Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολές Γ΄ έως Ε΄: Περί ελεημοσύνης, κατά Θεόν λύπης και υπομονής

Σύντομες επιστολές περί της φιλανθρωπίας ως φυσικής ενέργειας της ψυχής, περί της κατά Θεόν λύπης ως μητέρας των αρετών, και περί της έμπρακτης εφαρμογής των θείων εντολών μέσω εγκράτειας και μνήμης θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 13

Γʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Τὰ τίμια τῆς ὑμετέρας ἐν Κυρίῳ ποθεινότητος γράμματα δεξάμενος, μετὰ τῆς πεμφθείσης εὐλογίας τοῖς εὐλαβεστάτοις μοναχοῖς, τοῦ εὐαγοῦς μοναστηρίου τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Γεωργίου, ηὐχαρίστησα τῷ Θεῷ ἐπὶ τῇ τοιαύτῃ ὑμῶν εἰς τὸ καλὸν προθυμίᾳ· ὅτι διὰ σπουδῆς τῶν πενίᾳ κατειλημμένων τοὺς δεσμοὺς λύσαντες, τῶν τῆς ἁμαρτίας ἑαυτοὺς δεσμῶν ἠλευθερώσατε· καὶ σώματα τρέφειν προθέμενοι, τὴν ἑαυτῶν ψυχὴν θείᾳ διεθρέψατε χάριτι, κἀμοὶ δεδώκατε πρόφασιν θεωρίας ἀληθοῦς δρέψασθαι καρπόν. Ἔγνων γὰρ καθ’ ἑαυτὸν γενόμενος, ὅτου χάριν ὁ Θεὸς πάντας ἐλεεῖν καὶ ἐλεεῖσθαι χρῆν ὑπ’ ἀλλήλων τοὺς ἀνθρώπους ἁπλῶς ἐνομοθέτησεν· ὅτι πρὸς τῇ φύσει καὶ τῇ γνώμῃ ἀλλήλοις ὑμᾶς ἑνῶσαι βουλόμενος, καὶ πρὸς τοῦτο ἅπαν ὠθῶν ὡς ἀληθῶς τὸ ἀνθρώπινον, τὰς σωτηρίους φιλανθρώπως ἡμῖν ἐντολὰς διεχάραξεν· ἀλλ’ ἡ τῶν ἀνθρώπων φιλαυτία καὶ σύνεσις [αἴσθησις], ἀλλήλους, καὶ τὸν νόμον, ἢ ἀπωσαμένη, ἢ σοφισαμένη, εἰς πολλὰς μοίρας τὴν μίαν φύσιν κατέτεμε· καὶ τὴν νῦν ἐπικρατοῦσαν αὐτῆς ἀναλγησίαν εἰσηγησαμένη, αὐτὴν καθ’ ἑαυτῆς τὴν φύσιν διὰ τῆς γνώμης ἐξώπλισε.

Διά τοι τοῦτο, πᾶς ὅστις σώφρονι λογισμῷ, καὶ φρονήσεως εὐγενείᾳ ταύτην λῦσαι δεδύνηται τῆς φύσεως τὴν ἀνωμαλίαν, ἑαυτὸν μὲν πρὸ τῶν ἄλλων ἠλέησε, τὴν γνώμην κατὰ τὴν φύσιν δημιουργήσας· καὶ Θεῷ κατὰ τὴν γνώμην διὰ τὴν φύσιν προσχωρήσας· καὶ δείξας ἐφ’ ἑαυτόν, τίς τοῦ κατ’ εἰκόνα λόγου ὁ τρόπος· καὶ πῶς ἑαυτῷ ὁ Θεὸς πρεπόντως κατ’ ἀρχάς, ὁμοίαν τὴν ἡμετέραν φύσιν, καὶ τῆς ἰδίας ἀγαθότητος ἀρίδηλον ἀπεικόνισμα δημιουργῆσας κατέστησεν· αὐτὴν ἑαυτῇ κατὰ πάντα τὴν αὐτήν· ἄμαχον, εἰρηνικήν, ἀστασίαστον, πρός τε Θεόν, καὶ ἑαυτὴν δι’ ἀγάπης ἐσφιγμένην· καθ’ ἣν Θεοῦ μὲν ἐφετῶς, ἀλλήλων δὲ συμπαθῶς ἀντεχόμεθα. Ἠλέησε δὲ καὶ τοὺς ἐλεεῖσθαι ὀφείλοντας· οὐ μόνον αὐτοῖς ἐπαρκέσας, ἀλλὰ καὶ διδάξας, πῶς κρυπτόμενος ὁ Θεὸς διὰ τῶν ἀξίων ἐκφαίνεται· ὡς δύνασθαι κἀκείνους λοιπόν, τὴν περὶ αὐτοὺς αἰδουμένους τοῦ πέλας φιλανθρωπίαν, ῥᾳδίως ταύτης ὡς Θεοῦ μεταποιεῖσθαι τῆς χάριτος. Εἰ δέ τις τοῦτο ποιεῖν ἐκ τοῦ ἔχειν δυνάμενος, τοὺς χρῄζοντας ἀνθρώπους περιορᾷ, ἑαυτοῦ μὲν ἐκείνους, ἑαυτὸν δὲ Θεοῦ εἰκότως ἀποῤῥήξας δειχθήσεται· ὡς τὴν φύσιν διὰ τὴν γνώμην ἀγνοήσας, μᾶλλον δὲ ἑαυτοῦ διὰ τὴν γνώμην, τὰ τῇ φύσει προσόντα ἀγαθὰ διαφθείρας.

