Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγος περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως

Ἰωσὴφ Βρυέννιος

Θεολογική ανάλυση του Τριαδικού δόγματος

Εκτενής αναφορά στα υποστατικά ιδιώματα των θείων προσώπων, στις αιτιώδεις σχέσεις τους και ανάπτυξη των συμβολικών συλλογισμών του αγίου Ιεροθέου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 6 από 8

Ὑμᾶς δ’ ἐπὶ πᾶσι τοῖς εἰρημένοις, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, καὶ ταῦτα συνιέναι παρακαλῶ, καὶ ἐπίστασθαι καλῶς, καὶ σκοπεῖν εὐσεβῶς· ὅτι ἕκαστον τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων, δύο τῶν ὀνομάτων ἐξῃρημένως πλουτεῖ. Ὁ γὰρ Πατὴρ οὐ μόνον Πατὴρ λέγεται, ἀλλὰ καὶ προβολεύς· καὶ ὁ Υἱὸς οὐ μόνον Υἱός, ἀλλὰ καὶ Λόγος πάντως· καὶ τὸ Πνεῦμα, οὐ Πνεῦμα μόνον, ἀλλὰ καὶ πρόβλημα, πρὸς πάντων ὁμολογεῖται πιστῶν, ὡς καὶ ἐν ἄλλοις ἐπιτομώτερον εἴπομεν· καὶ τούτων οὕτω, καὶ ὄντων παρ’ ἑαυτοῖς, καὶ παρ’ ἡμῶν ὀρθοδόξως πιστευομένων, οὐχ ὁμοίως Υἱῷ τε καὶ Πνεύματι, ὁ Πατὴρ ἔχειν λέγεται τὰ οἰκεῖα ὀνόματα· λέγω δὴ τὸ Πατὴρ καὶ τὸ προβολεύς· οὔμενουν· ἀλλ’ αὑτὸς μὲν καθὸ αἴτιος μόνον, οὐ μὴν καὶ αἰτιατός, ἕκαστον τούτων πρὸς ἓν μόνον κέκτηται πρόσωπον· ἔστι γὰρ τοῦ μὲν Υἱοῦ Πατὴρ μόνον, οὐ μέντοι καὶ προβολεύς· καὶ προβολεὺς μὲν μόνον τοῦ Πνεύματος, οὐ μὴν καὶ Πατήρ· ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα, ἅτε ἐκ τοῦ Πατρὸς μόνον αἰτιατά, οὐχὶ καὶ ἀλλήλων αἴτια, τὸ μὲν τῶν ὀνομάτων ἀναφορικῶς, πρὸς μόνον κέκτηται τὸν Πατέρα, τὸ δὲ καὶ πρὸς τὸν Πατέρα, καὶ πρὸς τὸ συναιτιατὸν αὐτῷ ἐκ τοῦ Πατρὸς πρόσωπον.

Ἤγουν, ἵν’ ἐκδηλότερον ὑμῖν γένηται τὸ λεγόμενον· ὁ Υἱός, τὸ μὲν Υἱὸς ὄνομα τοῦτο, καθὸ Υἱός, πρὸς μόνον κέκτηται τὸν Πατέρα· Πατρὸς γάρ ἐστιν ἑνὸς Υἱὸς μόνου, καὶ οὐ δυοῖν· τὸ δὲ Λόγος ὄνομα, ὃ μόνος ἐν τῇ ὑπερθέῳ Τριάδι πλουτεῖ, οὐ μόνον ἐστὶ τοῦ Πατρὸς καθὸ νοῦ, ἀλλὰ δὴ καὶ τοῦ Πνεύματος, καθ’ ἕτερον τρόπον, κἂν ὀλίγοις ὁ λόγος εὐσύνοπτος· ὅτι τοῦ μὲν Πατρός ἐστι Λόγος, καθὸ ἐξ αὐτοῦ, τοῦ δὲ Πνεύματος οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς ἐκεῖθεν καὶ αὐτὸς ἔχων τὸ εἶναι, ὅθεν κἀκεῖνο τὴν ὕπαρξιν, καὶ ὡς συμφυὴς αὐτῷ, καὶ συνάναρχος, καὶ ὁμόθεος. Ὡσαύτως δὲ καὶ τὸ πρόβλημα, πρόβλημα μὲν καὶ ἔστι καὶ λέγεται, μόνου τοῦ ἑαυτοῦ προβολέως, ἤγουν τοῦ πρὸς τὸ συναιτιατὸν αὐτῷ πρόσωπον καὶ ὄντος, καὶ λεγομένου Πατρός, Πνεῦμα δὲ οὐ μόνου τοῦ Πατρὸς καὶ ἔστι καὶ λέγεται, ἀλλὰ δὴ πάντως καὶ τοῦ Υἱοῦ· πλὴν Πατρὸς μέν ἐστι καὶ λέγεται Πνεῦμα, καθὸ ἐξ αὐτοῦ, Υἱοῦ δὲ Πνεῦμά ἐστιν, οὐχ ὡς ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχον, ἀλλ’ ὡς δι’ αὐτοῦ, ἐκ τοῦ Πατρὸς προϊόν, καὶ ὡς ὁμοούσιον αὐτῷ καὶ ὁμόδοξον.

