Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἔκθεσις περὶ τῶν ἐν τῇ ἐν Φλωρεντίᾳ συνόδῳ πραχθέντων

Μᾶρκος ὁ Εὐγενικός

Διαπραγματεύσεις, συμβιβασμοί και λατινικές πιέσεις

Η υιοθέτηση διφορούμενων θεολογικών ερμηνειών στο πλαίσιο της τακτικής της οικονομίας και οι ποικίλες πιέσεις προς τους Ορθοδόξους για την αποδοχή της ενώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 4

Ἐντεῦθεν ἀρχὴν λαμβάνει τὰ τῆς οἰκονομίας καὶ συγκαταβάσεως ῥήματα, καί τις τῶν ἡμετέρων ἐπεχείρησε λέγειν, ὡς καλόν ἐστι τὴν εἰρήνην ἀσπάσασθαι καὶ τοὺς ἁγίους συμφώνους ἀποδεῖξαι πρὸς ἑαυτούς, ἵνα μὴ δοκῶσιν οἱ δυτικοὶ τοῖς ἀνατολικοῖς ἀντιφθέγγεσθαι· ἤδη δέ τις καὶ περὶ τῆς διά φιλοσοφεῖν ἤρξατο παρὰ τοῖς ἡμετέροις διδασκάλοις εὑρισκομένης, ὡς ταὐτὸν τῇ ἐκ δυναμένης καὶ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδούσης. Οὕτω κατὰ μικρὸν ὁ λατινισμὸς ἐξερράγη, καὶ περὶ τοῦ τρόπου λοιπὸν τῆς ἑνώσεως ἤρξαντο πραγματεύεσθαι καί τινα ῥητὰ περιεργάζεσθαι, δι’ ὧν ἑνωθήσονται, μέσην ἐπέχοντα χώραν καὶ δυνάμενα κατ’ ἀμφοτέρας τὰς δόξας λαμβάνεσθαι καθάπερ τις κόθορνος· τοῦτο γὰρ αὐτοῖς πρὸς τὴν ἐπίνοιαν ἔδοξε σφόδρα συμβάλλεσθαι, τῶν τε ἡμετέρων δι’ αὐτῶν ῥᾷον προσαγομένων καὶ τῶν ἐναντίων ἐλπιζομένων ἀνεξετάστως αὐτὰ παραδέξασθαι.

Καὶ δή τι συνθέντες γραμμάτιον τοιαῦτά τινα περιέχον, τὴν ἐκείνων δὲ δόξαν ὅμως καθαρῶς ἐκτιθέμενον, ἐξαπέστειλαν αὐτοῖς ὡς διὰ τούτου τὴν ἕνωσιν ποιησόμενοι· τοῖς δὲ οὐκ ἀνεκτὸν ἐδόκει τὸ γραμμάτιον δέξασθαι χωρὶς ἐξετάσεως, ἀλλ’ ἢ πρὸς ἀπολογίαν αὐτοὺς προὐκαλοῦντο καὶ λύσεις τῶν ἀμφισβητουμένων φωνῶν ἐν τῷ γράμματι, ἢ τὸ οἰκεῖον δέξασθαι παρηγγύων, ὅπερ αὐτοὶ φθάσαντες ἐξαπέστειλαν· ἦν δ’ ἐκεῖνο συμφώνησις παντελὴς περὶ τὸ δόγμα Λατίνων τε καὶ Γραικῶν καὶ ὁμολογία τοῦ καὶ ἐκ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι.

Τρίβεται πολὺς ἐπὶ τούτοις χρόνος, καὶ οἱ ἡμέτεροι τὴν ἀναβολὴν ἐδυσχέραινον καὶ τὴν πενίαν ὠδύροντο καὶ πρὸς τὸν λιμὸν ἠγανάκτουν· καὶ γὰρ δὴ καὶ τοῦτ’ αὐτοῖς ἐπενοήθη, μηδενὶ μηδὲν διδόναι τῶν συγκειμένων ἀναλωμάτων, ἵν’ ἀναγκασθέντες ἐκ τούτου, κατὰ μικρὸν αὐτοῖς ὑποκύψωσι. Τί δεῖ πολλὰ λέγειν; Οὐκ ἐπαύσαντο πάντα λίθον κινοῦντες οἱ τῆς ἑαυτῶν σωτηρίας καὶ εὐσεβείας προδόται, μέχρι διεπράξαντο συναγαγόντες τὴν σύνοδον ἐκρῆξαι τὸν λατινισμὸν εἰς τὸ φανερόν, βασιλέως τε καὶ πατριάρχου προκαθημένων καὶ τοῦ δεσπότου τούτοις συνεδριάζοντος· τὰ γὰρ δοκοῦντα συνηγορεῖν τοῖς Λατίνοις ῥητὰ προαγαγόντες εἰς μέσον ἔκ τε τῶν διδασκάλων αὐτῶν ἐκείνων καὶ τοῦ μεγάλου Κυρίλλου, πρότερον ἐμοὶ διαμαχεσάμενοι καὶ κατὰ ταὐτὸν ἐκ διαδοχῆς ἀλλήλων ἐπιπηδήσαντες ἰταμῶς τοῖς σοφίσμασιν, οὕτως ἠρώτων τὴν σύνοδον, ἥντινα γνώμην ἔχουσι περὶ τῶν ῥητῶν ἐκείνων, καὶ εἰ τὸν Υἱὸν αἴτιον ποιοῦσι τοῦ ἁγίου Πνεύματος. Οἱ δὲ περὶ μὲν τῶν ῥητῶν οὐκ ἀμφιβάλλειν ἔφασαν, εἰ γνήσια τῶν διδασκάλων εἰσί, παρὰ τῆς ἐπιστολῆς τοῦ θείου Μαξίμου τοῦτο πιστούμενοι· τὴν αἰτίαν μέντοι τοῦ Πνεύματος τῷ Υἱῷ διδόναι παντελῶς ἀπηγόρευσαν οἵ γε πλείονες· οὕτω γὰρ καὶ τὸν σοφὸν διορίζεσθαι Μάξιμον.