Ταῦτα μὲν ὅσοι τοῦ φιλανθρώπου, τὸ ἀπηνὲς προείλαντο γνωμικῶς, καὶ τῶν ὀβολῶν τὸ συγγενές, καὶ ὁμόφυλον ἀτιμότερον κρίνοντες, καὶ τῷ περὶ τὸν χρυσὸν ἱμέρῳ, τὰς πρὸς ἑαυτοὺς τοῦ Θεοῦ εἰσόδους ἀποτειχίσαντες, ἐλεεινὸν αὐτοὶ πάσχοντες ὑφ’ ἑαυτῶν, τῶν κρειττόνων τὴν ἔκπτωσιν· ἐκεῖνα δὲ ὅσοι τὰ τῆς φύσεως ῥήγματα ἑνῶσαι σοφῶς σπουδάζουσι, τῷ φιλαλλήλῳ τρόπῳ, καὶ τοῦ συνεργῆσαι Θεῷ χάριν διὰ τῆς ἀγάπης, τὴν τῶν ἄλλων ἀνθρώπων ὅσον τὸ ἐπ’ αὐτοῖς κατὰ τὴν γνώμην ταυτότητα, πάντων καταφρονοῦντες τῶν ἐπὶ γῆς, ὡς ἀληθεῖς τοῦ Θεοῦ διὰ τῶν ἔργων συνήγοροι.

Ὅπερ ποιοῦντες ὑμεῖς, νῦν τε καὶ πρότερον ἀπεφάνθητε, ἠγαπημένοι· παντὶ καὶ λόγῳ καὶ τρόπῳ, καὶ σκορπισμῷ δεξιῷ τῶν προσόντων πᾶσιν ἑαυτοὺς προθύμως καὶ ψυχῇ καὶ σώματι ἐπιμερίζοντες, καὶ ταυτὸν οὖσαν δεικνύντες ἐφ’ ἑαυτοὺς τῇ φύσει τὴν γνώμην, καθ’ ἓν μόνον πλεονεκτουμένην ὑπὸ τῆς φύσεως, ὅτι ἐκεῖθεν λαβοῦσα ἔχει τῶν γενομένων τὰ σπέρματα· μᾶλλον δὲ Θεοῦ, ἐξ οὗ καὶ τῇ φύσει τῶν καλῶν αἱ δυνάμεις προκαταβέβληνται.

Διὸ πολλοῖς χαρίτων χεύμασι μεγαλοφυῶς θεόθεν ἀρδευόμενοι, δαψιλῶς μετὰ πάντων καὶ τοῖς προειρημένοις εὐλαβεστάτοις ἀνδράσι τῆς φιλανθρωπίας τὸν ἔλεον [τὸ ἔλαιον] ἐπεστάξατε· ὑπερείσαντες σαλευόμενον ἤδη ἐξ ἀπορίας τῆς φύσεως τὸ ἀσθενές, καὶ τὴν ἐκ πτωχείας ἐπιτριβεῖσαν αὐτοῖς κακευχίαν ἐνδεχομένως ὡς ἐνῆν ἰασάμενοι. Μὴ παύσησθε οὖν εὖ ποιοῦντες ἐνδεέσιν, ἵνα τῇ κενώσει τὸ πλήσμιον ἀμείωτον ἔχητε. Ἐν ἱλαρότητι δὲ ψυχῆς, τὴν εἰς Θεὸν πίστιν τε καὶ ἐλπίδα καὶ ἀγάπην πιστούμενοι· Ἀνέχετε σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καθά που τὸ θεῖόν φησι λόγιον· ὅπερ ἐστὶ περὶ τοῦ δεῖν διδόναι, καὶ μὴ διασκέπτεσθαι. ᾯ τὸ μεταμελεῖσθαι πάντως παρέπεται· πρᾶγμα, τοῦ μηδόλως ποιεῖν ὑπάρχον βαρύτερον. Ἴσμεν γὰρ ἅπαντες, ὅτι τῆς τοῦ ποιεῖν ἢ πάσχειν ἀναξιότητος, οὔπω ἀκριβῶς οὐδεὶς οὐδαμῶς ἔγνω τίνας αἰτιᾶσθαι χρή· εἴτε τοὺς εὖ ποιεῖν δυναμένους, εἴτε τοὺς εὖ παθεῖν δεομένους ἀλλὰ καιροῦ τοῦτο εἶναι τοῦ μέλλοντος· καθ’ ὃ ποῖά τε καὶ ὅσα τὰ ἡμέτερα, καὶ ὅπως ἔχοντα τύχοι, γνωσθήσεται.