Εἰ δὲ μήτε τὸν Υἱὸν τοῦ Πνεύματος Υἱὸν λέγομεν, μήτε τὸν Πατέρα, Πατέρα τοῦ Πνεύματος τοῦ ἁγίου, ἡ αἰτία πρόδηλος, ἣν ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος βιβλίῳ δίεισιν, οὕτω λέγων· «λέγομεν γὰρ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Πατρός, ἀλλ’ οὐχὶ καὶ ἐναλλὰξ λέγομεν τὸν Πατέρα τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ Υἱὸς αὐτοῦ νοηθείη τὸ Πνεῦμα τὸ ἅγιον»· καὶ αὖθις, «λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ, ἀλλ’ οὐχὶ λέγομεν καὶ τὸν Υἱὸν τοῦ ἁγίου Πνεύματος, ἵνα μὴ Πατὴρ αὐτοῦ νοηθείη τὸ Πνεῦμα τὸ ἅγιον»· ὥστε ὡς μὲν Υἱός, ὁ Υἱὸς οὐκ ἂν ῥηθείη τοῦ Πνεύματος διὰ τὰς ῥηθείσας αἰτίας, ὡς δὲ Λόγος τῷ Πνεύματι ὁμοούσιος καὶ συνάναρχος, καὶ πάνυ· ὥσπερ γὰρ ὁ Λόγος ὁμοούσιός ἐστι τῷ Πνεύματι, καὶ οὐδεὶς ἀντερεῖ, οὕτως οὐ μᾶλλον, οὐχ ἦττον, καὶ τὸ Πνεῦμα τῷ Λόγῳ ἐστὶν ὁμοούσιον· καὶ ἕκαστον τῶν θείων προσώπων μέσον τοῖν λοιποῖν δυοῖν τεταγμένον, τῇ τε οὐσίᾳ καὶ τῇ σχέσει τῶν αὐτοῦ ἑκατέρωθεν ἔχεται· πλήν, ὁ μὲν Πατὴρ τῶν ἐξ αὐτοῦ προϊόντων, καὶ κατ’ οὐσίαν καὶ κατ’ αἰτίαν· ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλήλων μὲν κατ’ οὐσίαν μόνον, τοῦ δὲ Πατρὸς καὶ κατ’ οὐσίαν, καὶ κατὰ σχέσιν διάφορον· ἔχει γὰρ καὶ ὁ Λόγος συναΐδιον Πνεῦμα, ὅτι οὐδεὶς ἄνευ Πνεύματος πρόεισι λόγος, ὅ φησι Κύριλλος· καὶ ἵνα μὴ ἀμέτοχος Πνεύματος ᾖ· ἔχει καὶ τὸ Πνεῦμα συμφυῆ καὶ συνάναρχον Λόγον, ἵνα μὴ ἀλλότριον τοῦ Λόγου πιστεύηται πρός τινος· ἀλλὰ καὶ τῷ τῶν φώτων Πατρὶ ἐνθεωρεῖται Λόγος ἅμα καὶ Πνεῦμα, ὡς ἂν μὴ δόξῃ ἄπνους τις εἶναι, καὶ ἄλογος.

