Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἔκθεσις περὶ τῶν ἐν τῇ ἐν Φλωρεντίᾳ συνόδῳ πραχθέντων

Μᾶρκος ὁ Εὐγενικός

Η αποδοχή της ενώσεως και η ομολογία του Μάρκου Ευγενικού

Η υιοθέτηση του λατινικού δόγματος από την πλειοψηφία, η αντίρρηση του συγγραφέα βάσει της πατερικής παράδοσης, ο διαχωρισμός του από τους ενωτικούς και ο σκοπός της συγγραφής του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 4

Ἀλλ’ οἱ τολμηροὶ τὴν δυσσέβειαν καὶ ὅσοι τούτοις παρὰ τὴν ἀρχὴν ἠκολούθησαν, ἐπαγγελίαις λαμπραῖς ὑπαχθέντες καὶ δόμασι, γυμνῇ τῇ κεφαλῇ τὸν Υἱὸν ἀπεφήναντο τοῦ Πνεύματος αἴτιον, ὃ μηδ’ ἐν τοῖς τῶν Λατίνων ῥητοῖς εὕρηταί που φανερῶς κείμενον. Τούτοις δὲ καὶ ὁ πατριάρχης ἐπεψηφίσατο, προδιεφθαρμένος ἤδη καὶ αὐτὸς ὁ τάλας καὶ ἅμα διψῶν τὴν ἐκεῖθεν ἀπαλλαγήν, εἰ καὶ τὸ χρεὼν αὐτὸν συνήλαυνε πρὸς τὸν θάνατον. Ἐγὼ δὲ τὴν ἐμαυτοῦ γνώμην ἅμα καὶ ὁμολογίαν τῆς πίστεως συγγεγραμμένην ἔχων (οὕτω γάρ που διείρητο πρότερον ἐγγράφως ἐπιδοῦναι. τὴν ἑαυτοῦ γνώμην ἕκαστον), ὡς εἶδον αὐτοὺς ἐκθύμως ἤδη πρὸς τὴν ἕνωσιν ὡρμημένους, καὶ τοὺς ἐμοὶ συνεστῶτας πρότερον ἄρτι συμπεπτωκότας ἐκείνοις, ἐγγράφων δὲ οὐδὲ μεμνημένους, ἐπέσχον καὶ αὐτὸς τὴν γραφήν, ἵνα μὴ πρὸς ὀργὴν αὐτοὺς ἐρεθίσας, εἰς προὖπτον ἤδη τὸν κίνδυνον ἐμαυτὸν ἐμβάλω· διὰ στόματος μέντοι τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα παρρησίᾳ, μὴ ἂν ἄλλως δύνασθαι τὰ ῥητὰ τῶν δυτικῶν καὶ ἀνατολικῶν συμφωνῆσαι πατέρων, εἰ μὴ κατὰ τὴν ἐξήγησιν τῆς ἐπιστολῆς τοῦ σεπτοῦ Μαξίμου τὸν Υἱὸν μὴ φαίημεν αἴτιον εἶναι τοῦ ἁγίου Πνεύματος, προσεπισημηνάμενος ἅμα καὶ περὶ τῆς προσθήκης, ὡς οὐδὲ ταύτην συγχωρῶ τοῖς Λατίνοις, ἅτε μὴ καλῶς μηδ’ εὐλόγως κατὰ τοὺς εἰρημένους λόγους γεγενημένην.

Ἐντεῦθεν οἱ μὲν τὰ ἑαυτῶν ἔπραξαν καὶ πρὸς τὴν συνθήκην τοῦ ὅρου καὶ τὰ λοιπὰ τῆς ἑνώσεως ἔβλεψαν· ἐγὼ δὲ χωρισθεὶς αὐτῶν ἔκτοτε καὶ ἐμαυτῷ σχολάσας, ἵνα τοῖς ἁγίοις μου πατράσι καὶ διδασκάλοις διατελῶ συνημμένος, πᾶσι καταφανῆ ποιῶ τὴν ἐμαυτοῦ γνώμην διὰ τῆσδε μου τῆς γραφῆς, ὡς ἂν ἐξῇ δοκιμάζειν τῷ βουλομένῳ, πότερον ὑγιέσι δόγμασι χαίρων, ἢ διεστραμμένοις τισὶ τὴν γεγενημένην ἕνωσιν οὐ παρεδεξάμην.