Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἔκθεσις περὶ τῶν ἐν τῇ ἐν Φλωρεντίᾳ συνόδῳ πραχθέντων

Μᾶρκος ὁ Εὐγενικός

Οι συνοδικές συζητήσεις περί του Συμβόλου της Πίστεως και του δόγματος

Η θεολογική αντιπαράθεση για το ανεπίτρεπτο της αλλοιώσεως του Συμβόλου, η μετάβαση στη Φλωρεντία και η αναλυτική ορθόδοξη υπεράσπιση σχετικά με την εκπόρευση του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 4

Σχολῇ γ’ ἂν οἱ ἄνδρες οὗτοι τῶν οἰκείων ἐθῶν τι καὶ δογμάτων παρακινήσαιεν, οἱ τοσαύτην «ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενοι». Τέως δ’ οὖν ἀνεμείναμεν κελευσθέντες καὶ προθεσμίας μακρὰς ἠνεσχόμεθα πρὸς τὸ συνελθεῖν τε καὶ καταστῆναι τὴν σύνοδον. Ἔλαβε τέλος ἡ προθεσμία, καὶ μετὰ τοῦτο παρῆλθον ἡμέραι συχναί, καὶ μόλις συνήλθομεν ἐν ταὐτῷ Γραικοὶ καὶ Λατῖνοι, περὶ τῆς ἐν τῷ συμβόλῳ προσθήκης πρῶτον διαλεξόμενοι.

Καὶ δὴ προτραπεὶς ἐγὼ τῆς ὑποθέσεως ἄρξασθαι, πρῶτα μὲν ἐν τοῖς προοιμίοις ἐσπούδασα τὴν αἰτίαν αὐτοῖς ἀνάψαι τῆς διαιρέσεως καὶ τὸ ἄφιλον ἐγκαλέσαι καὶ ὑπεροπτικόν, ἐκείνων ἀπολογουμένων τε καὶ ἀντεγκαλούντων ἡμῖν καὶ ἑαυτοὺς δικαιούντων, ὅπερ εἰώθασιν. Ἔπειτα κατὰ τὰς ἐφεξῆς συνελεύσεις προχειρισάμενος τὰς πράξεις τῶν οἰκουμενικῶν συνόδων, ἀνέγνων ἐξ αὐτῶν τοὺς ὅρους, ἐν οἷς ἀπαγορεύουσιν οἱ θεῖοι πατέρες ἐκεῖνοι τὴν ἐναλλαγὴν τοῦ συμβόλου μέχρι λέξεώς τε καὶ συλλαβῆς καὶ φρικώδεις ἀρὰς ἐκφωνοῦσι κατὰ τῶν ταύτην ποτὲ τολμησόντων, ὥστε τοὺς ἐπισκόπους μὲν καὶ τοὺς κληρικοὺς ἀνιέρους εἶναι τὸ ἀπὸ τοῦδε καὶ τῆς δεδομένης αὐτοῖς χάριτος ἀλλοτρίους, τοὺς δὲ λαϊκοὺς ὑποκεῖσθαι τῷ ἀναθέματι, τοῦτο δέ ἐστιν ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμός.

Ἐπὶ τούτοις καὶ διὰ συλλογισμῶν ἀναντιρρήτων παρέστησα τὴν τῶν ἐμῶν λόγων ἀνάγκην καὶ ὡς ἀδύνατον ἄλλως ἐκληφθῆναι τοὺς ὅρους, ἢ ὡς ἐγὼ τούτους ἐξηγούμην τε καὶ ἐλάμβανον. Ὡς δ’ ἑωρῶμεν τοὺς Λατίνους σαφῶς ἤδη παραγυμνώσαντας ἐν ταῖς πρὸς ἡμᾶς διαλέξεσιν, ὡς οὐ πρὸς ἀλήθειαν αὐτοῖς ὁ σκοπὸς οὐδὲ τὸ ταύτην εὑρεθῆναι διὰ σπουδῆς τίθενται, μόνον δέ γε τὸ δόξαι τι λέγειν καὶ τὰς ἀκοὰς τῶν οἰκείων προκατασχεῖν (ἔργον γὰρ ἀπαραίτητον εἶχον αὐτοὶ λύειν τὰς συνελεύσεις, ἵνα λέγοντες ὕστεροι, δοκῶσιν ἅπαντα λύειν τὰ παρ’ ἡμῶν λεγόμενα), τοὐντεῦθεν ἤδη τοῦ λέγειν παυσάμενοι, παρεκαλοῦμεν αὐτοὺς (τί μὴ λέγοντες ἱκανὸν ἐπισπάσασθαι καὶ λιθίνας ψυχάς;) ἐπανελθεῖν πρὸς τὴν καλὴν συμφωνίαν ἐκείνην, ἣν εἴχομεν πρότερον καὶ πρὸς ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς πατέρας ἡμῶν, ἡνίκα τὸ αὐτὸ πάντες ἐλέγομεν, καὶ οὐκ ἦν ἐν ἡμῖν σχίσμα.

