Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η επίγνωση της αλήθειας και ο πνευματικός αγώνας κατά της αμαρτίας

Η διάκριση μεταξύ απλής γνώσης και βιωματικής επίγνωσης, οι κίνδυνοι από την εσφαλμένη ανάκληση παλαιών αμαρτιών και η σωτηριολογική αξία του πνευματικού κόπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 6 από 10

Μὴ εἴπῃς· Πῶς ἡδυπαθήσει ὁ πένης, μὴ ἔχων τὰ αἴτια; Δύναται γάρ τις καὶ διὰ μόνων τῶν λογισμῶν ἀθλιωτέρως ἡδυπαθεῖν. Ἕτερόν ἐστι γνῶσις πραγμάτων καὶ ἕτερόν ἐστιν ἀληθείας ἐπίγνωσις. Καθόσον δὲ διαφέρει τῆς σελήνης ὁ ἥλιος, κατὰ τοσοῦτον τῆς προτέρας ἡ δευτέρα ὠφελιμωτέρα τυγχάνει. Ἡ τῶν πραγμάτων γνῶσις κατ’ ἀναλογίας τῆς ἐργασίας τῶν ἐντολῶν προσγίνεται, ἡ δὲ τῆς ἀληθείας ἐπίγνωσις κατὰ τὸ μέτρον τῆς εἰς Χριστὸν ἐλπίδος. Εἰ οὖν θέλεις «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», πειρῶ πάντοτε ὑπερβαίνειν τὰ αἰσθητὰ καὶ διὰ μόνης ἐλπίδος προσκολλᾶσθαι τῷ Θεῷ. Οὕτω γὰρ ἀκοντὶ μὲν παρατρεπόμενος εὑρήσεις ἀρχὰς καὶ ἐξουσίας διὰ τῶν προσβολῶν πολεμούσας σοι, ταύτας δὲ διὰ προσευχῆς νικῶν καὶ μένων εὔελπις εἴσῃ τὴν τοῦ Θεοῦ χάριν τῆς μελλούσης ὀργῆς ῥυομένην σε.

Ὁ συνιὼν τὸ ὑπὸ τοῦ μακαρίου Παύλου μυστικῶς εἰρημένον, τὴν πάλην ἡμῶν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας εἶναι φήσαντος, γνώσεται καὶ τὴν παραβολὴν τοῦ Κυρίου ἣν ἔλεγε «πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν».

Ὁ νόμος τυπικῶς ἓξ ἡμέρας ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ σχολάζειν παρακελεύεται· διότι ψυχῆς ἔργον ἐστὶν ἡ διὰ χρημάτων εἴτ’ οὖν πραγμάτων εὐποιΐα· σχολὴ δὲ αὐτῆς καὶ κατάπαυσις τὸ πωλῆσαι πάντα καὶ δοῦναι πτωχοῖς κατὰ τὸν λόγον τοῦ Κυρίου· καὶ διὰ τῆς ἀκτημοσύνης καταπαύσαντα τῇ νοερᾷ σχολάζειν ἐλπίδι. Εἰς ταύτην τὴν κατάπαυσιν καὶ ὁ Παῦλος μετὰ σπουδῆς ἡμᾶς εἰσελθεῖν προτρέπεται λέγων· «Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.» Ταῦτα δὲ εἰρήκαμεν οὐκ ἀποκλείοντες τὰ μέλλοντα, οὔτε ὧδε τὴν καθολικὴν ἀνταπόδοσιν εἶναι ὁρίσαντες, ἀλλ’ ὅτι χρὴ πρῶτον ἐν τῇ καρδίᾳ ἐνεργοῦσαν ἔχειν τὴν χάριν τοῦ ἁγίου Πνεύματος, καὶ οὕτω κατ’ ἀναλογίαν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τοῦτο φανεροποιῶν ὁ Κύριος ἔλεγεν· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.» Τοῦτο καὶ ὁ Ἀπόστολος ἔλεγεν· «Ἔστι πίστις ἐλπιζομένων ὑπόστασις»· καὶ πάλιν· «Οὕτως τρέχετε ἵνα καταλάβητε»· καὶ πάλιν· «Δοκιμάζετε ἑαυτοὺς εἴ ἐστε ἐν τῇ πίστει· ἢ δὲ οὐκ ἐπιγινώσκετε ὅτι Χριστὸς Ἰησοῦς οἰκεῖ ἐν ὑμῖν, εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε;» Ὁ ἀλήθειαν ἐγνωκὼς ταῖς θλιβεραῖς ἐπιφοραῖς οὐκ ἀντιτάσσεται· οἶδε γὰρ ὅτι εἰς φόβον Θεοῦ ὁδηγοῦσι τὸν ἄνθρωπον.

