Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες παρακλητικοὶ εἰς τὴν Θεοτόκον

Μᾶρκος ὁ Εὐγενικός

Έβδομος παρακλητικός κανόνας

Ο έβδομος κανόνας προς την Θεοτόκο, με ύμνους για τη μετάστασή της και θερμές δεήσεις για τη λύτρωση των πιστών και της Κωνσταντινουπόλεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 6

Ἕτερος κανὼν ἕβδομος, οὗ ἡ ἀκροστιχίς· Ἔτι προσαυδῶ τοῦ Θεοῦ τὴν μητέρα, ὁ Μάρκος. ᾨδὴ πρώτη. Ἦχος βαρύς. Νεύσει σου πρὸς γεώδη Ἔχουσα τῆς σοφίας τὸν χορηγὸν πειθαρχοῦντα ταῖς σαῖς παρακλήσεσιν υἱοπρεπῶς, χορήγησον λόγου μοι χάριν ὑμνῆσαι, πάναγνε, τῶν σῶν θαυμασίων τὴν ἄβυσσον.

Τέμενος τοῦ δεσπότου καὶ ἱερώτατος οἶκος καὶ θεῖον ἀνάκτορον ὑπάρχουσα, πανάχραντε, πανευκλεῶς δι’ ἀγγέλου πρὸς ἐπουρανίους οἰκήσεις προσκέκλησαι. Ἵνα ταῖς ἐξουσίαις καὶ ταῖς ἀρχαῖς ὁ δεσπότης τὸν πλοῦτον τὸν ἄπειρον γνωρίσῃ τῆς σοφίας αὐτοῦ, σὲ ἐπὶ γῆς ὑπερτέραν τῶν ἐπουρανίων ταγμάτων ἀνέδειξεν.

Πάντων τῶν ἀπ’ αἰῶνος διοδευσάντων τὸν βίον, τὸ κάλλιστον δώρημα τῇ φύσει ἐκπληρώσασα μήτηρ Θεοῦ γενομένη, πρὸς τὴν ὑπὲρ φύσιν ζωὴν ἐξεδήμησας.

ᾨδὴ τρίτη. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανοὺς Ῥίζης φυεῖσα καὶ φυλῆς βασιλικῆς θεῖον ἔρνος, καρπὸν ἤνεγκας ἀείζωον, τὸν πᾶσαν τὴν κτίσιν διατρέφοντα, ἐξ οὗ τὸ δένδρον ἀληθῶς ὁποῖον ἔστιν, ὡς ἔφη, γνώριμον καθίσταται, θεόνυμφε.

Οὐκ ἔστιν ἴασις σαρκὶ καὶ τοῖς ὀστέοις εἰρήνη τοῖς ἡμῶν ἐκ τῶν ἁμαρτιῶν ἡμῶν· πυρετοῖς γὰρ καὶ νοσήμασι διακαιόμεθα σφοδροῖς· ὡς ἰατρὸν τετοκυῖα ψυχῶν καὶ σωμάτων ἡμᾶς ἴασαι. Σέ, τὴν τὸν βότρυν τῆς ζωῆς ἀναβλαστήσασαν θείως καρποφόρον ἄμπελον, ἁγνή, τὰ δένδρα τοῦ ὄρους προσεκύνησεν· ἡ γὰρ σκιὰ ὄντως ἡ σὴ πάντα ἐκάλυψεν ὄρη καὶ τὰς θείας κέδρους ὑπερέβαλεν.

Ἄνευ ὠδίνων τὸν Θεὸν καὶ ἀπαθῶς τετοκυῖα, τὰς ὀδύνας τοῦ πολυπαθοῦς συγκρίματος τούτου τοῦ ῥοώδους ἡμῶν ἐπισκοπῇ σου σωστικῇ καὶ νῦν ἐπισκεψαμένη ἴασαι, παρθένε παμμακάριστε.

ᾨδὴ τετάρτη. Ὁ πατρικοὺς κόλπους μὴ λιπὼν Ὑμνολογεῖν λόγοις σε, σεμνή, καὶ ἐγκωμίοις εὐφημεῖν ἐργῶδες ἐστίν· ἀλλ’ αὐτή, πρὸς τὴν προαίρεσιν ἡμῶν ἐπιβλέπουσα, δύναμιν ἀρκοῦσαν χορήγησον. Διὰ νεφῶν ὕπερθεν τῆς γῆς ἀναρπαγέντες οἱ σεπτοὶ Χριστοῦ μαθηταί, πρὸς τὴν ζῶσαν τε καὶ ἔμψυχον νεφέλην ἀπήντησαν, δι’ ἧς ὁ Θεὸς καταβέβηκεν.