Αὐτὰ δὲ ταῦτα ἐν μὲν τῇ εἰκόνι ἀμυδρῶς, ἐν δὲ τῷ πρωτοτύπῳ ἐναργέστατα θεωρεῖται, τοῖς ἔχουσι πίστεως ὀφθαλμούς. Ἐπεὶ γὰρ εἰκὼν τοῦ Θεοῦ ὁ ἄνθρωπος καὶ λέγεται καὶ ἔστι, κατὰ τὴν τῆς ψυχῆς διάπλασιν, οὐ κατὰ τὴν τοῦ προσώπου μορφήν, δεῖ πάντα τὰ ἐν τῇ εἰκόνι ταύτῃ κατὰ χάριν φαινόμενα, κατὰ πᾶσαν ἀνάγκην ἐν τῷ ταύτης ἀρχετύπῳ προϋφεστάναι· πλὴν ὧδε μὲν κατὰ τὸν τῆς ποιήσεως λόγον εἰκονικῶς «ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· ἐκεῖ δέ, ἐπεὶ οὐδὲν τῶν τοῦ Θεοῦ ἀνυπόστατον, καὶ τὰ τρία ταῦτα ἐνυπόστατα λέγομεν, καὶ πρόσωπα τρία ἑνούμενα φύσει μιᾷ. Ὥσπερ οὖν ἔχει καὶ ὁ παρ’ ἡμῖν νοῦς, συμφυῆ καὶ συνάναρχον λόγον ἅμα καὶ πνεῦμα, ἵνα μὴ ἄπνους καὶ ἄλογος ᾖ· πλουτεῖ δὲ καὶ ὁ ἐν ἡμῖν λόγος, νοῦν πάντως καὶ πνεῦμα, ὡς ἂν μὴ ἄνους, καὶ ἄπνους νομίζηται· εὐμοιρεῖ καὶ τὸ πνεῦμα λόγου δήπου, καὶ νοῦ, ἵνα μὴ ἄνουν, καὶ ἄλογον λέγηται, οὕτω, καὶ πολλῷ κατ’ ἀσύγκριτον λόγον, πάντα χρὴ ταῦτα ἐπὶ Θεοῦ ἐνυπόστατα εἶναι πιστεύεσθαι. Καὶ ταῦτα μὲν ἐκ τῶν καθ’ ἡμᾶς, καὶ ὑπὲρ ἡμᾶς καὶ νοοῦμεν καὶ στέργομεν καὶ δοξάζομεν περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος.

Εἰ δὲ δεῖ καὶ συλλογισμοῖς χρήσασθαι, πρὸς τοὺς μέγα θαῤῥοῦντας ἐπὶ τοῖς οἰκείοις συλλογισμοῖς, οὐχ ἡμετέροις χρησόμεθα εἰς τὴν τοῦ ζητήματος τούτου καθάπαξ εὕρεσιν, ἢ ἀπόδειξιν, ἀλλ’ ὁ ἱερὸς Ἱερόθεος ὁ τοῦ ἐξ Ἀρείου Πάγου Διονυσίου διδάσκαλος, ἀντὶ πάντων ἡμῖν ἐξαρκέσει πρὸς πίστωσιν. Οὖτος γὰρ ἔνα κύκλον ἑξαγωνίζων, καὶ τὰς τούτου γωνίας κέντρα κύκλων ποιούμενος ἕξ, διὰ συλλογισμῶν ἓξ τὸ παρ’ ἡμῶν ζητούμενον πανσόφως ἀποδείκνυσι, τιθεὶς ὡς ἐν διαγράμματι. Α. μὲν τὸν Πατέρα. Β. δὲ τὸν Υἱόν. Γ. δὲ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὸν μὲν Προβολέα Ω, τὸν δὲ Λόγον Ψ, τὸ δὲ Πρόβλημα Χ.

Διαγράφων οὖν τὸ τοιοῦτον Θεώρημα, ἐν μὲν τῷ πρώτῳ κύκλῳ συλλογισμὸν οὕτω ποιεῖ λέγων: Τὸ Α, τοῦ Β, Α. Τὸ δὲ Β, οὐ καθὸ Β, ἀλλὰ καθὸ Ψ, τοῦ Γ ἐστί. Τὸ ἄρα Α, οὐ καθὸ Α, ἀλλὰ καθὸ Ω, τοῦ Γ ἐστί. Ἐν δὲ τῷ δευτέρῳ κύκλῳ:

Τὸ Β, τοῦ Α, Β. Τὸ δὲ Α, οὐ καθὸ Α, ἀλλὰ καθὸ Ω, τοῦ Γ ἐστί. Τὸ ἄρα Β, οὐ καθὸ Β, ἀλλὰ καθὸ Ψ, τοῦ Γ ἐστί. Καὶ ἐν τῷ τρίτῳ κύκλῳ: Τὸ Γ, τοῦ Ψ, Γ. Τὸ δὲ Ψ, οὐ καθὸ Ψ, ἀλλὰ καθὸ Β, τοῦ Α ἐστί. Τὸ ἄρα Γ, οὐ καθὸ Γ, ἀλλὰ καθὸ Χ, τοῦ Α ἐστί.