Οὕτω τοῦ Θεοῦ σοφῶς εὐδοκήσαντος ἐν τῷ παρόντι καλυφθῆναι τῶν αὐτοῦ κριμάτων τὴν ἄβυσσον. Καὶ τοῦτο εἰδὼς ὁ σοφὸς Παροιμιαστής, ἀσυλλογίστως τὸν ἄρτον καὶ καθ’ ὕδατος ῥιπτεῖν παρεκελεύσατο· ὡς οὐ παρασυρησόμενον οὐδὲ ἀπολλύμενον· ἀλλ’ ἐς ὕστερον ὑπαντήσοντα μετὰ πλείονος τῆς ἐπικαρπίας, τοῖς ἕνεκα τοῦ καλοῦ ἐν ἁπλότητι καρδίας τὴν μετάδοσιν κεκτημένοις, παρὰ τοῦ εἰς ἑαυτὸν πάντα τὰ παρ’ ἡμῶν ἀλλήλοις γινόμενα, ὡς δ’ ἂν ὄντα τύχωσιν, ἀναδεχομένου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ. Εἰ γὰρ παθεῖν ὑπὲρ ἡμῶν, ὡς φιλάνθρωπος κατεδέξατο, τί οὐκ ἂν γένοιτο ἑκὼν τοῖς τὴν αὐτοῦ περὶ ἡμᾶς μιμουμένοις φιλανθρωπίαν;

Δʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν, περὶ τῆς κατὰ Θεὸν λύπης. Χαίρω καὶ εὐφραίνομαι, διὰ πάσης ἐπιστολῆς τὴν ἐπαινετὴν λύπην λυπούμενον εὑρίσκων τὸν εὐλογημένον μου Δεσπότην· γινώσκων, ὡς ἡ κατὰ Θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται, τοῖς τῷ θείῳ φόβῳ καθ’ ὅλην αὐτῶν ἐνισχημένοις τὴν δύναμιν· μὴ συγχωροῦσα τὴν ψυχὴν τῶν θείων ἀπονεύσασαν δικαιωτηρίων, πρὸς τὰ φθειρόμενα παρὰ φύσιν διατεθῆναι· δι’ ὧν τοῖς ἠμελημένως τὸν τῆς παρούσης ζωῆς δρόμον ποιουμένοις, ἡ πονηρὰ τῶν παθῶν εἰσοικιζομένη σύγχυσις, ταῖς τοῦ διαβόλου παγίσιν ἁλῶναι παρασκευάζει τὸν ἄθλιον νοῦν, καὶ πάσης κακίας αὐτὸν καθίστησιν εἰκότως διδάσκαλον· οἷα δὴ τὴν κατὰ φύσιν ἐνέργειαν, παρὰ φύσιν ταῖς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀτάκτοις ὁρμαῖς ὑποζεύξαντα. Ψυχὴ γὰρ ἡ δι’ ἀπάτης ἅπαξ τοῖς ὑλικοῖς τὴν νοερὰν ἐνδήσασα δύναμιν, περὶ μόνην τὴν τῶν φαύλων ἐξεύρεσίν ἐστι ποριμωτάτη καὶ εὔδρομος. Διὰ τοῦτο νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἀπαύστως εὔχομαι, καίτοι πολλοῖς βαρούμενος ἁμαρτήμασι, συντηρηθῆναι τῷ εὐλογημένῳ μου Δεσπότῃ ταύτην τὴν σωτήριον λύπην, τὴν ὄντως, τῶν μὲν παθῶν ἀπότομον δέσποιναν, τῶν ἀρετῶν δὲ μητέρα σεμνὴν καὶ ἐπίδοξον· ἵνα δι’ αὐτῆς φρουρούμενος, τὸ πονηρὸν ἐκκρούσηται κέντρον τῆς ἁμαρτίας.

Οὐδεὶς γάρ, ὡς ἀληθῶς, ταύτην τῷ βάθει τῆς καρδίας ἐναποκλείσας, τοῖς τοῦ διαβόλου καθάπαξ ἁλίσκεται βέλεσιν. Οὐδεὶς ταύτην ἀοράτως κατὰ ψυχὴν περιέπων, φοβεῖται τὰς πολυτρόπους τῶν δαιμόνων ἐπιδρομάς. Οὐδεὶς ἑλόμενος τὴν ταύτης συμβίωσιν, ποτὲ τοῖς ὁρωμένοις προστίθεται. Οὐδεὶς ταύτην ἔχων τὸν βίον χαρακτηρίζουσαν, τοῖς τῶν φθειρομένων ῥύποις μολύνεται. Οὐδεὶς ταύτην συνδήσας ἀλύτως τοῖς λογισμοῖς, ἀτάκτως ἐφ’ ἃ μὴ δεῖ φέρεσθαι συγχωρεῖ τὰς αἰσθήσεις. Οὐδεὶς ταύτῃ τὴν ψυχὴν πεποιωμένος, ἑαυτὸν ἄλλου μείζονα παντελῶς ἡγήσασθαι δύναται· τοὐναντίον δὲ μᾶλλον παντὸς ἥττονα. καὶ εἶναι καὶ νομίζεσθαι πιστεύσειεν.