Αἱ παλαιαὶ ἁμαρτίαι κατ’ εἶδος μνημονευθεῖσαι βλάπτουσι τὸν εὔελπιν· μετὰ λύπης μὲν γὰρ ἀναδοθεῖσαι τῆς ἐλπίδος ἀφιστῶσιν· ἀλύπως δὲ ἐξεικονισθεῖσαι τὸν παλαιὸν μολυσμὸν ἐναποτίθενται. Ὅταν ὁ νοῦς κρατήσῃ δι’ ἀρνήσεως τὴν μονολόγιστον ἐλπίδα, τότε ὁ ἐχθρὸς προφάσει ἐξομολογήσεως τὰ προγεγενημένα κακὰ ἐξεικονίζει, ἵνα τὰ χάριτι Θεοῦ ἐπιλησθέντα πάθη ἀναζωπυρήσῃ καὶ λεληθότως ἀδικήσῃ τὸν ἄνθρωπον. Τότε γὰρ κἂν φαιδρὸς καὶ μισοπαθὴς ὑπάρχῃ, ἐξ ἀνάγκης σκοτισθήσεται συσχεθεὶς ἐπὶ τοῖς πεπραγμένοις.

Κἂν ὁμιχλώδης ἔτι καὶ φιλήδονος εἴη, συγχρονίσει πάντως καὶ ἐμπαθῶς προσομιλήσει ταῖς προσβολαῖς, ὡς πρόληψιν εὑρεθῆναι τὴν τοιαύτην μνήμην καὶ οὐκ ἐξομολόγησιν. Ἐὰν θέλῃς Θεῷ προσφέρειν ἀκατάκριτον ἐξομολόγησιν, μὴ μνημόνευε κατ’ εἶδος τὰς παρατροπάς, ἀλλ’ ὑπόμενε γενναίως τὰς τούτων ἐπαγωγάς.

Τὰ ἀνιαρὰ διὰ τὰς προσγεγενημένας ἁμαρτίας ἐπέρχονται πάσης πλημμελείας τὸ προσφυὲς ἐπικομίζοντα. Ὁ γνωστικὸς καὶ εἰδὼς τὴν ἀλήθειαν οὐ διὰ μνήμης τῶν πραχθέντων, ἀλλὰ δι’ ὑπομονῆς τῶν ἐπερχομένων ἐξομολογεῖται τῷ Θεῷ.

Ἀποβαλὼν πόνον καὶ ἀτιμίαν μὴ ἐπαγγέλλου δι’ ἑτέρων ἀρετῶν μετανοεῖν· κενοδοξία γὰρ καὶ ἀναλγησία δουλεύειν τῇ ἁμαρτίᾳ καὶ διὰ δεξιῶν πεφύκασιν. Ὥσπερ γὰρ τὰς ἀρετὰς πόνοι καὶ ἀτιμίαι, οὕτω καὶ τὰς κακίας ἡδοναὶ καὶ δόξαι τίκτειν εἰώθασι.

Πᾶσα σωματικὴ ἡδονὴ ἐκ προλαβούσης ἐστὶν ἀνέσεως· ἄνεσιν δὲ γεννᾷ ἀπιστία. Ὁ ὢν ὑπὸ ἁμαρτίαν οὐ δύναται μόνος περιγενέσθαι τοῦ σαρκικοῦ θελήματος. Διότι τὸν ἐρεθισμὸν ἄπαυστον καὶ ἐγκείμενον ἔχει τοῖς μέλεσιν.