Καὶ ἐν τῷ τετάρτῳ κύκλῳ: Τὸ Ω, τοῦ Χ, Ω. Τὸ δὲ Χ, οὐ καθὸ Χ, ἀλλὰ καθὸ Γ, τοῦ Β ἐστί. Τὸ ἄρα Ω, οὐ καθὸ Ω, ἀλλὰ καθὸ Α, τοῦ Β ἐστί. Καὶ ἐν τῷ πέμπτῳ κύκλῳ: Τὸ Ψ, τοῦ Γ, Ψ. Τὸ δὲ Γ, οὐ καθὸ Γ, ἀλλὰ καθὸ Χ, τοῦ Α ἐστί.

Τὸ ἄρα Ψ, οὐ καθὸ Ψ, ἀλλὰ καθὸ Β, τοῦ Α ἐστί. Καὶ ἐν τῷ ἕκτῳ κύκλῳ: Τὸ Χ, τοῦ Ω, Χ. Τὸ δὲ Ω, οὐ καθὸ Ω, ἀλλὰ καθὸ Α, τοῦ Β ἐστί. Τὸ ἄρα Χ, οὐ καθὸ Χ, ἀλλὰ καθὸ Γ, τοῦ Β ἐστί. Αὐτὰ δὲ ταῦτα, τὰ ἐπὶ τῶν στοιχείων ὡς ἐν ὑποκειμένοις ῥηθέντα, ἐπὶ τὰ πᾶσι συνήθη ὀνόματα τῆς Τριάδος λεγόμενα, τὸν τοῦ Μεγάλου σκοπὸν ἐκδηλότερον δείκνυσιν.

Ἤτοι ὁ μὲν πρῶτος λεγόμενος φανερῶς οὑτωσί: Ὁ Πατήρ, τοῦ Υἱοῦ Πατήρ. Ὁ δὲ Υἱός, οὐ καθὸ Υἱός, ἀλλὰ καθὸ Λόγος, τοῦ Πνεύματός ἐστι. Ὁ ἄρα Πατήρ, οὐ καθὸ Πατήρ, ἀλλὰ καθὸ Προβολεύς, τοῦ Πνεύματός ἐστιν.

Ὁ δὲ δεύτερος οὕτως: Ὁ Υἱός, τοῦ Πατρὸς Υἱός. Ὁ δὲ Πατήρ, οὐ καθὸ Πατήρ, ἀλλὰ καθὸ Προβολεύς, τοῦ Πνεύματός ἐστι. Ὁ ἄρα Υἱός, οὐ καθὸ Υἱός, ἀλλὰ καθὸ Λόγος, τοῦ Πνεύματός ἐστι. Ὁ δὲ τρίτος οὕτω: Τὸ Πνεῦμα, τοῦ Λόγου Πνεῦμα.

Ὁ δὲ Λόγος, οὐ καθὸ Λόγος, ἀλλὰ καθὸ Υἱός, τοῦ Πατρός ἐστι. Τὸ ἄρα Πνεῦμα, οὐ καθὸ Πνεῦμα, ἀλλὰ καθὸ Πρόβλημα, τοῦ Πατρός ἐστι. Ὁ δὲ τέταρτος οὕτως: Ὁ Προβολεύς, τοῦ Προβλήματος Προβολεύς. Τὸ δὲ Πρόβλημα, οὐ καθὸ Πρόβλημα, ἀλλὰ καθὸ Πνεῦμα, τοῦ Υἱοῦ ἐστιν.

Ὁ ἄρα Προβολεύς, οὐ καθὸ Προβολεύς, ἀλλὰ καθὸ Πατήρ, τοῦ Υἱοῦ ἐστι. Ὁ δὲ πέμπτος οὕτως: Ὁ Λόγος, τοῦ Πνεύματός ἐστι Λόγος. Τὸ δὲ Πνεῦμα, οὐ καθὸ Πνεῦμα, ἀλλὰ καθὸ Πρόβλημα, τοῦ Πατρός ἐστι. Ὁ δὲ ἕκτος οὕτω:

Τὸ Πρόβλημα, τοῦ Προβολέως Πρόβλημα. Ὁ δὲ Προβολεύς, οὐ καθὸ Προβολεύς, ἀλλὰ καθὸ Πατήρ, τοῦ Υἱοῦ ἐστι. Τὸ ἄρα Πρόβλημα, οὐ καθὸ Πρόβλημα, ἀλλὰ καθὸ Πνεῦμα, τοῦ Υἱοῦ ἐστι. Καὶ σκόπει μοι ἐπιστήσας ὧδε τὸν νοῦν· ὅτι ἐνταῦθα δείκνυται τρία τινά, ἐν ταὐτῷ θαύματος ἄξια τοῖς προσέχουσι. Πρῶτον, ὅτι ἐν οὕτω μικρῷ θεωρήματι, πᾶσα σχεδὸν τῶν θείων προσώπων πρὸς ἄλληλα καὶ ἡ ἕνωσις ἅμα, καὶ ἡ διάκρισις ἐναργῶς κατοπτεύεται.

Δεύτερον, τὸ περὶ τὴν θεολογίαν τοῦ μεγάλου Ἱεροθέου καὶ ὑψηλόν, καὶ ὑπερφυές, καὶ οὐράνιον. Καὶ τρίτον, τὸ τῆς λογικῆς τέχνης χρήσιμον, ὅτι καὶ τοῖς ἄκρως θεολογοῦσιν ἐνίοτε συνεφάπτεται εἰς τὴν ἀκριβῆ τοῦ ζητουμένου κατάληψιν. Ἀλλὰ μηδὲ τοῦτό σε παραδράμῃ δεῦρο κείμενον ἐναργέστατα· ὅτι ὁ πρῶτος μὲν δείκνυσι, δι’ ἣν αἰτίαν ὁ Πατήρ, προβολεύς ἐστι τοῦ Πνεύματος, καὶ οὐχὶ Πατήρ. Ὁ δεύτερος παρίστησι, δι’ ἣν αἰτίαν ὁ Υἱός, Λόγος ἐστὶ τοῦ Πνεύματος, καὶ οὐχ Υἱός. Ὁ τρίτος συνάγει, δι’ ἣν αἰτίαν τὸ Πνεῦμα, οὐχ Υἱὸς τοῦ Πατρός ἐστιν, ἀλλὰ πρόβλημα. Ὁ τέταρτος διαλαμβάνει, δι’ ἣν αἰτίαν ὁ Πατήρ, Πατήρ ἐστι τοῦ Υἱοῦ, ἀλλ’ οὐ προβολεύς. Ὁ πέμπτος διασαφεῖ, δι’ ἣν αἰτίαν ὁ Υἱός, οὐ καθὸ Λόγος, ἀλλὰ καθὸ Υἱός, τοῦ Πατρός ἐστι. Καὶ ὁ ἕκτος συμπεραίνει προδήλως, δι’ ἢν αἰτίαν τὸ Πνεῦμα, οὐ καθὸ πρόβλημα, ἀλλὰ καθὸ Πνεῦμα τοῦ Υἱοῦ ἐστιν· ὅπερ καὶ ἡ μείζων τοῦ τετάρτου φανερῶς ἀποφαίνεται· διόπερ ὃν τρόπον ὁ Πατὴρ τὸν Υἱόν, ἑαυτοῦ Υἱὸν ἔχει, ἀλλ’ οὐχὶ πρόβλημα· καὶ ὁ Υἱὸς τὸν τοῦ Πνεύματος προβολέα, ἑαυτοῦ προβολέα οὐκ ἔχει, ἀλλὰ Πατέρα, τὸν ἴσον τρόπον καὶ τὸ Πνεῦμα, τὸν τοῦ Υἱοῦ Πατέρα οὐκ ἔχει Πατέρα, ἀλλ’ ἑαυτοῦ προβολέα· κἂν τοὺς πολλοὺς ταῦτα λέληθεν.