Οὐδεὶς ταύτην κατὰ νοῦν περιζωσάμενος, τῆς τῶν θείων ἀπολισθαίνει κατανοήσεως. Οὐδεὶς ἑαυτῷ ταύτην δι’ ὅλου συναρμόσας, ἀγνοήσει τὰ τῆς εὐσεβοῦς πολιτείας συνθήματα. Ταύτην τὸ ἅγιον Πνεῦμα δημιουργεῖ, ταῖς τῶν ἀξίων καρδίαις ἐπιφοιτοῦν.

Ταύτην ἐπίσταμαι μόνην ἐγὼ τῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν χαρᾶς οὖσαν γεννητικήν. Σπέρμα γὰρ θεῖον ὑπάρχει σαφῶς ἡ κατὰ Θεὸν λύπη· καρπὸν ὥριμον τὴν τῶν αἰωνίων ἀγαθῶν εὐφροσύνην παρέχουσα. Ταύτην ἡ κατὰ διάνοιαν ἀκριβὴς τῶν βεβιωμένων ἀνάληψις ἀνανεοῖ. Ταύτην ἡ κατὰ συνείδησιν τῶν πλημμεληθέντων ἡμῖν βίβλος, φιλοπόνως ἀναγινωσκομένη τιθηνεῖται. Ταύτην ἡ τοῦ θανάτου μνήμη, καὶ ὁ ἐπ’ αὐτῇ κατὰ τὴν ἔξοδον ἐγγινόμενος τῇ ψυχῇ δριμύτατος πόνος ἀεὶ προσδοκώμενος περιποιεῖται.

Ταύτην ἡ κατὰ τὸν ἀέρα συγκροτουμένη πρὸς τὴν ψυχήν, τῶν τῆς πονηρίας πνευμάτων φοβερὰ καὶ ἀπότομος ἔρευνα διὰ παντὸς κατὰ νοῦν μορφουμένη, διαφυλάττει παντελῶς ἀκατάσβεστον. Τίς γάρ, ἠγαπημένε, τῶν κατ’ ἐμὲ ῥύποις ἁμαρτημάτων κατεστιγμένος, οὐ φοβεῖται τὴν τῶν ἁγίων ἀγγέλων ἐπιστασίαν; ὑφ’ ὧν κατὰ θείαν ψῆφον τῆς παρούσης ζωῆς τὸ πέρας δεχόμενος, βίᾳ τοῦ σώματος μετ’ ὀργῆς ἐξωθεῖται καὶ μὴ βουλόμενος. Τίς κεκηλιδωμένην ἑαυτῷ συνεπαγόμενος τὴν συνείδησιν οὐ δέδοικε τὴν ὠμοτάτην τῶν πονηρῶν δαιμόνων καὶ βάρβαρον ἔμπτωσιν, ἑκάστου κατὰ τὸν ἀέρα τοῦτον μετὰ τὴν ἔξοδον, διὰ τοῦ μέσου πάθους ἀπηνῶς πρὸς ἑαυτὸν διασπῶντος τὴν ἀθλίαν ψυχήν, καὶ τῷ ἐλέγχῳ τῶν αὐτῇ πεπραγμένων καταισχύνοντος, καὶ πάσης ἐμποιοῦντος αὐτῇ τῆς ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἐλπίδος ἀπόγνωσιν; Ταύτην σωτηρίως διατρέφει τὴν λύπην, ἡ μετὰ τὴν γινομένην κατὰ τὸν ἀέρα πρὸς τὰ πνευματικὰ τῆς πονηρίας διάγνωσιν, τῆς τῶν ἐν ᾅδῃ ψυχῶν καταστάσεως ἀκριβὴς ἀνατύπωσις· ὅπως ἐν σκότῳ βαθεῖ διάγωσι καὶ βαρυτάτῃ σιγῇ, τροφὴν ἔχουσαι τοὺς δριμυτάτους στεναγμοὺς καὶ τὰ δάκρυα, καὶ τὴν ἐπὶ τούτοις κατήφειαν· ἐκδεχόμεναι διὰ παντός, ἄλλο μὲν οὐδέν, μόνην δὲ τὴν ἐπὶ τῇ θείᾳ ψήφῳ δικαίαν κατάκρισιν.

Ταύτην συνίστησι τὴν λύπην ἡ τῆς ἀναστάσεως ἐλπίς· ἡ τῆς φοβερᾶς καὶ πανενδόξου παρουσίας τοῦ Χριστοῦ μεγαλειότης· ἡ φρικωδεστάτη τῆς κρίσεως ἡμέρα, κατὰ διάνοιαν συνεχῶς μελετωμένη· καθ’ ἣν οὐρανός τε καὶ γῆ, καὶ πᾶς ὁ τῶν ὁρωμένων διάκοσμος ῥοιζηδὸν παρελεύσεται· στοιχείων καυσουμένων καὶ λυομένων τῷ ἀπλέτῳ πυρί, προκαθαίροντι διὰ τὴν ἐπίβασιν τοῦ καθαροῦ, τὴν ὑφ’ ἡμῶν ῥυποθεῖσαν κτίσιν· ἐν ᾗ θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ τὰ τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων ἄπειρα τάγματα, μετὰ φόβου καὶ τρόμου λειτουργικῶς παρεστήκασι· καὶ πᾶσα τῶν [ἀνθρώπων] ἡ φύσις εἰς ἐξέτασιν ἄγεται· καὶ βίβλοι ἀνοίγονται τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ λογισμῶν, ἔχουσαι μετὰ πάσης ἀκριβείας τὰ ἔγγραφα.

Δι’ ὧν ἡ πάντων γίνεται γύμνωσις τῶν πεπραγμένων ἡμῖν ἐπὶ πάσης τῆς κτίσεως· ὥστε τοσοῦτον ἀλλήλων πάντας γινώσκειν τὰς ἁμαρτίας, ὅσον ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀπλανῶς ἀναγινώσκων τῆς ἑαυτοῦ συνειδήσεως· καθ’ ἣν οἱ μὲν ἐκ δεξιῶν τοῦ Κριτοῦ σταθέντες, λήψονται τῶν ἀποῤῥήτων ἀγαθῶν τὰς ἐπαγγελίας· οἱ δὲ τὴν ἀριστερὰν λαχόντες στάσιν, τὸ πῦρ τὸ αἰώνιον, καὶ τὸ ἐξώτερον σκότος, καὶ τὸν ἀκοίμητον σκώληκα, τόν τε βρυγμὸν τῶν ὀδόντων, καὶ τὸ ἄπαυστον δάκρυον, καὶ τὴν ἀπέραντον αἰσχύνην, ἐφ’ ᾗ μᾶλλον ὀδυνηθήσεται πᾶς κατακριθεὶς τὴν ἐπ’ αἰῶσιν ἀτελεύτητον βάσανον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις τῆς κολάσεως εἴδεσι, Τούτων οὐδαμῶς ὄντως τῶν φοβερῶν καὶ πραγμάτων καὶ ὀνομάτων, ὁ τὴν κατὰ Θεὸν λύπην ἔχων ἐπιλανθάνεται· ἀλλ’ ὡς ὁρῶν ἀεὶ τὸν Κριτὴν καὶ ὁρώμενος, διατεθήσεται· καὶ τὴν παροῦσαν εὐσεβῶς καὶ δικαίως διενέγκῃ ζωήν, μηδὲν ποιῶν ἢ λέγων ἢ λογιζόμενος, τῶν ἀλλοτρίων τῆς θείας χάριτός τε καὶ κλήσεως.

Ταύτης τῆς ἐπαινουμένης λύπης γέννημα τυγχάνει, τὸ ἐν ἀνθρώποις ἐξαίρετον ἀγαθόν, ἡ ταπεινοφροσύνη· δι’ ἧς ὁ εὐσεβὴς καὶ φιλόθεος, πάντων ἑαυτὸν ἐλαχιστότερον κατ’ ἀλήθειαν ἡγήσεται· κἂν βασιλεὺς ᾖ τὴν ἀξίαν, ὅρον τῆς ἐπιγνωμοσύνης ἑαυτοῦ ποιούμενος τὴν κατὰ φύσιν ἀσθένειαν· ὑφ’ ἣν πάντες κατὰ τὸ ἴσον τελοῦσιν, οἱ τῆς αὐτῆς φύσεως μετειληφότες· οὐδαμῶς τοῦ κατὰ φύσιν λόγου, διὰ τὴν ἀξίαν παραφέρων τὸν λογισμόν. Ταύτης προβολὴ καθέστηκεν ἡ πραότης, ἕξις ὑπάρχουσα τῶν παρὰ φύσιν, τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας, κινημάτων ἀπωστική· δι’ ἧς τὴν πρὸς ἀγγέλους ὁ ἄνθρωπος ὁμοιότητα δέχεται, παρ’ οἷς οὐκ ἔστι θυμὸς λυσσῶν, καὶ τὸ συγγενὲς ἀπρεπῶς καθυλακτῶν· οὔτε μὴν ἐπιθυμία τοὺς νοεροὺς διαλύουσα τόνους, καὶ πρὸς τὴν ὕλην τὴν ἔφεσιν ὑποσύρουσα· λόγος δὲ μόνος, τὴν ὅλην ἔχων δυναστείαν, καὶ διαπύρως κατὰ νοῦν ἄγων πρὸς τὸν ὑπὲρ αἰτίαν καὶ φύσιν Λόγον. Ταύτης ὑπάρχει καρπὸς ἡ ἀγάπη, καθ’ ἣν Θεῷ τε καὶ ἀλλήλοις ἑνούμενοι, τοσοῦτον ἀλλήλων ἑκόντες φροντίζομεν, ὡς ἐφικτόν, ὅσον ὁ Θεὸς ὡς οἰκτίρμων πάντων ἀντέχεται. Ταύτης ἐστὶ τέλος ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τῶν ἐκεῖ θείων ἀγαθῶν ἡ ἀπόλαυσις. Πρὸς τοῦτο γὰρ ἄγει τὸ πέρας ἡ κατὰ Θεὸν λύπη τοὺς στέργοντας αὐτὴν καὶ φυλάττοντας.

