Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν

Μᾶρκος ὁ Ἀσκητής

Ο διάλογος με τους αδελφούς περί της θείας δικαιοσύνης, των θλίψεων και των πειρασμών

Μετά την αναχώρηση του σχολαστικού, ο γέροντας συνομιλεί με τους αδελφούς για τον παιδαγωγικό χαρακτήρα των θλίψεων, το χρέος της αμαρτίας, τον ρόλο του Χριστού ως εγγυητή και την ωφέλεια των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 6 από 8

Ἐγώ σου σὺν τοῖς νοήμασιν, ὦ ἀσκητά, καὶ τὴν πανουργίαν ἐθαύμασα, ἣν ἑτέροις ἐγκαλῶν αὐτὸς ἐπεσκιασμένως κατέχεις. Ἀπορῶν γὰρ τῆς ἐγκυκλίου παιδεύσεως τὴν κατὰ Θεὸν μωρίαν ἐπεσπάσω, λέγων αὐτὴν εἶναι σοφίαν μεγίστην καὶ Θεῷ εὐάρεστον, μεθ’ ἧς καὶ τὴν προσευχὴν καὶ τοὺς ὑπὲρ εὐσεβείας πόνους ἡμῖν προεβάλου, ὅπως τὴν εὔδηλον ἀπαιδευσίαν τῇ ἀδήλῳ εὐλαβείᾳ ἐπικαλύψῃς. Εἰ δὲ ὅλως ἐργάτης τυγχάνεις τῶν σῶν διηγημάτων αὔριον πάλιν ἀντιβαλόντες ἐπιγνωσόμεθα.

Καὶ ταῦτα εἰπών, ἀναστὰς ἀπῆλθεν. Ὁ δὲ γέρων προπέμψας αὐτὸν καὶ στραφεὶς ἐποτνία. Οἱ δὲ ἀδελφοὶ παρεκάλουν αὐτὸν τοῦ στεναγμοῦ τὴν αἰτίαν εἰπεῖν· ὁ δὲ ἔφη· Ὁρῶ τινας ὑμῶν τεταραγμένους. Τεκμήριον ἔλαβον ὅτι οὐ πρὸς ὠφέλειαν, ἀλλὰ πρὸς βλάβην ἐδέξασθε τοῦ δικανικοῦ τὰ ῥήματα· καὶ οὐκ ὠφεληθέντας, ἀλλ’ ὑβρισθέντας ἑαυτοὺς ἐλογίσασθε ἐπὶ τοῖς εἰρημένοις. Αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐμῆς ἀθυμίας, ὅτι τὸν πνευματικὸν νόμον ἑτέροις μὲν λαλοῦμεν, αὐτοὶ δὲ οὐ τηροῦμεν. Εἰ δὲ οὐ προσφυῶς κατηκολούθησα τῷ βουλήματι τῶν σκυθρωπῶν, ἀλλ’ αὐτοὶ κρατοῦσι τὸν τοῦ Θεοῦ νόμον καὶ πάντα τὰ θλιβερὰ οὐκ ἀδίκως αὑτοῖς ἐπέρχεσθαι πεπιστεύκασι κατὰ τὴν Γραφήν, ὡς γέροντί μοι συγγνώμην τῆς μικρονοίας ἀπόδοτε, μόνον ἵνα πιστεύσωμεν ὅτι τῶν συμβαινόντων ἡμῖν λυπηρῶν ἐσμεν ὑπεύθυνοι, κἂν μὴ προσφάτως, κἂν μὴ διὰ τῶν αὐτῶν πραγμάτων, ἀλλ’ ἐκ παλαιοῦ χρεωστήματος.

Τότε εἷς τῶν ἀδελφῶν, πεποιθὼς ἐπὶ ἐγκρατείᾳ καὶ διὰ τοῦτο ἀγνοῶν τὴν ἀλήθειαν καὶ πάντα μὲν τὰ θλιβερὰ ὑπομένειν πειρώμενος, ὅμως ὡς μάρτυς ἀδίκως πάσχειν οἰόμενος, μετὰ θράσους ἀπεκρίνατο λέγων· Ποῦ γὰρ ἡ Γραφὴ κατὰ αἰτίαν ἑκάστου καὶ δικαίαν κρίσιν Θεοῦ ἐπέρχεσθαι τοῖς ἀνθρώποις τὰς συμφορὰς εἴρηκεν;

Ὁ δὲ γέρων ἐφ’ οἷς εἰρήκει λίαν εὐπροσωπήσας ἔφη· Ἐν πολλοῖς κεφαλαίοις τοῦτο ζητήσας εὑρήσεις, ἀγαπητέ, καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ· εἰ δὲ βούλει, καὶ ἡμεῖς σοι μικρὰ φανερώσομεν· αὐτὸς δὲ μαθὼν ἀπόβαλε τὴν ὑψηλοφροσύνην, μᾶλλον δὲ τὴν κακοφροσύνην, καὶ κτῆσαι τὴν τοῦ Χριστοῦ ταπείνωσιν λέγοντος· «Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁ δὲ ὑποτακτικὸς ἐπιδραμὼν τῷ λόγῳ ἔφη·

Εἰ ἕκαστος ἡμῶν ἐν τούτῳ μιμεῖται τὴν ταπείνωσιν τοῦ Χριστοῦ ἐν τῷ ἴδιον χρέος ἡγεῖσθαι τὰ ἐπερχόμενα, καθὼς εἴρηκας, δηλονότι καὶ ὁ Χριστὸς παθὼν ἴδιον χρέος ἐξετέλεσεν· ὅθεν ἐγὼ βλασφημεῖν ἡγοῦμαι τὸν τοῦτο λέγοντα.

Ἀκούσας δὲ ταῦτα ὁ ἡγούμενος λέγει· Ἐγὼ μὲν ἐπειρώμην τὴν προλαβοῦσάν σου πεῦσιν πρότερον ἐπιλῦσαι· ἐπειδὴ δὲ καὶ ταύτην ἐπέβαλες, ὡς ἐκ τῆς συγχύσεως τῶν ἐρωτήσεων ἐπικαλύψαι τὰς λύσεις, ἡμεῖς σε ἐν Κυρίῳ καὶ περὶ τούτου πληροφορήσομεν, τὰ προσήκοντα ἀντεπερωτήσαντες. Εἰπέ μοι, οἱ δανειζόμενοι ἴδιον χρέος αὐτοὶ μόνοι χρεῶσται τυγχάνουσιν, ἢ καὶ οἱ ἐγγυώμενοι αὐτούς;

Ὁ δὲ ὑποτακτικὸς ἀπεκρίθη λέγων· Δηλονότι καὶ οἱ ἐγγυώμενοι αὐτούς. Ὁ δὲ γέρων πρὸς αὐτόν· Γνῶθι οὖν ἀκριβῶς ὅτι καὶ ὁ Χριστὸς ἡμᾶς ἀναδεξάμενος χρεωφειλέτην ἑαυτὸν κατέστησε, κατὰ τὰς θείας Γραφάς· «ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὁ πάντων τὸν θάνατον ἀναδεξάμενος καὶ ὑπὲρ πάντων ἀποθανών»· σὲ μόνον οὐκ ἀνεδέξατο; Τοῦτο ὁμολόγησον σαφῶς, καὶ ἡμεῖς ἡττήμεθα.

Ὁ δὲ ἀδελφὸς προσπεσὼν ἔφη· Εἰ καὶ ὡς νήπιος ἐσφάλην κατὰ ἄγνοιαν, τὸν δὲ λυτρωτὴν τῶν πιστῶν καὶ ἀνάδοχον οὐκ ἀρνοῦμαι. Οἶδα γὰρ ὅτι οὐδεὶς ἑτέρα ἐλπὶς σωτηρίας ὑπολέλειπται τοῖς ἀνθρώποις, τοῦ Ἀποστόλου λέγοντος ὅτι· «Πάντες ἥμαρτον, καὶ ὑστερούμενοι τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι.» Ὠφεληθέντων δὲ πάντων ἐπὶ τῇ ἐπιγνώσει καὶ μετανοίᾳ τοῦ ἀδελφοῦ, ὁ γέρων ἔφη·

