναπτύξας ταῦτ’ ἀνεγίνωσκον, οὐ βασιλικὰ ᾤμην ἰέναι γράμματα μόνον, ἀλλ’ αὐτόν σε τὸν ταῦτ’ ἐπιστείλαντα κράτιστον βασιλέα ὁρᾶν ἐπῄει καὶ προσκυνεῖν καὶ φαντάζεσθαι. Ἀμέλει πολλὴν ἐντεῦθεν καὶ ἄρρητον ἐκαρπούμην τὴν εὐφροσύνην. Ἐπάλθη μου ἡ καρδία, μετεώριστο ἡ ψυχή, ἐπῆρτο ὁ λογισμός, καὶ ὅλως ἐνώπιόν σοι μετ’ ἐκπλήξεως παρεστάναι ἐνόμιζον. Τοσοῦτον ἄρα ἰσχύει βασιλικῶν γραμμάτων ὑποδοχὴ καί, ἐγρηγορότος τοῦ σώματος, ἐνύπνια βλέπειν βιάζεται τὸν προσεχόντως αὐτὰ μετιόντα καὶ σχετικῶς. Ταύτῃ τοι καὶ αὐτός, μειδιῶν ἅμα καὶ χαίρων, ταῦτ’ ἀμείβομαι τοῖσδε τοῖς γράμμασιν. Ὅτι πολλὰ τῷ σῷ κράτει καὶ μεγάλα ὀφείλων, κραταιότατέ μοι βασιλέων καὶ ὑψηλότατε, εὔνοιαν ἐκ ψυχῆς, ἀγάπην ἀπὸ καρδίας, ἐκ γλώττης ἐγκώμια, περὶ πάντων τῶν ὧδε χρηστὰ εὐαγγέλια, προσκυνήσεις διὰ πραγμάτων καὶ εὐχὰς πρὸς Θεὸν ἐξ ὅλου τοῦ νοῦ, ἅπαντα τάδε σημηνάμενος τῷδε τῷ μέλανι τῇ σῇ ἀναφέρω ὑπεροχῇ.

Καί γε δέομαι τῆς ὑπερτάτου Τριάδος πρὸ τῆς μακαρίας καὶ ἀϊδίου ἐκείνης ζωῆς καὶ τὴν ἐπίκηρον ταύτην εὐτυχῶς ἐπιτεῖναί σοι, ὅτι πλείστη χρεία τῆς τοῦ σοῦ κράτους ἐνταῦθα ἐπιμονῆς, οὐχ ὡς τῆς σῆς μεγαλοπρεπείας τοῦ ζῆν τοσοῦτον ἐφιεμένης, ἀλλ’ ὡς τῶν πραγμάτων, ἂν μὴ μακρῷ τῷ χρόνῳ τῇ ζωῇ ἐπιμείνῃς, καὶ ἀδικουμένων καὶ φθειρομένων.

Ὅτι καὶ νόμου δεῖται φυλακῆς καὶ συνεχείας πόνων καὶ τάχους περὶ τὰς γνώσεις καὶ μὴ κατ’ ὄψιν κρίσιν καὶ μὴ χρημάτων ἧτταν καὶ ἀνδρὸς χάριτας διδόναι ἐπισταμένου, καὶ ὅτῳ καὶ ὅτε καὶ ὅσας καὶ ὡς, εὐεργετεῖν τε, ὡς λόγος ἁγίων αἱρεῖ, καὶ ὧν δεῖ τοῖς ὠφελοῦσι παρὰ τῶν εὖ πεπονθότων οὐκ ἀτυχεῖν, κεκτῆσθαί τε πρὸς μὲν τοὺς καιροὺς λογισμόν, πρὸς δὲ τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν, συνέχειν τοὺς φίλους ταῖς δωρεαῖς καὶ τοὺς ἐχθροὺς εὐεργεσίαις φιλοτιμεῖσθαι. Τὰ τοῦ γένους ἐλαττώματα καλύπτειν τοῖς οἰκείοις πλεονεκτήμασι, τῷ στερρῷ τοῦ φρονήματος ἀρχέτυπον εἶναι φιλανθρωπίας καὶ καρτερίας ὑπόδειγμα, καὶ τῇ τοῦ λόγου δυνάμει τῆς Ἐκκλησίας κρατύνειν τὰ δόγματα. Ἃ δήπου πάντα ἡ σὴ μόνη θεόστεπτος βασιλεία ἀξίως πλεονεκτοῦσα, μακρᾶς ζωῆς καὶ ὑγείας ἀξία καθέστηκε. Τοιγάρτοι καὶ πάντες οἱ νοῦν ἔχοντες ἀνὰ τὴν οἰκουμένην ἅπασαν ἄνθρωποι καὶ ἀνακηρύττουσιν ἐπαίνοις καὶ στεφανοῦσι τοῖς ἐγκωμίοις καὶ ἀήττητον εὔχονται διαμένειν τὸ κράτος σου. Χαῖρε τοίνυν ἐν τούτῳ, εὐφραίνου ταῖς ἀρεταῖς, ἀνδρίζου τῇ εὐσεβείᾳ, μεγαλύνου τῇ φιλοσοφίᾳ καὶ καταγελῶν πάσης ἐπαγομένης σοι κατὰ τούτων ἐπιβουλῆς, ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, καὶ ἡμῶν, εἰ μή τι κωλύει, μὴ διαλίποις ἐρῶν.

Τοῦ τῶν σῶν δούλων δούλου καὶ τῆς σῆς βασιλείας εὐχέτου, μοναχοῦ Ἰωσὴφ τοῦ Βρυεννίου.