Ταύτης δὲ τῆς λύπης ὑπάρχει γνωρίσματα, τὸ ἐθίσαι τοὺς ὀφθαλμοὺς τὴν κτίσιν ὁρᾷν πρὸς δόξαν μόνην τοῦ Κτίσαντος· καὶ τὰ τῶν πλησίον ἄνευ φθόνου καὶ βασκανίας ἐπισκοπεῖν· τὰ ὦτα πρὸς ὑποδοχὴν τῶν τοῦ Θεοῦ λόγων μόνην, καὶ τῆς τῶν δεομένων ἡμῶν ἱκεσίας ἑτοίμως ἠνεῷχθαι· πρὸς δὲ πᾶσαν λοιδορίαν, καὶ λόγων αἰσχρῶν εἰδέχθειαν, σπουδαίως βεβύσθαι· τὴν γλῶσσαν ταῖς τῶν ἄλλων εὐφημίαις καθαγιάζεσθαι, μηδαμῶς ταῖς κατ’ ἄλλων ὕβρεσι καὶ λοιδορίαις μολυνομένην. Καὶ ἁπλῶς ἵνα συνελὼν εἴπω, πάντα τὰ μέλη τοῦ τε σώματος καὶ τῆς ψυχῆς, πρὸς τὸ δοκοῦν τῷ Πνεύματι μεταρυθμίσωμεν· καὶ ὅλος ἡμῖν ὁ κατ’ εὐσέβειαν σκοπὸς κατορθωθῇ [κατωρθώθη].

Ταῦτα, εὐλογημένε, κατὰ πᾶσαν ἀκρίβειαν ἑαυτοὺς ἐρευνῶντες, εἰ μὲν εὕρωμεν ἔχοντας, ἐπιμελῶς διατηρήσωμεν· εἰ δὲ μηδὲν τούτων κεκτημένους, κατὰ σπουδὴν κτήσασθαι φιλοπονήσωμεν, πᾶσι διὰ τὸν Θεὸν καὶ τὴν κοινὴν φύσιν ἀνθρώποις, ὡς ἄνθρωποι ταπεινούμενοι· πρὸς τὰ συμβαίνοντα παρὰ τὴν ἡμετέραν γνώμην, πρᾶοι καὶ ἥμεροι διαμένοντες· εὐμετάδοτοί τε πρὸς τοὺς πτωχούς, καὶ πρὸς τοὺς ξένους φιλόξενοι· τοῖς δεομένοις προστασίας, κατὰ τὸ δυνατόν, πρὸς ἀντίληψιν ἕτοιμοι· πρὸς τοὺς φίλους ὁμόψυχοι καὶ ὁμογνώμονες· πρὸς τοὺς γνωρίμους ἐν πᾶσι περιδέξιοι· τοῖς ταπεινοτέροις εὐπρόσιτοι· τοῖς ἀσθενέσι συμπαθεῖς καὶ φιλάνθρωποι· μακρόθυμοι τοῖς παροργίζουσι· τοῖς πταίουσι συγγνώμονες· τοῖς λυπουμένοις, παρηγορία γινόμενοι. Καὶ ἁπλῶς εἰπεῖν, πάντα πᾶσι γενώμεθα, διά τε τὸν τοῦ Θεοῦ φόβον, καὶ τὴν προσδοκωμένην τῶν μελλόντων κριμάτων ἀπειλήν. Χωρὶς γὰρ τούτων τῶν ἀπηριθμημένων, οὐκ ἔστιν οὐδενὶ τὸ παράπαν σωτηρίας ἐλπίς.

Ταῦτά με, καὶ πλείονα τούτων βιάζεται λέγειν ὁ πρὸς σὲ πόθος. Οὐ γὰρ ἔχω πῶς μετρῆσαι τοῦτον, διὰ παντὸς ἀνατυποῦσθαί σε παρασκευάζοντα, καὶ ὡς παρόντι κατὰ ψυχὴν διαλέγεσθαι, καὶ ἀπόντι βιαζόμενον συντυγχάνειν διὰ γραμμάτων. Ἀλλὰ μὴ παρέργως δεξώμεθα τῶν λεγομένων τὴν δύναμιν· ἐπειδὴ μετὰ τῶν ἄλλων, καὶ τοὺς τοιούτους λόγους ἕξομεν πάντως ἢ συνηγόρους ἢ κατηγόρους· ἐγώ τε ὁ λέγων, καὶ οἱ ἀκούοντες, κατὰ τὴν φοβερὰν ἡμέραν τῆς διαγνώσεως, ὁποτέρω, ἂν περὶ αὐτοὺς διατεθῶμεν. Γένοιτο δὲ πάντας ἡμᾶς, τούς τε λέγοντάς τι τῶν δεόντων, καὶ τοὺς ἀκούοντας, πάντων τῶν θείων ποιητὰς ἀποδειχθῆναι λόγων· καὶ μὴ μόνον ἀκροατὰς ἢ λέκτας· χάριτι Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ βασιλείαν.

