Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ἀσκητικόν
Οι θεμελιώδεις αρετές της ασκήσεως και η αδιάλειπτη προσευχή
Η σημασία του φόβου του Θεού, της εγκράτειας, της μακροθυμίας και της αδιάλειπτης νοεράς προσευχής για την πνευματική νήψη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι θεμελιώδεις αρετές της ασκήσεως και η αδιάλειπτη προσευχή
Η σημασία του φόβου του Θεού, της εγκράτειας, της μακροθυμίας και της αδιάλειπτης νοεράς προσευχής για την πνευματική νήψη.
ιηʹ. Καὶ ὁ Ἀδελφὸς εἶπεν· ”Οὕτως ἔχει, Πάτερ· καὶ γὰρ ἐκ τῆς ἀμελείας μου ἀεὶ λαμβάνουσιν ἀφορμὰς κατ᾽ ἐμοῦ οἱ δαίμονες· ἀλλὰ παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, πῶς ὀφεί〈λω〉 κτήσασθαι 〈〈τὴν〉 νῆψιν〉.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἡ παντελὴς τῶν γηΐνων ἀμεριμνία καὶ ἡ συνεχὴς μελέτη τῆς θείας Γραφῆς φέρει τὴν 〈ψυχὴν〉 εἰς φόβον Θεοῦ· καὶ ὁ Θεοῦ φόβος φέρει 〈τὴν νῆψιν·〉 καὶ τότε ἡ 〈ψυχὴ〉 ἄρχεται βλέπειν τοὺς διὰ τῶν λογισμῶν πολεμοῦντας αὐτὴν δαίμονας καὶ ἀμύνασθαι· περὶ ὧν ὁ Δαβὶδ ἔλεγεν· ”Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου.” Πρὸς ταύτην τὴν πάλην καὶ ὁ κορυφαῖος τῶν Ἀποστόλων Πέτρος διεγείρων τοὺς μαθητὰς ἔλεγε· “Νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ὧ ἀντίστητε στερεοὶ τῇ πίστει·” Καὶ ὁ Κύριος δέ· “Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.” Ὁ δὲ Ἐκκλησιαστής φησιν· “Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς.” Τόπος δὲ τοῦ νοῦ ἐστιν ἡ ἀρετή, καὶ ἡ γνῶσις καὶ ὁ φόβος τοῦ Θεοῦ. Ὁ δὲ θαυμαστὸς Ἀπόστολος σφόδρα νηφόντως καὶ γενναίως ἀγωνιζόμενος ἔλεγεν· “Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.
Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν.” Ἐὰν οὖν καὶ σὺ μιμήσῃ τοὺς ἁγίους καὶ ἐμπόνως σχολάσῃς τῷ Θεῷ, ἔσῃ νηφόμενος.” ιθʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Καὶ τί ὤφειλέ τις ποιεῖν, Πάτερ, ἵνα ἀδιαλείπτως δυνηθῇ σχολάζειν τῷ Θεῷ;” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἀδύνατον τὸ νοῦν τελείως σχολάσαι τῷ Θεῷ, ἐὰν μὴ τὰς τρεῖς ταύτας κτήσηται ἀρετάς· τὴν ἀγάπην λέγω, καὶ τὴν ἐγκράτειαν, καὶ τὴν προσευχήν. Ἡ μὲν γὰρ ἀγάπη ἡμεροῖ τὸν θυμόν, ἡ δὲ ἐγκράτεια μαραίνει τὴν ἐπιθυμίαν, ἡ δὲ προσευχὴ χωρίζει τὸν νοῦν πάντων τῶν νοημάτων, καὶ αὐτῷ αὐτὸν παρίστησι γυμνὸν τῷ Θεῷ. Αὗται οὖν αἱ τρεῖς ἀρεταὶ συμπεριληπτικαί εἰσιν πασῶν τῶν ἀρετῶν· καὶ ἄνευ τούτων ὁ νοῦς οὐ δύναται σχολάζειν τῷ Θεῷ.” κʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Παρακαλῶ σε, Πάτερ, μαθεῖν πῶς ἡ ἀγάπη ἡμεροῖ τὸν θυμόν.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἐπειδὴ ἔχει τὸ ἐλεεῖν καὶ τὸ εὐεργετεῖν τὸν πλησίον, καὶ τὸ μακροθυμεῖν ἐπ᾽ αὐτὸν καὶ τὸ ὑπομένειν τὰ ὑπ᾽ αὐτοῦ ἐπαγόμενα, ὡς πολλάκις εἰρήκαμεν. Ταῦτα οὖν ἔχουσα ἡ ἀγάπη, ἡμεροῖ τὸν θυμὸν τοῦ κεκτημένου αὐτήν.”
Καὶ ὁ Ἀδελφὸς εἶπε· “Οὐ μικρὰ τὰ ἔργα αὐτῆς· ἀλλὰ μακάριος ὁ δυνάμενος κτήσασθαι αὐτήν. Ἐγὼ δὲ ὄντως μακράν εἰμι ἀπ᾽ αὐτῆς.
Πλὴν παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι τί ἐστι τὸ μακροθυμεῖν.” καʹ. Καὶ ἀπεκρίθη ὁ Γέρων· “Τὸ ἐγκαρτερεῖν τοῖς δεινοῖς καὶ τὸ ὑπομένειν πονηρά· καὶ τὸ ἀναμένειν τὸ τέλος τοῦ πειρασμοῦ, καὶ τὸ μὴ ἐξάγειν θυμὸν ὡς ἔτυχε· μηδὲ λόγον λαλεῖν ἐν ἀφροσύνῃ, μηδὲ ὑπονοεῖν τι ἢ ἐννοεῖν τῶν μὴ πρεπόντων θεοσεβεῖ, καθὼς εἶπεν ἡ Γραφή· ”Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδώσει αὐτῷ εὐφροσύνη· ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ· καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.” κβʹ. Ταῦτα οὖν ἐστι τὰ γνωρίσματα τῆς μακροθυμίας· οὐ μόνον δέ, ἀλλὰ καὶ 〈τὸ〉 λογίσασθαι ἑαυτὸν εἶναι αἴτιον τοῦ πειρασμοῦ, τῆς μακροθυμίας ἐστὶν ἴδιον. Ἴσως δὲ καὶ οὕτως ἔχει· ἐπειδὴ τὰ πολλὰ τῶν συμβαινόντων ἡμῖν πρὸς παίδευσιν ἡμῶν ἐπισυμβαίνει, ἢ πρὸς παρελθόντων ἁμαρτιῶν ἀναίρεσιν ἢ πρὸς ἐνεστώσης ἀμελείας διόρθωσιν, ἢ πρὸς μελλόντων ἁμαρτημάτων ἀνακοπήν. Ὁ οὖν λογιζόμενος ὅτι δι᾽ ἓν τούτων συνέβη ὁ πειρασμός, οὐκ ἀγανακτεῖ τυπτόμενος, μάλιστα καὶ συνειδὼς ἑαυτῷ ἁμαρτίας· οὐδὲ αἰτιᾶται τόν, δι᾽ οὗ ὁ πειρασμός· κἂν γὰρ δι᾽ αὐτοῦ, κἂν δι᾽ ἄλλου, πάντως πιεῖν εἶχε τῶν θείων κριμάτων τὸ ποτήριον· ἀλλ᾽ εἰς Θεὸν ἀποβλέπει, καὶ εὐχαριστεῖ τῷ συγχωρήσαντι, καὶ ἑαυτὸν αἰτιᾶται, καὶ δέχεται τὴν παιδείαν προθύμως, ὥσπερ ὁ Δαβὶδ ἐπὶ τοῦ Σεμεῖ, καὶ ὥσπερ ὁ Ἰὼβ ἐπὶ τῆς γυναικός.
