Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὴν Πορφυρίου Εἰσαγωγὴν καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας

Μάξιμος ὁ Ὁμολογητής

Είδη των όντων και βασικά ερωτήματα διερεύνησης

Κατηγοριοποίηση των πραγμάτων ως προς την ύπαρξη και την ονομασία, και παρουσίαση των τεσσάρων βασικών ερωτημάτων της φιλοσοφικής έρευνας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 3

Τῶν πραγμάτων τὰ μὲν λέγεται, οὐκ εἰσὶ δέ, ὥσπερ τραγέλαφος καὶ σκινδαψός, τὰ δὲ εἰσίν, οὐ λέγεται δέ, ὥσπερ τὰ ἐν βυθῷ ἀποκείμενα, τὰ δὲ καὶ λέγεται καὶ εἰσίν, ὥσπερ Θεός, ἄγγελος, ἄνθρωπος, ἵππος, βοῦς, ἥ γ’ οὖν φιλοσοφία καὶ λέγεται καὶ ἔστι, καὶ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν.

Ἐπὶ ἑκάστου πράγματος εἰς ζήτησιν παραλαμβανομένου τέσσαρα δεῖ γυμνάζειν· εἰ ἔστι, τί ἐστι, ὁποιόν τί ἐστι, καὶ διὰ τί ἐστι. Καὶ τὸ εἰ ἔστι ζητοῦμεν, ἵνα εἰ μὲν ἔστι τὸ πρᾶγμα, ὡς περὶ ὑπάρχοντος ποιησώμεθα τὸν λόγον, εἰ δὲ μὴ ἔστιν, ὡς περὶ μὴ ὑπάρχοντος, πολλὰ γὰρ οὐκ εἰσίν, ἀλλὰ λέγονται μόνον, ὥσπερ τραγέλαφος καὶ τὰ τοιαῦτα. Τὸ δὲ τί ἐστι ζητοῦμεν ἐπὶ τῶν ὁμολογουμένην ἐχόντων τὴν ὕπαρξιν, οἷον τί ἐστι τὸ ἱστάμενον πόρρω ἡμῶν, καὶ λέγομεν ζῷον ἢ ξύλον. Τὸ δὲ ὁποιόν τί ἐστι ζητοῦμεν διὰ τὰς διαφοράς, οἷον ὁποιόν ἐστι τὸ ἱστάμενον ζῷον, καὶ λέγομεν ἄνθρωπος, ἵππος, βοῦς. Τὸ δὲ διὰ τί ἐστι ζητοῦμεν, ὅτι οὐδὲν τῶν ὄντων μάτην ἐστίν, οἷον διὰ τί ἐστιν οἶκος; διὰ τὴν τῶν ἀνθρώπων καταμονήν· διὰ τί ἐστι κλίνη; διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν.