Φύγωμεν οὖν, ὅση δύναμις, τὴν φιλίαν τῆς ὕλης, καὶ τὴν αὐτῆς σχέσιν καθάπερ κονιορτὸν τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα· καὶ μόνοις ἀρκεσθῶμεν τοῖς συνιστῶσιν, ἀλλὰ μὴ τοῖς ἡδύνουσιν ἡμῶν τὴν παροῦσαν ζωήν, καὶ ὑπὲρ αὐτῶν τὸν θεόν, ὡς ἐδιδάχθημεν, ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι τὴν ψυχήν, μηδενὶ τῶν ὁρωμένων διὰ τὸ σῶμα παντελῶς κρατουμένην· καὶ τοῦ ζῆν ἕνεκεν δειχθῶμεν ἐσθίοντες, ἀλλὰ μὴ τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν—τὸ μὲν γὰρ λογικῆς, τὸ δὲ τῆς ἀλόγου σαφῶς ἴδιον καθέστηκε φύσεως—· καὶ φύλακες ὦμεν τῆς προσευχῆς ἀκριβεῖς, δι᾽ αὐτῶν δεικνύμενοι τῶν πραγμάτων ὅτι μιᾶς καὶ μόνης ἀπρὶξ ἀντεχόμεθα τῆς ἐν Πνεύματι ζωῆς καὶ πρὸς τὴν αὐτῆς κτῆσιν τῆς παρούσης τὴν χρῆσιν ποιούμεθα, δι᾽ ἣν τοσοῦτον τὴν ταύτης στέργομεν χρῆσιν, ὅσον ἄρτῳ ταύτην μόνῳ στηρίζειν μὴ παραιτεῖσθαι καὶ τὴν αὐτῆς φυσικὴν εὐεξίαν φυλάττειν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, ἀδιάφθορον, οὐχ᾽ ἵνα ζῶμεν, ἀλλ᾽ ἵνα θεῷ ζῶμεν, ψυχῆς ἄγγελον τὸ σῶμα καθιστῶντες, λελογισμένον ταῖς ἀρεταῖς, καὶ ταύτην θεοῦ κήρυκα ποιοῦντες, τῇ περὶ τὸ καλὸν παγιότητι πεποιωμένην, καὶ τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ περικλείοντες τὸν ἄρτον, ὑπὲρ αὐτοῦ μὴ τολμῶντες εἰς δευτέραν ἡμέραν διὰ τὸν δοτῆρα τῆς προσευχῆς ἐπεκτεῖναι τὴν δέησιν· οὕτω γὰρ ἄν, πραγματικῶς κατὰ τὴν δύναμιν τῆς προσευχῆς ἑαυτοὺς διαθέντες, δυνηθείημεν καὶ τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φάσκοντες· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.