Λείπεται λοιπὸν ἡμᾶς δεῖξαι ἀπὸ τῆς Γραφῆς ὅτι οὐδὲν τῶν συμβαινόντων λυπηρῶν ἑκάστῳ ἀδίκως ἐπέρχεται, ἀλλὰ πάντα κατὰ δικαίαν κρίσιν Θεοῦ, τῶν μὲν ὑπὲρ τῶν ἰδίων κακῶν, τῶν δὲ καὶ ὑπὲρ τῶν πλησίον πασχόντων. «Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ γὰρ Κυρίου πάντα δίκαια.» Καὶ πάλιν· «Οὐκ ἔστι κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησε.» Καὶ πάλιν· «Πάντα τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης.» Καί· «Ὃ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει», καί· «Εἰ ἡμῶν ἀδικία Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο.» Ἰδοὺ καὶ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ βληθέντες διδάσκουσιν ἡμᾶς τοῦτο τὸ φρόνημα, κατὰ ἰδίαν αἰτίαν καὶ Θεοῦ κέλευσιν λέγοντες ἐμβεβλῆσθαι, εἰ καὶ ἄλλων ἀνεδέξαντο πρόσωπον. Καὶ ὁ ἅγιος Δαβὶδ ὑπὸ τοῦ Σεμεῖ θλιβόμενος κελεύσει Θεοῦ καὶ διὰ ἴδια αἰτιάματα ὁμολογεῖ θλίβεσθαι.

Καὶ Ἠσαίας δὲ καὶ Ἰερεμίας, Ἰεζεκιήλ τε καὶ Δανιήλ, καὶ οἱ λοιποὶ προφῆται τῷ τε λαῷ καὶ τοῖς ἔθνεσι τὰ μέλλοντα θλιβερὰ κατὰ τὴν ἑκάστου ἁμαρτίαν ἐπέρχεσθαι αὐτοῖς προεφήτευον, ἅμα καὶ τὰς αἰτίας καὶ τὰς ἐπιφορὰς προδηλώσαντες· φησὶ γάρ· Ἀνθ’ ὧν ἐλάλουν τάδε, καὶ ἐποίουν τάδε, ἐπέλθοι αὐτοῖς τάδε καὶ τάδε. Καὶ ἐν τῷ ψαλμῷ ὁ μακάριος Δαβὶδ τοῦτο φανεροποιῶν ἔλεγεν· «Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.» Καὶ πάλιν· «Ὄνειδος ἄφρονι ἔδωκάς με· ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας.» Διόπερ καὶ ἡμεῖς ἐφ’ οἷς ἠκούσαμεν παρὰ τοῦ δικανικοῦ τὰ τοῦ ἁγίου Δαβὶδ λέγειν τῷ Θεῷ ὀφείλομεν, τό· «Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου ὅτι σὺ ἐποίησας», καὶ εὐχαριστεῖν ὅτι τῶν ἐπικεκαλυμμένων ἐν ἡμῖν ἐννοιῶν πονηρῶν ἔλεγχον αὐτὸν ἐπέστειλεν, ἵνα ἀκριβῶς τὰς ἐννοίας ἡμῶν ἐπιβλεψάμενοι ἑαυτοὺς διορθωσώμεθα καὶ μὴ ἀμφιβάλλωμεν εἰ τὸ πλεῖστον τῆς ἑαυτῶν κακίας ἀγνοοῦμεν.