Ὡς οἰκτιρμῶν ἄπλετος πηγὴ καὶ ἰαμάτων προχοὴ ἀένναος, τὰς ῥανίδας τοῦ ἐλέους σου νοσοῦσιν ἐπίχεε τοῖς σοῖς δούλοις, κόρη φιλάγαθε. Τὴν ἐκλεκτὴν μόνην ἐκ πασῶν τῶν γενεῶν Θεῷ πρὸ πάσης κτίσεως, τὸ τῆς φύσεως καλλώπισμα, τὸ ἄνθος τὸ τίμιον, τὴν παρθένον κόρην ὑμνήσωμεν.

ᾨδὴ πέμπτη. Κύριε ὁ Θεός μου, Ὅλην ἠγλαϊσμένην ταῖς τῆς παρθενίας φαιδραῖς ἀκτῖσι καὶ χάρισι λάμπουσαν τῆς σεπτῆς γεννήσεως ὁ ἐκ σοῦ Θεὸς ἀνατείλας νῦν πρὸς ἑαυτὸν προσλαμβάνεται. Ὕδατος ἀειρρόου δίκην ἡ ζωὴ ἡμῶν παρατρέχει, ὁ θάνατος ἄδηλος, τὸ ἑξῆς ἀβέβαιον, διὸ νῦν, ἀδελφοί, πρὸ τέλους δάκρυσι τὰ δάκρυα φύγωμεν.

Θαῦμα πῶς ὁ ἐγείρας Ταβηθὰ θανοῦσαν ὁ θεῖος Πέτρος τὸν θάνατον ἤνεγκεν ἰδεῖν τῆς θεόπαιδος· ἀλλὰ τῷ Θεῷ οὕτω δόξαν ὡς δοῦλος εὐγνώμων οὐκ ἀνθίσταται. Ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ γινώσκοντά σε· ἡμεῖς δὲ, φιλάνθρωπε, λαός σου καὶ παῖδες σου καὶ τῆς σῆς μητρὸς τῆς πανάγνου πρόσπολοι καὶ γνήσιοι θεράποντες.

ᾨδὴ ἕκτη. Ναυτιῶν τῷ σάλῳ Ὁ οὐρανοδρόμος ἐν σαρκὶ θεσπέσιος Παῦλος καὶ νῦν τὴν πανύμνητον ἀνιοῦσαν πρὸς οὐρανὸν ἀνυμνῶν οὐκ ἐγίνωσκεν εἴτε ἐν τῷ σώματι ὑπῆρχεν, εἴτε ἐκτὸς τούτου σὺν αὐτῇ ἀνέδραμεν. Ὕψωσον τὸ κέρας τῶν πιστῶν ἡμῶν βασιλέων, τὰ θράση κατάβαλε τῶν θελόντων ἐθνῶν πολέμους καὶ μάχας καὶ αἵματα, τῶν μὴ προσκυνούντων τὴν εἰκόνα τὴν θεοχαρίτωτόν σου, παμμακάριστε.

Τὴν κεχρυσωμένην κιβωτὸν καινῆς διαθήκης, τὴν πλάκα τῆς χάριτος, τὴν λυχνίαν τὴν φωτοφόρον, τὴν στάμνον τὴν πάγχρυσον, τὴν σκηνὴν Κυρίου τὴν ἁγίαν γῆθεν αἰρομένην εὐσεβῶς τιμήσωμεν. Ἡ τῶν ἀποστόλων ἐν τῷ θείῳ πάθει φυγόντων ὀδύνην ἀφόρητον ὑποστᾶσα, νῦν μετὰ δόξης ὁρᾷ συνιόντας αὐτοὺς ἐπὶ τὴν ἰδίαν ἐκδημίαν, ἀγαλλιωμένη τῷ ἁγίῳ πνεύματι.

ᾨδὴ ἑβδόμη. Κάμινον παῖδες Νῦν ἡ τοῦ κόσμου ἀπαίρει κυρία πρὸς ὑπερκόσμιον οἴκησιν καὶ ὁ χορὸς τῶν ἀγγέλων ἀγάλλεται καὶ πάντα τὰ πνεύματα τῶν δικαίων χορεύει εὐφραινόμενα. Μόνη εὑρέθης παρθένος καὶ μήτηρ κατὰ ταὐτόν, ἀπειρόγαμε, μόνη Θεὸν ἐξ αἰῶνος ἐγέννησας, αἰῶνας ὃς ἔκτισε, πρὸ αἰώνων αὐτὸς ἐκ τοῦ πατρὸς γεννηθείς.

Ἡ τῶν ἀνθρώπων ἀνόρθωσις μόνη καὶ τῶν δαιμόνων κατάπτωσις, δι’ ἧς ἡ φύσις ἡμῶν κεκαινούργηται, χαῖρε, πανευλόγητε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐγκαλλώπισμα. Τὴν ἁμαρτίαν ἀφρόνως φιλοῦντες, ἧς τὰ ὀψώνια θάνατος, ὑπὸ πανδήμου λοιμοῦ θανατούμεθα· μῆτερ ἀειπάρθενε, τῆς δικαίας ὀργῆς ἡμᾶς λύτρωσαι.

Ὠδὴ ὀγδόη. Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα Ἔθελξας ἡμᾶς τῷ σῷ πόθῳ, Θεοτόκε, καὶ εἰς ἀγάπην ἔνθεον ὅλους ἐνθέως συνεκίνησας· ἐντεῦθεν περὶ τοὺς σοὺς ὕμνους θερμοὶ καὶ τολμηροὶ σαφῶς ἐδείχθημεν· δὸς οὖν συγγνώμην τοῦ λόγου τῇ ἄγαν εὐτελείᾳ, ἀποδεχομένη ψιλὴν ἡμῶν τὴν γνώμην.

Ῥεύσαντας ἡμᾶς καὶ φθορᾷ ὑποπεσόντας καὶ εἰς θανάτου βάραθρον ἐλεεινῶς κατολισθήσαντας ἀνάστασιν καὶ ζωὴν Χριστὸν τεκοῦσα, πρὸς ζωὴν αὖθις ἀνήγαγες· ὅθεν καὶ νῦν τοῦ θανάτου τὴν ῥύμην, ζωοδόχε, στῆσον, ῥυομένη τῆς ὀλεθρίου λύμης.

Ἄνωθεν τὴν γῆν νοητὸν φῶς ἐπαυγάζει, φωτοχυσία κάτωθεν πυρὸς ἐνύλου τῷ ἀέρι ἠχεῖ, ἀπόστολοι ἐκ τῆς γῆς, ἐξ οὐρανῶν αἱ νοεραὶ δυνάμεις ᾄδουσι, πάντα χαρᾶς, πάντα δόξης ἀφάτου πεπλησμένα ἐπὶ τῇ κοιμήσει τῆς μόνης Θεοτόκου.

Ὁ πανευκλεὴς συγγραφεὺς τοῦ θείου λόγου Λουκᾶς ὁ ἱερώτατος παραδιδοὺς ἔργον ἡμῖν εὐσεβές, τὴν σὴν εἰκόνα γραφαῖς μορφώσας, ἤνεγκεν ἐνώπιον σου, πάναγνε, σὺ δὲ προσβλέψασα ταύτην, «ἡ χάρις», ἐπεφθέγξω, «μετ’ αὐτῆς ἡ θεία εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ ἐνάτη. Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα Μεγαλυνέσθω εὐφήμοις ᾠδαῖς ἡ πάναγνος, μακαριζέσθω ἀξίως ἡ παμμακάριστος, ὅτι νενέκρωται καὶ ἐγήγερται πάλιν ὡς μήτηρ τοῦ Κυρίου εἰς πίστωσιν ἐσχάτης ἀναστάσεως, ἣν ἐλπίζομεν.

Ἁμαρτημάτων τῷ κρύει καταπηγνύμενοι, τοῖς πυρετοῖς ἀντιστρόφως διακαιόμεθα, δάκρυσι σβέσωμεν τὴν φλόγα τὴν ἐντεῦθεν κἀκείνην τῆς γεένης· εἰ γὰρ καὶ μὴ ἐνταῦθα ἀλλ’ ἐκεῖσε πάντως θρηνήσομεν. Ῥαθυμοτόκους μερίμνας, κενά σπουδάσματα τῆς ἑαυτῶν διανοίας πόρρω βαλόμενοι, πάντα καθάρωμεν ὡς οἶκον ἐμπορίου τὸν οἶκον τοῦ Κυρίου, ἵνα ἐλθὼν εὑρήσῃ μονὴν ἀξίαν σὺν πατρὶ ὁ Χριστὸς.

Κεκαθαρμένον τὸ ὄμμα τοῦ νοῦ κτησάμενοι, οἱ θεωροὶ τῶν ἀρρήτων θεῖοι ἀπόστολοι ἄνωθεν ἔβλεπον τὸν δῆμον τῶν ἀγγέλων σὺν τῷ δεσπότῃ πάντων λαμπρῶς κατερχομένους ἐν κοιμήσει τῆς θεομήτορος. Ὁ διατείνας τῷ λόγῳ δέρριν οὐράνιον καὶ ἐφ’ ὑδάτων ἑδράσας τὴν γῆν ἀκλόνητον, φύλαξον, Κύριε, τὴν πόλιν τὴν μεγάλην τὴν νέαν ταύτην Ῥώμην εἰς πάντας τοὺς αἰῶνας ἀπολιόρκητον τῆς μητρός σου εὐχαῖς.

Σοὶ πεποιθότες παντοίων δεινῶν λυτρούμεθα, σὲ ἐν κινδύνοις προστάτην πλουτοῦμεν ἄμαχον, δέσποινα, δέσποινα, καὶ νῦν τῆς ὀλεθρίου καὶ παραλόγου λύμης λύτρωσαι τὸν λαόν σου, τὸν ἀπαύστως σε μεγαλύνοντα.