Ὁδὲ ἄφρων αἰτεῖ μὲν πολλάκις τὸν Θεὸν ἐλεηθῆναι ἐρχόμενον δὲ τὸ ἔλεος οὐ παραδέχεται, ἐπειδὴ οὐχ ὡς ἐκεῖνος ἤθελεν ἦλθεν, ἀλλ᾽ ὡς 〈ὁ〉 ἰατρὸς τῶν 〈ψυχῶν〉 συμφέρειν ἡγήσατο.
Καὶ διὰ τοῦτο ὀλιγωρεῖ καὶ θορυβεῖται καὶ ποτὲ μὲν τοῖς ἀνθρώποις θυμομαχεῖ, ποτὲ δὲ εἰς τὸν Θεὸν βλασφημεῖ· καὶ μέντοι καὶ τὴν ἀγνωμοσύνην δεικνύει, καὶ παρὰ ῥάβδον οὐ λαμβάνει.” κγʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Καλῶς εἶπας, Πάτερ· ἀλλὰ παρακαλῶ εἰπεῖν μοι καὶ τοῦτο, πῶς ἡ ἐγκράτεια μαραίνει τὴν ἐπιθυμίαν.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἐπειδὴ ἀπέχεσθαι ποιεῖ πάντων τῶν μὴ χρείαν ἐκπληρούντων, ἀλλ᾽ ἡδονὴν ἐμποιούντων· καὶ οὐδενὸς μετέχειν ποιεῖ, πλὴν πρὸς τὸ ζῇν ἀναγκαίων· οὐδὲ τὰ ἡδέα διώκειν, ἀλλὰ τὰ ὠφέλιμα· καὶ συμμετρεῖν δὲ τῇ χρείᾳ τὰ βρώματα καὶ τὰ πόματα· καὶ οὐκ ἐᾷν 〈ἐν〉 τῷ σώματι περιττὴν ὑγρότητα· καὶ μόνην συντηρεῖν τὴν ζωὴν τοῦ σώματος, καὶ ἀνενόχλητον αὐτὸ φυλάττειν εἰς ὁρμὴν συνουσίας. Οὕτως οὖν ἡ ἐγκράτεια τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ ἡδονὴ καὶ πλησμονὴ τῶν βρωμάτων καὶ πομάτων ἐκθερμαίνει τὴν γαστέρα, καὶ ἀναφλέγει τὴν ὄρεξιν πρὸς αἰσχρὰν ἐπιθυμίαν, καὶ ὅλον συνωθεῖ τὸ ζῷον πρὸς τὴν ἄνομον μίξιν. Τότε ὀφθαλμοὶ ἀναιδεῖς, καὶ χεὶρ ἀχαλίνωτος, γλῶσσα λαλοῦσα θέλγηθρα ἀκοῆς, καὶ οὗς ἀκοὴν ματαίαν παραδεχόμενον, καὶ 〈ψυχὴ〉 κατὰ διάνοιαν μοιχείαν ἐργαζομένη καὶ τὸ σῶμα πρὸς τὴν ἄθεσμον πρᾶξιν ἐκκαλουμένη.” κδʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Ἐπ᾽ ἀληθείας, Πάτερ, οὕτως ἔχει· ἀλλὰ παρακαλῶ 〈σε〉 μαθεῖν καὶ περὶ τῆς προσευχῆς, πῶς χωρίζει τὸν νοῦν πάντων τῶν νοημάτων.”