Εʹ. —Τοῦ αὐτοῦ πρὸς Κωνσταντῖνον. Εἰ ὡς παρόντι μοι συντυγχάνων, διὰ τῶν γραμμάτων εὐφραίνεται κατ’ ἀλήθειαν ὁ εὐλογημένος μου δεσπότης, ὡς γέγραφε, δῆλον ὡς τοὺς ἐμοὺς ἀποδεχόμενος λόγους πάντως εὐφραίνεται. Ἀποδοχὴ δὲ λόγων ἐστίν, ἡ κατὰ τοὺς λόγους τοῦ ἀποδεχομένου τοὺς λόγους διάθεσις. Ταύτης δὲ τῆς διαθέσεως ἀπόδειξίς ἐστιν ἀκριβής, τὸ ἔργον τῆς ἐμφερομένης τοῖς λόγοις δυνάμεως. Οὐκοῦν τῆς περὶ τὸ λέγειν προτροπῆς ἀῤῥαβῶνά μοι παράσχῃ πιστότατον ὁ ἐμὸς Δεσπότης, τὴν αὐτοῦ περὶ τὸ ποιεῖν τὰ λεγόμενα προθυμίαν· καὶ οὐδέποτε κωλύσω, κατὰ τὸ γεγραμμένον, τὰ χείλη μου, τοῦ λέγειν πρὸς αὐτὸν τὰ λυσιτελεῖν αὐτῷ τε κἀμοὶ καὶ ἄλλοις δυνάμενα· καθόσον εἰμὶ δυνατὸς ὑποδέξασθαι τὴν περὶ τὸ νοεῖν τε συνετῶς καὶ εὐσεβῶς λέγειν τὰ νοηθέντα χάριν τοῦ δωρουμένου Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος.

Γενώμεθα τοίνυν, ἠγαπημένε, πρόθυμοι τῶν κατ’ ἐντολὴν ἔργων ποιηταί· καὶ φύγωμεν τὴν πλάνην τοῦ αἰῶνος τούτου, καὶ μηδενὶ τῶν ἐν αὐτῷ νομιζομένων τερπνῶν τὴν ψυχὴν καταδήσωμεν. Παρέρχεται γὰρ ὁ κόσμος, καὶ πάντα τὰ ἐν αὐτῷ μαραίνεται, φθορᾶς ὄντα κατὰ φύσιν παραναλώματα. Ταύτην δὲ τὴν περὶ τὰ θεῖα τῶν σωτηρίας ἐφιεμένων τεκμηριοῖ προθυμίαν, οὐ μόνον τὸ πρὸς τὴν ἁμαρτίαν μῖσος, καὶ ἡ ἀπράγμων διαγωγή· ἥ τε τῶν μοχθηρῶν ἀνδρῶν ἀλλοτρίωσις, καὶ πρὸς τὰ φθειρόμενα πάντα τῆς ψυχῆς ἀποδιάθεσις· ἥ τε τῆς σαρκὸς διὰ τὴν ἀρετὴν καταφρόνησις, καὶ ἡ πρὸς πάντα τὰ διὰ τῶν αἰσθήσεων ἀπατηλῶς τὴν ψυχὴν ὑποσαίνοντα, στεῤῥὰ καὶ ἀνένδοτος ἐγκράτεια· δι’ ἧς πάσας τε τὰς ἀκολάστους ὀρέξεις μαραίνομεν· καὶ τὰς ἀτάκτους κινήσεις τοῦ θυμοῦ κατευνάζομεν, μὴ συγχωροῦντες ἐξανδραποδισθέντα συνεκφέρεσθαι ταύταις τὸν λογισμόν, καὶ καθάπερ ἡνίοχον ὑπὸ δυσηνίων ἵππων συναρπασθέντα κατὰ βαράθρων φέρεσθαι· μηδενὸς ὄντος τοῦ τάσσοντος καὶ ἐπισχεῖν δυναμένου τὴν ἄλογον τῶν ὑπεζευγμένων ὁρμήν.

