Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς τὸν αὐτὸν Θωμᾶν βʹ

Μάξιμος ὁ Ὁμολογητής

Προοίμιο και προσφώνηση προς τον Θωμά

Ο συγγραφέας εξαίρει τις αρετές του παραλήπτη και εκφράζει ταπεινοφροσύνη πριν προχωρήσει στην απάντηση των θεολογικών ερωτημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 5

Πρὸς τὸν κύριον Θωμᾶν Τῷ ἡγιασμένῳ δούλῳ τοῦ θεοῦ πατρὶ πνευματικῷ καὶ διδασκάλῳ κυρίῳ Θωμᾷ, Μάξιμος ταπεινὸς καὶ ἁμαρτωλὸς, ἀνάξιος δοῦλος καὶ μαθητής. Ὑπόστασιν μὲν σοφίας τὴν ἀρετὴν, οὐσίαν δὲ φασὶν ἀρετῆς εἶναι τὴν σοφίαν. Διὸ τῆς μὲν σοφίας ἀπλανὴς ἔκφανσις ἐστὶν ὁ τρόπος τῆς τῶν θεωρητικῶν ἀγωγῆς, τῆς ἀρετῆς δὲ στερέμνιος βάσις ὁ λόγος τῆς τῶν πρακτικῶν θεωρίας καθέστηκεν, ἀμφοτέρων δὲ χαρακτὴρ ἀψευδέστατος, ἡ πρὸς τὸ κυρίως ὂν ἀκλινὴς ἐνατένισις, ἣν ἐπιμερίζεται πόθος καὶ φόβος, ὁ μὲν, τῷ κάλλει προσάγων, ὁ δὲ, τῷ μεγέθει καταπλήττων τοῦ κτίσαντος, ἐξ ὧν ἡ καθ’ ἕνωσιν ἀκραιφνὴς τῶν ἀξίων πρὸς τὸν θεὸν γίνεται σύγκρασις, ἐκεῖνο θέσει ποιοῦσα τοὺς πάσχοντας, ὅπερ φύσει τὸ ποιοῦν ὀνομάζεται.

Πάντων οὖν ταύτας, εἰ καί τις ἄλλος, ἡγιασμένε, προκρίνας τῶν γενητῶν, τὴν μὲν σοφίαν ἔδειξας ἀπλανῶς ἐκφαινομένην τῷ τρόπῳ τῶν πραττομένων, τὴν ἀρετὴν δὲ στερρῶς βεβαιουμένην παρέστησας τῷ λόγῳ τῶν νοουμένων, ἀμφοτέρων δὲ χαρακτῆρα, τὴν πρὸς τὸ κυρίως ὂν πεποίηκας σύννευσιν, πόθῳ καὶ φόβῳ συγκρατουμένην τοῦ κτίσαντος, καθ’ ἣν ὅλος ὅλῳ θεῷ σχέσει πνευματικῇ συγκραθεὶς, ἀψευδῶς διὰ πίστεως περιπατεῖς πρὸς τὴν ἐν εἴδει τῶν ἀγαθῶν μετουσίαν, ἧς ἡ θέωσις δήλωσις, ἐκείνοις σε μόνοις σημαίνουσα, δι’ ὧν ὁ θεὸς τοῖς ὑπὸ γένεσιν καθίσταται γνώριμος. Ἐντεῦθεν μόνην τῆς θεοποιοῦ γνώσεως ