Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης

Μᾶρκος ὁ Εὐγενικός

Βεβηλώσεις ιερών και δεινά των αιχμαλώτων

Εκτενής θρήνος για τις σφαγές, τη σύληση των ναών και των τάφων, καθώς και τα βασανιστήρια, την κακοποίηση του κλήρου και τον εξανδραποδισμό του λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 5

Ῥείτωσαν δὲ ἐνταῦθα πηγαὶ δακρύων καὶ ἐξ ἀμφοῖν ὁ κάλαμος βάψας τὰ τῶν κακῶν ἐξαίσια χαραττέτω. Οἶμαι δὲ εἰ καὶ τὸ μέλαν ἐν χρήσει μὴ πρότερον ἦν, νῦν ἂν εἰκότως ἐξευρεθῆναι, προσῆκον χρῶμα συμφορῶν τοιούτων ἀπαγγελίᾳ.

Τί ποτε ἀνέσχες, ἥλιε, μέλλων ὄψεσθαι τοσαῦτα κακά; Τί μὴ ἔστης, οὐρανέ, τῆς ἀκαμάτου κατὰ κύκλον φορᾶς, ἣν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀεὶ ποιούμενος, ἐπ’ ἀπωλείᾳ Θεσσαλονίκης, οἴμοι, τότε περιελήλυθας; Τί μὴ σκότος ἐγένετο μεσούσης ἡμέρας οἷον δὴ πρότερον τοῦ ἐμοῦ σταυρουμένου δεσπότου καὶ τοῦ παντὸς συγκίνησις καὶ σεισμός; Ὡς ἀπόλοιτο ἡ ἡμέρα ἐκείνη δικαιότερον, ἧς Ἰὼβ κατηράσατο, μὴ λογισθείη ἐν ἡμέραις αἰῶνος, εἴη δὲ Θεῷ καὶ ἀνθρώποις ἐπικατάρατος.

Οἱ μὲν ἀντιστάντες, αὐτοῖς ἐντὸς γενομένοις, ἦσαν δὲ οὐκ ὀλίγοι τῶν πολιτῶν, οἷς ὁ θάνατος ὑπὸ μεγαλοψυχίας ἕρμαιον ἐνομίσθη, καὶ τῶν ἐκ Κρήτης συμμάχων ἔνιοι κατεκόπησαν ὑπ’ αὐτῶν, ἐντάφιον οὕτω καλὸν ἐπαγόμενοι τὴν ἀνδρείαν· οὐ γὰρ ἀσπουδί γε καὶ ἀκλεῶς ἀπώλοντο καὶ τὸ διαφυγεῖν τὰ ἑξῆς τῶν δεινῶν· οἱ δὲ τῶν πραγμάτων κύριοι ταῖς ναυσὶν αἰσχρῶς ἀνεχώρησαν, ὡς ὤφελόν γε κἀκεῖνοι τὴν εἰς ᾍδου φέρουσαν πρότερον· τοῦ δὲ λοιποῦ πλήθους οἱ μὲν πρὸς ἱεροῖς ἦσαν, οἱ δ’ ὑπ’ ἀπορίας ὅποι τύχοι καταληφθεὶς ἕκαστος. Ἕτεροι πρὸς τὴν θάλασσαν καὶ τὰς ναῦς ἠπείγοντο μέν, ἐπείχοντο δὲ καταλαβοῦσι τοῖς παλαμναίοις. Οἱ δὲ πολλοί, σὺν γυναιξὶ καὶ τέκνοις οἴκοι καθῆντο συσπειρωθέντες, ὡς ἅμα δουλεύσοντες ἢ τεθνηξόμενοι.

Ὢ πένθους ἐκείνου, κατὰ κορυφῆς τὴν πόλιν ὅλην ἐπιλαβόντος. Ἦρτο βοὴ γερόντων ἀπόρων, ἀνδρῶν οἰμωγή, γυναικῶν ὀλολυγή, νηπίων ἐλεεινὸς κωκυτός. Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο τὰ λοίσθια τοὺς φιλτάτους· οὐδὲ γὰρ τὸ ζῆν ἄλλῳ τῳ πιστεύειν εἶχον, ὅτι μὴ μόνῃ τῇ τῶν βαρβάρων ἀπλήστῳ φιλοπλουτίᾳ. Τὸ δὲ αἱμοχαρὲς καὶ ἀκόλαστον ἔθνος ἁπανταχοῦ καταρρεῦσαν ἐποίει τὰ ἑαυτοῦ καὶ τὴν πόλιν διήρπαζε, τὸ ἐνδόσιμον ἤδη πρότερον ἔχον παρὰ τοῦ ἀρχηγοῦ, καὶ τύχην ἔδει προσκυνεῖν μόνον ὅτῳ πλείοσι καὶ ἁδροτέροις λήμμασιν ἐντυχεῖν γένοιτο. Ἐχόρευσε καθ’ ἱερῶν ἁγίων βάρβαρος ἐναγής, ἠλάλαξεν ἐπὶ θυσιαστηρίων ἀψαύστων λυσσῶδες στόμα καὶ βέβηλον. Αὐτὸς ὁ τούτων ἀρχηγὸς ἐπὶ τὸν ναὸν τοῦ μεγαλομάρτυρος παρελθὼν ἀνευφήμησε μέγα ἐπὶ τῇ νίκῃ τὸν τοῦ Μωάμετ θεόν, τὸν ὁλόσφυρον δηλονότι καὶ καμηλώδη.

Πῶς σοῦ, Χριστέ, θαυμάσω τῆς μακροθυμίας τὸ ἄπειρον; Εἰκόνες ἅγιαι κατὰ γῆς ῥιπτούμεναι καὶ πατούμεναι, τοῦ ἑαυτῶν ἀφῃροῦντο κόσμου σὺν γέλωτι. Σκεύη μυστικὰ καὶ ἀθέατα τοῖς πολλοῖς, ὅσα τε ἐν χρυσῷ καὶ ἀργύρῳ, τιμαλφέσι λίθοις καὶ μαργάροις διηνθισμένα, καὶ ὅσα ἐν πέπλοις οὐδὲν ἧττον πολυτιμήτοις, ἱεραῖς τε βίβλοις καὶ ὅσοις ἄλλοις ἡ ἡμετέρα εὐσέβεια τὸ σεμνὸν ἔχει, παρὰ τοῦ προστυχόντος ἐξεφορεῖτο καὶ διηρπάζετο· καὶ τὰ μὲν εἰς κοινὴν ἀπετάττετο χρῆσιν, τὰ δὲ εἰς ὠνὴν εὔωνον προὔκειτο. Ἐξέπληξε καὶ τοὺς βαρβάρους ὁ τῶν ἱερῶν κόσμος. Ἐκόρεσε τὴν ἀκόρεστον γνώμην ἡ τῶν ἱερῶν λαφύρων δαψίλεια· καὶ γὰρ ἀρχαιόπλουτος ἦν ἡ πόλις καὶ πρὸς εὐσέβειαν ἁπασῶν θερμοτάτη τῶν ὑπὸ ἥλιον. Τί δεῖ λέγειν τὸν ἰδιωτικὸν πλοῦτον, ὅσος αὐτοῖς προσεγένετο;

Τὸ δέ γε δείλαιον πλῆθος, οἱ μὲν ἦσαν ἔργον ἀκρατῶς φονώσης βαρβαρικῆς δεξιᾶς, οἱ δ’ ὑπὸ δεσμὰ καὶ κλοιοὺς γενόμενοι δίκην θρεμμάτων ἐξήγοντο τῆς πατρίδος, ἀνδράποδα, φεῦ, οἱ εὐπάρυφοι πρὸ μικροῦ καὶ υἱοὶ Σιὼν οἱ τίμιοι καὶ ἰσοστάσιοι χρυσίῳ, προφητικῶς εἰπεῖν, ἄποροι καὶ γυμνοὶ καὶ εἰς δουλείαν ἐλεεινῶς ἀπαγόμενοι· οὐ γὰρ ἤρκει τοῖς ἀσεβέσι καὶ αὐτοθηρίοις μᾶλλον ἢ τὴν φύσιν ἀνθρώποις τηλικαύτη πόλις καταληφθεῖσα καὶ τοσοῦτος πλοῦτος ἐπιγενόμενος. Ἀλλ’ ἔδει καὶ τὸν ἄθλιον λεὼν ἀνδραποδισθῆναι, ἵν’ οὕτω καὶ τοὺς ἁπανταχοῦ γῆς ὄντας αὐτοῖς ὁμοφύλους προσαποδύσωσι.

Δεινὰ μὲν δὴ ταῦτα καὶ πέραν δεινῶν. Τὰ δὲ ἐν αὐτῇ τολμηθέντα τῇ πόλει καὶ παρ’ αὐτὸν τὸν καιρὸν τίς ἂν ἀξίως ἐκτραγῳδήσειε; Ποία γλῶσσα τὰ τῶν κακῶν ἔσχατα ἀναλήψεται; Τίς ἀκοὴ δέξεται τὰ λεγόμενα; Παρθένοι σεμναὶ τῶν οἰκείων μονῶν ἀποσπώμεναι παίγνιον ἦσαν ἀκολάστοις βαρβάροις καὶ ὑβρίζοντο πολλαχοῦ ταῖς ἐν χαμαιτυπείοις ὁμοίως αἱ μήδ’ εἰς ἀγορὰν ἐμβαλοῦσαι πώποτε. Νήπια κατερρήγνυντο τῶν μητέρων ἐξηρτημένα, πῆ μὲν θυμοῦ τοῖς βαρβάροις ἐξηγουμένου, πῆ δὲ ἀσελγείας βοσκηματώδους, ὧν ἀμφοτέρων ἐνεφοροῦντο κατὰ πολλὴν ἄδειαν. Οἱ ἄνδρες ἐστρεβλοῦντο καὶ ἐμαστίζοντο, τὰ ἑαυτῶν εἴ τίς τι προφθὰς ὑφείλετο κατακρύψας, ὑποδεικνῦναι ἐκβιαζόμενοι. Ποῦ παρ’ ἐκείνοις γερόντων φειδώ;

Ποῦ μοναχῶν ἁγίων καὶ τῷ Θεῷ φίλων, οἷς καὶ τὸ προσβλέψαι τινὰ πρότερον οὐκ ἄνευ αἰδοῦς ἦν, τούτοις μὲν οὖν καὶ ἐνεπαρῴνουν μάλιστα πάντων, ἅτε τῆς ἐν τῇ μάχῃ τριβῆς αἰτίοις γεγενημένοις; Αἱ γυναῖκες, αἱ εὐγενεῖς φημι καὶ τῶν εὖ γεγονότων, οὐκέτι σύρουσαι τοὺς χιτῶνας, οὐδὲ πολλοὺς ἀκολούθους ἐπισυρόμεναι· τοὐναντίον μὲν οὖν ἑτέροις ἀκολουθοῦσαι δεσπόταις ἐλεεινῶς ἤγοντο καὶ τὰς ἑαυτῶν ἰδοῦσαι πρότερον θυγατέρας ἑτέροις ἐφεπομένας ἢ δουλευούσας οἰκτρῶς ἢ καὶ ὑβριζομένας αἰσχρῶς.

Πῶς ἤνεγκαν οἱ παθόντες ταῦτα; Πῶς ἡμεῖς οἱ ἀκούοντες; Πῶς οὐκ ἀπέψυξαν παραχρῆμα ἐκεῖνοι; Πῶς ἀναπεπτώκαμεν ἡμεῖς ἔτι καὶ ἐν τοῖς αὐτοῖς ἐσμεν ὡς καὶ πρότερον; Ἐξῄρηται τῶν κακῶν ὁ τῆς πόλεως ἱερεύς, οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπών· ἦ γὰρ ἂν αὐτὸν εἰς λεπτὰ τεμόντες οἱ ὠμησταὶ διεδάσαντο τοῖς ὀδοῦσιν, οἷα δὴ τοῦ ὑπὸ Λατίνους γενέσθαι τὴν πόλιν αἰτιώτατον μάλιστα δεδογμένον, οὗ καὶ τὸν νεκρὸν διορύξαντες ὑπὸ μανίας ἀλόγου ᾐκίσαντό τε ὡς δυνατὸν καὶ διέρριψαν· καὶ γὰρ δὴ καὶ τοῦτο πρὸς τοῦ πατρὸς αὐτοῖς τοῦ διαβόλου καὶ ὑποβέβληται καὶ ἐξήνυσται, διορύττειν τοὺς τάφους ὡς χρημάτων μεστούς, ἵνα δὴ μηδὲ οἱ πάλαι θανόντες ἀπαθεῖς κακῶν εἴησαν· καὶ μὴν καὶ τὸ λοιπὸν τῆς πόλεως ἔδαφος ἄχρι νῦν καταστρέφουσιν ἐπὶ χρημάτων εὑρέσει· ἔδει γάρ, ὡς ἡ παλαιὰ κατάρα, καὶ ἀροτριωθῆναι τὴν πόλιν, ἵνα μηδὲν αὐτῇ τῶν ἀπ’ αἰῶνος κακῶν ἐλλιπὲς ᾖ.