Ἀλλὰ καὶ ἡ πρὸς πάντας τοὺς ἀκουσίους πειρασμούς, ὑπομονὴ καὶ καρτερία· καθ’ ἣν καὶ πάσχοντες σωματικῶς, ἀπαθεῖς κατὰ ψυχὴν διαμένομεν, καὶ ἀήττητοι· μηδενὶ τῶν τινασσόντων καταβαλλόμενοι. Δι’ ὧν ἀμφοτέρων, ἐγκρατείας τε λέγω τῶν ἐφ’ ἡμῖν παθημάτων, καὶ ὑπομονῆς τῶν οὐκ ἐφ’ ἡμῖν, δοκιμασθέντες, καθάπερ τινὸς σπορᾶς θειοτάτης τῶν ἐντολῶν, εὐπρεπεῖς καὶ ὡρίμους προβαλλόμεθα καρποὺς τὰς ἀρετάς. Οἷον, φρόνησιν γνωστικήν, κατά τε τῆς ἀγνοίας, καὶ τῆς δεισιδαιμονίας· ἀνδρείαν, κατά τε τῆς δειλίας, καὶ τῆς προπετοῦς θρασύτητος· σωφροσύνην, κατὰ τῆς ἀκολασίας καὶ τῆς ἠλιθιότητος· δικαιοσύνην κατὰ τῆς ἀδικίας· λέγω δὲ κατὰ τῆς πλεονεξίας καὶ μειονεξίας· ταπεινοφροσύνην, κατὰ τῆς ὑπερηφανίας ὁπλίζοντες· συγκατάβασιν, κατὰ τῆς ἐπάρσεως προφέροντες· μετριότητα κατὰ τῆς οἰήσεως· μακροθυμίαν κατὰ τῆς ὀλιγοψυχίας· ἡμερότητός τε αὖ πρὸς πάντας, καὶ πραότητος, καὶ τῆς πρὸς τοὺς δεομένους ἱλαρᾶς μεταδόσεως ἀντεχόμενοι· φιλοξενίας τε καὶ φιλαδελφίας, καὶ φιλανθρωπίας φιλοπόνως φροντίζοντες· εἰρήνην τε καὶ ἀγάπην μεταδιώκοντες· ἐν ᾗ, καθάπερ τινὶ πυθμένι τῶν καλῶν, συνάγεταί τε καὶ φυλάττεται πάντα τὰ τοῖς ἀνθρώποις δεδωρημένα θεόθεν ἀγαθά.

Ταῦτα, δέσποτά μου εὐλογημένε, πᾶς ἐρῶν τῆς τῶν οὐρανῶν βασιλείας, καὶ φεύγειν σπεύδων τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσιν αἰωνίων κολάσεων τὴν πεῖραν, κατὰ δύναμιν πάντως ποιεῖν τε καὶ φυλάττειν ἐπιτηδεύει· τῆς τῶν τοιούτων ἔχων φυλακῆς ἀρωγόν, τοῦ τε θανάτου, καὶ τῆς κατ’ αὐτὸν ἀδηλίας, τὴν ἄληστον μνήμην· τῆς τε μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐρημώσεως, μηδὲν ἄλλο συνεπαγομένης ἑαυτῇ, πλὴν τῆς ἐπὶ τοῖς αὐτῇ κακῶς πεπραγμένοις ἐστιγμένης συνειδήσεως καὶ τῆς πρὸς αὐτὴν κατὰ τὸν ἀέρα τοῦτον γενησομένης τῶν πονηρῶν πνευμάτων φοβερᾶς ἐρεύνης τὴν ἔννοιαν· τῆς ἐν τῷ ᾅδῃ νῦν πικρᾶς καὶ ἀφεγγοῦς τῶν ψυχῶν κατακλείσεως τὴν ἐνθύμησιν· τῆς ἐπὶ τοῦ δικαίου Κριτοῦ καὶ τῶν οὐρανίων Δυνάμεων ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν αἰσχύνης τὴν προσδοκίαν, τῆς πασῶν βαρυτέρας τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσι κολάσεων.

Ταῦτα, καὶ τούτων πλείονα, καὶ ἤδη κατὰ δύναμιν γέγραφα, καὶ γράφων οὐ παύσομαι, καθ’ ὅσον οἷός τέ εἰμι, τὸν πρὸς τὸν ἐμὸν ἠγαπημένον δεσπότην πόθον ἔχων, τῶν τοιούτων λόγων ἐκβιβαστήν. Ἀλλὰ νήψωμεν, καὶ γρηγορήσωμεν περὶ τὴν ἑαυτῶν φυλακήν, εὐλογημένε· μήπως πλέον κατακριθῶμεν, ὡς εἰκῆ καὶ μάτην τὰ θεῖα λέγοντες μόνον καὶ ἀκούοντες. Ἐπειδὴ καὶ ὑπὲρ τούτων τῶν λόγων τῷ Θεῷ λόγον ὑφέξομεν ἐν ἡμέρᾳ κρίσεως· ἐγώ τε ὁ τούτους λέγων, καὶ οἱ τούτων ἀκούοντες· ἐὰν ἀργοὺς παντελῶς καὶ ἀκάρπους αὐτοὺς καταλείψωμεν· γένοιτο δὲ μᾶλλον πάντας ἡμᾶς, πᾶσιν ἐπαγάλλεσθαι τοῖς τοῦ Θεοῦ λόγοις, καὶ τῶν ἐν αὐτοῖς θείων καὶ σωτηρίων θελημάτων ποιητὰς ἀποφανθῆναι· εὐχαῖς καὶ πρεσβείαις τῆς πανενδόξου καὶ παναγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.