Ταῦτα λέγοντες, κενὴν ἐῴκειμεν ψάλλειν, ἢ λίθον ἕψειν, ἢ κατὰ πετρῶν σπείρειν, ἢ καθ’ ὑγρῶν γράφειν, ἢ ὅσα ἄλλα ἐπὶ τοῖς ἀδυνάτοις αἱ παροιμίαι φασίν· ἐκεῖνοι γὰρ τοῖς μὲν ἐλέγχοις στενοχωρούμενοι, διόρθωσιν δὲ οὐδαμῶς οὐδεμίαν παραδεχόμενοι διὰ τὸ ἀνιάτως ἔχειν ὡς ἔοικε, παρεκάλουν ἡμᾶς ἐπὶ τὴν ἐξέτασιν μεταβῆναι τοῦ δόγματος, ὡς ἱκανῶν ἤδη ῥηθέντων τῶν ἐπὶ τῇ προσθήκῃ λόγων, οἰόμενοι δι’ ἐκείνων τῶν λόγων ἐπισκιάσειν τὸ τοῦ συμβόλου τόλμημα, τῆς δόξης ὑγιοῦς δεικνυμένης.

Ἀλλ’ οἱ ἡμέτεροι οὐκ ἠνείχοντο καὶ ἀμεταθέτως εἶχον πρὸς τὴν τῆς δόξης ἐξέτασιν, εἰ μὴ διορθωθείη πρότερον ἡ προσθήκη· κἂν ἐνέμειναν διὰ τέλους τῇ ἐνστάσει ταύτῃ, κἂν διελύθησαν ἐκεῖθεν καλῶς ποιοῦντες, εἰ μὴ παραπεισθέντες ὑπό τινων αὖθις, ὡς ἀπρεπές ἐστι μηδὲν εἰπόντας περὶ τοῦ δόγματος ἀπελθεῖν, ἐδέξαντο τὴν μετάβασιν, τοῦτο μὲν τὴν ἀπὸ τῆς προσθήκης ἐπὶ τὴν δόξαν, τοῦτο δὲ τὴν ἀπὸ Φεραρίας εἰς Φλωρεντίαν.

Ἔνθα γενόμενοι, τῶν περὶ τῆς δόξης διαλέξεων ἀπηρξάμεθα, τῶν Λατίνων προενεγκόντων ῥητά, τὰ μὲν ἐξ ἀποκρύφων τινῶν καὶ ἀγνώστων βιβλίων, τὰ δὲ ἐκ νενοθευμένων τε καὶ διεφθαρμένων, ἐν οἷς ἰσχυρίζοντο τὴν ἑαυτῶν δόξαν συνίστασθαι.

Πάλιν οὖν αὐτοῖς ἐγὼ συμπλεκόμενος καὶ τὸ τῆς δόξης ἄτοπον διελέγχων καὶ νενοθευμένας εἶναι τὰς βίβλους προφανῶς παριστῶν, οὐδὲν ἤνυον ἐς πειθώ, πλὴν ὅσον τὸν καιρὸν ἀναλίσκειν εἰκῇ καὶ μάτην· ἄλλων γὰρ ἄλλα ῥητῶν ῥητὰ διαδεχομένων καὶ λόγου λόγον γεννῶντος, ὡς ἐν τοιούτοις εἰκός, οὐδέν τι μᾶλλον ἡ ἀλήθεια τὴν ἑαυτῆς ἰσχὺν ἐπεδείκνυτο, πολὺ τὸ μέλαν ἐμούντων ἐκείνων πρὸ ἑαυτῶν καὶ ταῖς μακρολογίαις αὐτὴν ἐπισκιαζόντων, ἄχρις οὗ καὶ πάλιν ἀπαγορεύσας, ὑπό τε τῆς συνήθους ἐνοχλούμενος ἀσθενείας καὶ τὸ τῶν λόγων ἄκαρπον καθορῶν, ἀπέτεινα λόγον διὰ μακροῦ πρὸς αὐτοὺς ὅσον ἴσχυον, ἐν ᾧ μαρτυρίαις πλείσταις ἀναντιρρήτοις παρέστησα τὴν ἀλήθειαν τοῦ ἡμετέρου δόγματος, ὅτιπερ ἐκ μόνου τοῦ Πατρός, οὐχὶ δὲ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, παρὰ μὲν τῶν εὐαγγελικῶν ἀρξάμενος λόγων, διὰ δὲ τῶν ἀποστόλων καὶ τῶν διαδεξαμένων αὐτοὺς κατελθὼν ἄχρι καὶ τῆς οἰκουμενικῆς τρίτης συνόδου, κατὰ μέρος τε ἐξεργαζόμενος ἕκαστον τῶν ῥητῶν καὶ συλλογιζόμενος ἐφ’ ἑκάστῳ καὶ συμπεραίνων, ὅπερ ἀποδεικνύναι προκείμενον εἶχον, ὡς πανταχοῦ τοῦ καινοῦ τῶν Λατίνων δόγματος ἀπηγορευμένου.

Ἐπὶ τούτοις κατέλυσα τὰς πρὸς αὐτοὺς ὁμιλίας, ἢ μηκέτι συνελεύσεσθαι μετ’ αὐτῶν, ἢ γοῦν αὐτὸς σιωπήσειν βεβαιωσάμενος. Ἀλλ’ ἐκεῖνοι προσεκαλοῦντο τοὺς ἡμετέρους ἑκόντας ἄκοντας εἰς τὴν τῶν εἰρημένων ἀντίρρησιν, καὶ τοῦτο διαπραξάμενοι, μὴ παρόντος ἐμοῦ διὰ τὴν ἀσθένειαν, δὶς ἐφεξῆς συνελεύσεις ἀνάλωσαν αὐτοὶ μόνοι λέγοντες, μηδενὸς ἀπολογουμένου, κατὰ μὲν τὴν πρώτην τὰ ῥητὰ τῶν οἰκείων διδασκάλων προενεγκόντες, ἐν οἷς ἐδείκνυσαν τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ καθάπερ ἐκ τοῦ Πατρός, ἐν δὲ τῇ δευτέρᾳ τὰ παρ’ ἐμοῦ εἰρημένα διαστρέψαντες μᾶλλον ἢ ἀνατρέψαντες καὶ χρήσεις ἐναντίας, ὡς ἐκείνοις ἐδόκει, τῶν παρ’ ἡμῖν διδασκάλων ἐκτεθεικότες.

Ἐπεὶ δ’ ἐμοῦ σεσιωπηκότος, οὐδεὶς ἔτι τῶν ἡμετέρων πρὸς αὐτοὺς ἐθάρρησεν ἀντιτάξασθαι, τοῦτο μὲν τῶν ἀρχόντων οὕτω δέον εἶναι κρινόντων, τοῦτο δὲ καὶ ὀκνοῦντες ἅπαντες τὸν ἀγῶνα καὶ μὴ εἰς ἔριδας καὶ ταραχὰς ἐκπέσωσι δεδιότες, ἐκεῖνοι τὴν ἡμετέραν σιωπὴν ὡς ἕρμαιον λογισάμεναι, καθάπερ τινὰς φυγάδας προεκαλοῦντο πρὸς μάχην, καὶ μηδαμῶς ὑπακουόντων ἡμῶν, ἐπεκρότουν ὡς νικηταὶ καὶ τὴν ἀλήθειαν μεθ’ ἑαυτῶν ἔχοντες. Τοῦτο δὲ καὶ ἀεὶ ποιεῖν ἔμελλον, οὕτω καθάπαξ παρεσκευασμένοι πρὸς πᾶν τὸ λεγόμενον ἀντιλέγειν καὶ ἑαυτοῖς τὴν νίκην ἐπιφημίζειν.