Ἐρωτῶν γὰρ διδάσκεις, καὶ μαθητιῶν σοφίζεις, καὶ χθαμαλούμενος ἀνάγεις, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῖς, τὴν σωτήριον τοῦ κυρίου καὶ φιλάνθρωπον ἐν πᾶσιν τὲ καὶ πρὸς πάντας ἐκμιμούμενος κένωσιν· παρ’ οὗ τὸ πνεῦμα λαβὼν τῆς πραότητος, ἄπταιστον διδασκαλίαν, καὶ ταύτην πεποίηκας τὴν ἐρώτησιν, εἰπών· «Πότερον πᾶσαν ἁπλῶς ἐπὶ Χριστοῦ τὴν κίνησιν, μίαν εἶναι καὶ θείαν φαμὲν, ἢ κἀνταῦθα τῆς μεσιτευούσης τῷ θεῷ Λόγῳ καὶ τῇ σαρκὶ ψυχῆς ἡ κίνησις φυλάττεται, ἐφ’ ἣν καὶ τὰ πάθη τῆς σαρκὸς κατὰ τὸν τοῦ θεσπεσίου Γρηγορίου φυσικῶς ἀνάγεται ὅρον;», καὶ δι’ ὀλίγων συλλαβῶν πάντας μυήσας τῆς εὐσεβείας τὴν εἴδησιν, καὶ δείξας ὡς οὐδὲν τῆς ὄντως ἀληθείας ἀναλωτότερον, φευγούσης μὲν τὴν ἐν λόγοις τῶν φιλονείκων ὀχλαγωγίαν, ἐπιζητούσης δὲ καθάπέρ τινας ἄρτους ἀζύμους τοὺς διὰ πτωχείαν πνεύματος ἅλμης ἐλευθερῶσαι παθῶν, καὶ πειρασμῶν ὥσπερ κυμάτων ἀπαλλάξαι βιωτικῶν ἁλιευτικῶς δυναμένους, καὶ μηδὲν φαρισαϊκὸν ὑπομένοντας καὶ φυσωμένους, τῷ πυρὶ προσομιλοῦντας τῆς γνώσεως, καὶ διατοῦτο πιστευομένους τὸ εὐαγγέλιον· μεθ’ ὧν ἐπιζητηθεὶς ἡγιασμένε διὰ τὴν ὁμοίαν διάθεσιν, εὑρεθεὶς τὲ καὶ πιστευθεὶς τοῦ λόγου τὴν διακονίαν, οὐκ ἀξίαν ἐπίθετον ἀνθρωπίνῃ ψήφῳ προσγενομένην ἐπὶ τοῦτο λαχὼν, ἀλλὰ θεόκριτον καὶ τῇ καθάρσει τοῦ βίου κατάλληλον χάριν λαβὼν, ἀποστολικῶς τὸν περὶ τῆς σαρκώσεως τοῦ κυρίου λόγον ἐκδιδάσκεις, διὰ μέσης ψυχῆς νοερᾶς αὐτὸν ἑνωθῆναί τε τῇ σαρκὶ καὶ κινῆσαι ταύτην πρὸς τὰ ἑαυτῆς διατεινόμενος, καὶ τοὺς Γρηγορίου τοῦ πάνυ λόγους, ὅρον εὐσεβείας τιθέμενος, ἵνα μάθωμεν ὡς ἡ προσληφθεῖσα φύσις ἐν τῇ τηρήσει διασώζεται τῆς συστατικῆς αὐτῆς οὐσιώδους κινήσεως, ἧς χωρὶς ἀληθὴς εἶναι παντάπασιν ὁ τῆς οἰκονομίας οὐ δύναται λόγος, οὐκ ἔχων ἐν Χριστῷ τῆς καθ’ ἡμᾶς τὴν πίστωσιν φύσεως διὰ τῆς οὐσιώδους αὐτῆς βεβαιουμένην κινήσεως, ἧς ἄρνησις ἐστὶν, ἡ τῆς οὐσίας ἧς ἐστὶν, ἀναίρεσις.