Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως

Ἰωσὴφ Βρυέννιος

Απόρριψη των νόθων ενωτικών προτάσεων και προειδοποιήσεις

Απόρριψη της ενώσεως χωρίς την άρση της προσθήκης στο Σύμβολο της Πίστεως, ανάδειξη των κινήτρων της δυτικής βοήθειας και τονισμός της παιδαγωγικής αξίας των θλίψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 4 από 8

Πρὸς δὲ τοὺς τολμήσαντας ἀπαγγείλασθαι, ὅτι μετὰ τὴν ἕνωσιν αὐτίκα ἕψεται ἀπὸ τοῦ Ῥώμης βοήθεια, καὶ ἀπαρατρέπτων μενόντων πάντων τῶν τῆς ἡμετέρας αὐλῆς ἐθῶν καὶ δογμάτων, ἔσται ἡ ἕνωσις· ἢ καὶ εἰσηγήσασθαι, μηδὲν εἶναι ἀπᾷδον μνημονεύειν τὸν πάπαν ὡς ἅγιον, μετὰ πολλὰ καὶ ταῦτα πρὸς τούτους εἰπεῖν. Αὕτη ἐστὶν ἡ παρ’ ὑμῶν τοσαῦτα ἕτη γενέσθαι μελετωμένη ἕνωσις τῶν τοσούτων Ἐκκλησιῶν καὶ γενῶν; τούτῳ τῷ τρόπῳ σκέπτεσθε δῆθεν ἡμῖν ἑνωθῆναι, τῆς προσθήκης ἀδιορθώτου μενούσης, καὶ ἁπάντων ἀμετατρέπτων, ἂ τὸ μακρὸν καὶ ἐπάρατον σχίσμα προὐξένησεν; οὐκ ἔστιν αὕτη διόρθωσις, ἄνθρωποι, οὐδ’ ἕνωσις τῶν Ἐκκλησιῶν, τοῦ προτέρου δὲ σχίσματος σχίσμα χεῖρον, καὶ διαίρεσις, καὶ κατατομή, καὶ ἀπάτη, καὶ ἡμῶν πρὸς ὑμᾶς προφανὴς συγκατάβασις, καὶ πρὸς βρόχον δεσμός, καὶ ἀπαγωγὴ πρὸς κρημνόν, καὶ ἐλευθερίας ἀποφυγή, καὶ δουλείας ὁμολογία, καὶ κατάγνωσις τῶν ἁγίων πατέρων, καὶ οὐδὲν ὑγιές. Πῶς γὰρ ἕνωσις ἔσται ἡμῖν, μυρίων μεσεμβολούντων δογμάτων ἡμῶν μεταξύ;

ἑνουμένῳ γὰρ παντὶ πᾶν ἑνοῦται ἑνούμενον, μηδενὸς ὁπωσοῦν τὰ ἑνούμενα διείργοντος μέσου· εἰ δὲ μένει ἀεὶ τὸ τὰ ἀμφότερα διιστῶν, οὐδαμῶς καθάπαξ ἑνοῦται τὰ διειργόμενα, κἂν ἴσως δόξῃ ἑνοῦσθαι, τοῖς οὐκ ὀξὺ ταῦτα βλέπουσιν· ἕνωσις γάρ ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή· πῶς δ’ ἀληθὴς αὕτη, καὶ οὐ προσποίητος ἔσται ἡ ἕνωσις, τῶν μὲν μετὰ προσθήκης ἐν πάσαις ταῖς ἱεραῖς τελεταῖς, τῶν δὲ δίχα ταύτης ἐκφωνούντων τὸ σύμβολον; οὐκ ἔστι τοῦτο τὴν τῆς Ῥώμης Ἐκκλησίαν ἑνωθῆναι ἡμῖν· ἄπαγε! ἀλλὰ τὰς τέσσαρας τῆς Ἀνατολῆς Ἐκκλησίας ὑποκῦψαι ἀλόγως τῷ Ῥώμης, φενακισθείσας ἐλπίσι κεναῖς.

Οὐκ ἀρκεῖ Ἀνατολῆς καὶ Δύσεως ἡμᾶς ἐκπεσεῖν; γῆς καὶ θαλάσσης ὁμοῦ; κινητῶν τε καὶ ἀκινήτων κτημάτων; καὶ τῶν τοῦ βίου σχεδὸν ἡδέων; ἀλλὰ προσαφελεῖν ὁ ἐχθρὸς ἐπαγγέλλειν πειρᾶται καὶ αὐτὴν ἡμῶν τὴν εὐσέβειαν; αὕτη ἡ βουλὴ οὐ μὴ γένηται· κἂν δόξῃ προβῆναι, καθάπερ πομφόλυξ ἀφανισθήσεται· ἡμῖν γὰρ τοῦτ’ ἔστι τὸ εἶναι ἡμῖν, ἡ πίστις ἡμῶν, ἡ πατροπαράδοτος κληρονομία· αὕτη πλοῦτος ἡμῶν, αὕτη δόξα, αὕτη γένος, αὕτη στέφανος, αὕτη καύχημα· ἓν βάπτισμα, μία πίστις ἡμῖν, Ἐκκλησία μία, καὶ Θεὸς εἷς δοξάζεται τρισυπόστατος· πάντες οἱ μὴ οὕτω πιστεύοντες ἀπολέσθωσαν.