Καὶ ἀπεκρίθη ὁ Γέρων· “Τὰ νοήματα, τῶν πραγμάτων εἰσὶ νοήματα· τῶν δὲ πραγμάτων, τὰ μὲν εἰσὶν αἰσθητά, τὰ δὲ νοητά. Ἐν αὐτοῖς οὖν ὁ νοῦς διατρίβων, τὰ νοήματα αὐτῶν περιφέρει· ἡ δὲ χάρις τῆς προσευχῆς τῷ Θεῷ συνάπτει τὸν νοῦν· τῷ δὲ Θεῷ συνάπτουσα, χωρίζει πάντων τῶν νοημάτων. Τότε οὖν ὁ νοῦς γυμνὸς αὐτῷ προσομιλῶν θεοειδὴς γίνεται. Τοιοῦτος δὲ γινόμενος, τὰ πρέποντα παρ᾽ αὐτοῦ αἰτεῖ καὶ τῆς δεήσεως αὐτοῦ οὐ διαμαρτάνει ποτέ. Διὰ τοῦτο οὖν ὁ Ἀπόστολος ἀδιαλείπτως κελεύει προσεύχεσθαι, ἵνα τὸν νοῦν τῷ Θεῷ συνεχῶς συνάπτοντες κατὰ μικρὸν ἀπορρήξωμεν τῆς τῶν ὑλικῶν προσπαθείας.” κεʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Καὶ πῶς ὁ νοῦς δύναται ἀδιαλείπτως προσεύχεσθαι; Καὶ γὰρ ψάλλοντες καὶ ἀναγινώσκοντες καὶ συντυγχάνοντες καὶ διακονοῦντες, εἰς πολλὰ αὐτὸν περισπῶμεν νοήματά τε καὶ θεωρήματα.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Οὐδὲν τῶν ἀδυνάτων ἡ θεία Γραφὴ προστάσσει· ἐπεὶ καὶ αὐτὸς ὁ Ἀπόστολος καὶ ἔψαλλεν καὶ ἀνεγίνωσκε καὶ διηκόνει, καὶ ἀδιαλείπτως προσηύχετο. Ἀδιάλειπτος γάρ ἐστι προσευχή, τὸ τὸν νοῦν ἔχειν ἐν εὐλαβείᾳ πολλῇ καὶ πόθῳ προσκείμενον τῷ Θεῷ, καὶ τῆς ἐλπίδος αὐτοῦ ἀεὶ ἀποκρέμασθαι, καὶ εἰς αὐτὸν θαρρεῖν ἐν πᾶσι, τοῖς τε ἔργοις καὶ τοῖς συμβαίνουσιν. Οὕτως διακείμενος ὁ Ἀπόστολος ἔλεγε· ”Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· θλίψις, ἢ στενοχωρία;” καὶ τὰ ἑξῆς.
Καὶ μετ᾽ ὀλίγα· “Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι.” Καὶ πάλιν· “Ἐν παντὶ θλιβόμενοι, καὶ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, καὶ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐ καταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.” κϛʹ. Οὕτως οὖν ὁ Ἀπόστολος διακείμενος, ἀδιαλείπτως προσηύχετο· ἐν πᾶσι γὰρ τοῖς ἔργοις, ὡς εἴρηται, καὶ τοῖς συμβαίνουσιν αὐτῷ τῆς ἐλπίδος τοῦ Θεοῦ ἀπεκρέματο. Διὰ τοῦτο ταῖς θλίψεσιν ἀεὶ ἔχαιρον πάντες οἱ ἅγιοι, ἵνα εἰς ἕξιν ἔλθωσι τῆς θείας ἀγάπης. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· “Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.” Καὶ μετ᾽ ὀλίγα· “ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.” Ἀλλ᾽ οὐαὶ ἡμῖν τοῖς ἀθλίοις, ὅτι κατελίπομεν τὴν ὁδὸν τῶν ἁγίων Πατέρων, καὶ διὰ τοῦτο ἔρημοί ἐσμεν παντὸς ἔργου πνευματικοῦ.” κζʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Διὰ τί, Πάτερ, οὐκ ἔχω κατάνυξιν;” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἐπειδὴ οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Ἐπειδὴ πάντων τῶν κακῶν γεγόναμεν καταγώγιον, καὶ διὰ τοῦτο ὡς ψιλοῦ νοήματος κατεφρονήσαμεν τῆς φοβερᾶς τοῦ Θεοῦ κολάσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.