Τελείου γὰρ ἀνδρός ἐστιν ἀληθάργητον εἶναι ἐν τοῖς ἰδίοις ἡττήμασιν. Εἰ δὲ τὰ προφανῆ ἡττήματά ἐστι δυσκατανόητα, πολλῷ μᾶλλον τὰ ἐνθυμήματα. Γνωσόμεθα οὖν ὡς λογικοὶ ὅτι πρὸς τὴν ἡμῶν ὠφέλειαν ἐπιφέρει Κύριος τὰς ἐπαγωγὰς καὶ πολλὰ καλὰ δι’ αὐτῶν ἐν ἡμῖν ἐργάζεται· πρῶτον εὕρεσιν τῶν κρυπτῶς ἡμᾶς κατεχουσῶν φαύλων ἐννοιῶν· μετὰ τὴν τούτων εὕρεσιν, καὶ ταπεινοφροσύνην προστίθησιν ἀληθινὴν καὶ ἀσχημάτιστον· εἶτα τῆς ματαίας οἰήσεως ἀπαλλαγὴν καὶ ἁπαξαπλῶς πάσης κακίας ἐμφωλευούσης ἀνακάλυψιν, κατὰ τὸ γεγραμμένον· «Διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τοῦτο οὖν ἀκριβῶς ἴστε γινώσκοντες, ἀδελφοί, ὅτι ἐὰν μὴ τὰς ἐπιφορὰς μετὰ πίστεως καὶ εὐχαριστίας ὑπομείνωμεν, τὴν ἐγκεκρυμμένην κακίαν εὑρεῖν οὐ δυνάμεθα. Ταύτης δὲ τρανῶς μὴ εὑρεθείσης, οὔτε τοὺς ἐνεστῶτας φαύλους λογισμοὺς ἀπορρίψαι δυνάμεθα, οὔτε τῶν προγεγενημένων κακῶν ἱλασμὸν ζητῆσαι, οὔτε περὶ τῶν μελλόντων ἀσφάλειαν δέξασθαι.

Ἐρώτησις Εἰ τὰ ῥήματα τοῦ σχολαστικοῦ ἔλεγχός εἰσι τῶν ἡμετέρων πραγμάτων, διὰ τί τῶν εἰρημένων ὑπευθύνους ἑαυτοὺς οὐχ εὑρίσκομεν;

Ἀπόκρισις Αἱ ἐπιφοραὶ καὶ οἱ ἔλεγχοι ταῖς αἰτίαις εἰς τὸ φανερὸν οὐκ ἐξομοιοῦνται, κατὰ δὲ τὸ πνευματικὸν πᾶσαν ἀποσῴζουσι δικαιοσύνην. Τοῦτο δὲ καὶ διὰ τῆς ἁγίας Γραφῆς γνῶναι δυνάμεθα. Μὴ γὰρ οἱ ὑπὸ τοῦ πύργου τοῦ Σιλωὰμ ἀποθανόντες ἑτέροις πύργον ἐπεκατέσεισαν, καὶ οἱ ἀπαχθέντες εἰς μετάνοιαν ἐν Βαβυλῶνι αἰχμάλωτοι ἑβδομήκοντα ἔτη ἄλλους τινὰς αἰχμαλώτους ἔλαβον εἰς μετάνοιαν; Οὐχ οὕτως εἰσὶν αἱ παιδευτικαὶ συμβάσεις· ἀλλ’ ὥσπερ οἱ στρατιῶται, ὅταν φωραθῶσιν ἁμαρτήσαντες, αἰκίζονται μέν, οὐ τὰ αὐτὰ δὲ πάσχουσιν οἷα φαῦλα πεποιήκασιν, οὕτω καὶ πάντες παιδευόμεθα διὰ τῶν ἐπερχομένων, εὐκαίρως μὲν καὶ ἁρμοζόντως καὶ πρὸς μετάνοιαν· οὐχ ὁμοιοτρόπως δέ, οὐδὲ ἐν τῷ αὐτῷ καιρῷ, οὐδὲ διὰ τῶν αὐτῶν πραγμάτων· καὶ τοῦτό ἐστιν ὃ ἄγει τοὺς πολλοὺς εἰς ἀπιστίαν τῆς τοῦ Θεοῦ δικαιοσύνης, ἡ τοῦ καιροῦ ὑπέρθεσις καὶ ἡ τῶν ἐπιφορῶν ἀνομοιότης.