Καλὸν τὸ εἰρηνεύειν πρὸς πάντας, ἀλλ’ ὁμονοοῦντας πρὸς τὴν εὐσέβειαν· ἡ γὰρ εἰρήνη μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος, κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας, ἢ δουλείας ἐπονειδίστου, πάντων αἴσχιστόν τε καὶ βλαβερώτατον· ὅτι ἔστι κακὴ ὁμόνοια, καὶ καλὴ διαφωνία· ἔστι σχισθῆναι καλῶς, καὶ ὁμονοῆσαι κακῶς· οἷς γὰρ ἡ φιλία πρόξενος ἀπωλείας, τούτοις τὸ μῖσος ἀρετῆς ὑπόθεσις γίνεται· καὶ κρείσσων ἐμπαθοῦς ὁμονοίας, ἡ ὑπὲρ ἀπαθείας διάστασις. Καὶ μήν, εἴπερ ἅγιος ἐκεῖνός ἐστιν ὁ παντὸς ἄγους ἀνώτερος, ἢ ὁ καθῃράμενος τὴν ψυχὴν καὶ τὸ σῶμα πάντως οἷς Θεὸς ἀπαρέσκεται, πῶς πιστεύσομεν ἅγιον εἶναι τὸν ἀμετανοήτως παρὰ πάντα τὸν τῆς ἱερατείας αὐτοῦ χρόνον χριστιανικοῖς χραινόμενον αἵμασιν; εἰ γάρ που ἕνα τις ἐργασάμενος φόνον τοῦ ἱεροῦ περιβόλου κατὰ τοὺς νόμους, ὡς ἄγος ἕξω ἐκβάλλεται, καὶ ταῦτα μετανοῶν, ὁ μυρίους δρῶν φόνους, καὶ μέγα τῷ μιάσματι ἐπιχαίρων, πῶς σὺν ἁγίοις τετάξεται;

Πρὸς δέ γε τούτοις, μηδεὶς ἡμᾶς ἀπατάτω διακένοις ἐλπίσιν, ὡς ἥξει μετὰ μικρὸν χρόνον, ἢ μετὰ μακρόν, ἡμῖν ἐξ Ἰταλῶν στρατὸς σύμμαχος· κἂν γάρ ποτε παρατάξωνται ὑπὲρ ἡμῶν τὸ δοκοῦν, ἐπὶ τῷ τὴν πόλιν δουλῶσαι, καὶ τὰ ἡμέτερα πάντα ἐκτρίψαι, καὶ τὴν πίστιν, καὶ τὸ γένος, καὶ τὸ ὄνομα ἡμῶν, ἐκ μέσου ποιῆσαι ὁπλίσονται.

Δεῖ γὰρ εἰς ἡμᾶς ἐναργῶς τελεσθῆναι, καὶ τό, «ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸν ὄνομά μου»· καὶ τό, «κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται»· καὶ τό, «ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ». Ταῦτα δὲ πάντα ἡμῖν καὶ τὰ τοιαῦτα ἐπέρχεται, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πίστεως χρυσοῦ παντὸς εὑρεθῆ καθαρώτερον· «εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν», ὅ φησιν ὁ ἀπόστολος, «οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δέ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν»· ἐπεὶ γὰρ τοῖς υἱοῖς τοῦ Θεοῦ συνταγῆναι δίχα παιδείας, ἧς ἐκεῖνοι μετέσχον, πάντῃ τῶν ἀδυνάτων ἐστίν, εὐδοκεῖ ὁ τὴν σωτηρίαν ἡμῶν πραγματευόμενος Κύριος, παιδευθῆναι ἡμᾶς ὡς υἱοὺς πρὸς καιρόν, ἵνα τοῖς προπαιδευθεῖσιν αὐτοῦ υἱοῖς συναριθμηθῶμεν, καὶ μὴ ὡς νόθοι τῆς πατρῴας οἰκίας διὰ τὸ ἀπαίδευτον ἐκβληθῶμεν· «εἰ δὲ χωρίς ἐστε παιδείας, φησίν, ἧς μέτοχοι γεγόνασι πάντες», οἱ θέσει γνήσιοι τοῦ Θεοῦ δηλαδή, «ἄρα νόθοι ἐστὲ» παῖδες, καὶ υἱοὶ ἀλλότριοι, «οὐχ υἱοί»· καὶ τούτῳ τῷ τρόπῳ ἡμεῖς παιδευόμεθα, ἐπείπερ οὐκ ἔστι τὴν τῶν πρωτοτόκων ἐκείνην καὶ οὐράνιον Ἐκκλησίαν, εἰ μὴ ἐκ τῆς ἐπιγείου ταύτης καὶ ὀρθοδόξου, ἄνωθεν ἀναπληρωθῆναι, καὶ οὐχ ἑτέρωθεν.