Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὴν Πορφυρίου Εἰσαγωγὴν καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας

Μάξιμος ὁ Ὁμολογητής

Τέλειος και ατελής ορισμός και σχετικά ελαττώματα

Εξέταση του τελείου και ατελούς ορισμού, διαφοροποίηση από τον υπογραφικό ορισμό και ανάλυση των ελαττωμάτων της έλλειψης και του πλεονασμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 3

Τέλειος ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, οἷον τί ἐστιν ἄνθρωπος; ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν [...] ἄνθρωπος. Ἀτελὴς ὁρισμός ἐστιν ὁ μὴ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, οἷον ἄνθρωπος, ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, γραμματικόν, οὐκ ἀντιστρέφει.

Οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστιν. Ὁρισμός ἐστι λόγος σύντομος τῆς τοῦ ὑποκειμένου πράγματος φύσεως δηλωτικός. Διαφέρει δὲ ὁρισμὸς ὅρου, ὅτι ὁ μὲν ὁρισμὸς μόνον τὴν οὐσίαν δηλοῖ τοῦ ὑποκειμένου πράγματος, ὁ δὲ ὅρος οὐ μόνον τοῦτο δηλοῖ, ἀλλὰ καὶ τὸ ὁροθέσιον καὶ τὸ πέρας. Πέρας γὰρ τῶν μὲν στερεῶν ἡ ἐπιφάνεια, τῆς δὲ ἐπιφανείας αἱ γραμμαί, καὶ τούτων τὰ σημεῖα.

Ὁρισμὸς δὲ ὑπογραφικοῦ ὁρισμοῦ διαφέρει, ὅτι ὁ μὲν ὁρισμὸς ἐκ τῶν οὐσιωδῶν ὑπαρχόντων λαμβάνεται, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς ἔκ τε τῶν οὐσιωδῶν καὶ τῶν παρεπομένων λαμβάνεται, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, γελαστικόν.

Εἴρηται δὲ ὁρισμὸς ἐκ μεταφορᾶς τῶν ἐν τῇ γῇ ὁροθεσίων. Ἀρετὴ δὲ ὁρισμοῦ τὸ πρὸς τὸ ὁριστὸν ἀντιστρέφειν ὑπάρχει, κακία δὲ τὸ ἐλλείπειν ἢ πλεονάζειν. Ἀντιπεπονθότως δὲ ἡ κακία γνωρίζεται, ὅπου γὰρ πλεονάζει ταῖς λέξεσιν, ἐλλείπει τοῖς πράγμασιν, ὅπου δὲ ἐλλείπει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἰατρός. Ἰδοὺ πλεονάσας ταῖς λέξεσιν ἐλλείπω τῷ πράγματι, οὐ γὰρ πάντα ἄνθρωπον ὁρίζομαι, ὅτι μὴ πᾶς ἄνθρωπος ἰατρός. Εἰ δὲ ἐλλείπων ταῖς λέξεσιν εἴπω ζῷον θνητόν, πλεονάζω τοῖς πράγμασι συμπεριλαμβάνων τῷ ὅρῳ τὰ ἄλογα, ὅτι καὶ τὰ ἄλογα ζῷα θνητά εἰσι.

Λαμβάνεται δὲ ὁρισμὸς ἐκ τοῦ ὑποκειμένου, ἐκ τοῦ τέλους, ἐκ τοῦ συναμφοτέρου. Ὑποκείμενον μὲν οὖν ἐστι περὶ ὃ καὶ ἐνεργεῖ, τέλος δὲ οὗ καταστοχάζεται καὶ προαιρεῖται ποιῆσαι. Τέλειος δέ ἐστιν ὁρισμὸς ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, ἀτελὴς ὁ μὴ ἀντιστρέφων.