Διὸ καὶ μίαν αὐτοῦ καὶ αὐτῆς, φημὶ τῆς ἁγίας σαρκὸς καὶ συγγενῆ δι’ ἀμφοῖν ἐπιδεικνύει ἐνέργειαν· μίαν μέν, τῇ ἑνώσει· συγγενῆ δὲ πάλιν, τοῖς μέρεσιν· ὡς τὴν αὐτὴν οὖσαν, ἔν τε παντουργῷ προστάγματι, καὶ ἁφῇ τῆς ἁγίας σαρκός· δι’ ἀμφοῖν γάρ, ὡς Θεός, ὁ Λόγος, ταύτην σαφῶς ἐπεδείκνυτο· δεικνὺς τῷ καὶ δι’ αὐτῆς ζωοποιεῖν, ὡς καὶ αὐτὴ γέγονεν δι’ ὅλου ζωοποιός· καθάπερ καὶ πῦρ διὰ σιδήρου καῖον, ἑνώσει τῇ πρὸς αὐτὸν καυστικὸν ἀποφαίνει τὸν σίδηρον· ὡς εἶναι λοιπὸν διὰ τοῦτο μὴ τοῦ πυρὸς κατὰ φύσιν μόνον τὴν καῦσιν, ἀλλὰ καὐτοῦ τοῦ σιδήρου διὰ τὴν ἕνωσιν καὶ τὴν ἐν τοῖς θαύμασι θείαν τοῦ Λόγου πάλιν ἐνέργειαν, μὴ τοῦ αὐτοῦ μόνον διὰ τὴν φύσιν ὑπάρχειν, ἀλλὰ καὐτῆς τῆς ἁγίας σαρκός, διὰ τὴν πρὸς αὐτὴν καθ’ ὑπόστασιν ἕνωσιν· συνεργάτιν γὰρ ἑαυτοῦ ταύτην ἐν τοῖς θείοις παρελάμβανεν, ᾗ φησιν ὁ διδάσκαλος, ὥσπερ καὶ ψυχὴ τὸ ἴδιον σῶμα, πρὸς τὴν τῶν οἰκείων ἔργων ἐκπλήρωσιν. Αὕτη γοῦν ἡ μία καὶ συγγενὴς δι’ ἀμφοῖν ἐπιδεδειγμένη ἐνέργεια, τῶν κατὰ φύσιν ἐνεργειῶν δηλοῦσα τὴν ἕνωσιν· τὸ ἑτερογενὲς τούτων καὶ δυϊκόν, καθάπερ καὶ ἡ Θεανδρικὴ ἐνέργεια, δι’ ἑαυτῆς κυρίως σημαίνει τῷ πρὸς ἄμφω τὰ μέρη, τῶν ἐξ ὧν καὶ ἐν οἷς ὁ εἷς καὶ μόνος ἐγνωρίζετο σεσαρκωμένος Λόγος, ἀναφέρεσθαι· καὶ ἀμφοτέρων ὑπάρχειν, ὡς δι’ ἀμφοῖν, τοῦ τε παντουργοῦ προστάγματος, καὶ τῆς ἁφῆς τῆς ἁγίας σαρκὸς ἐπιδεδειγμένη.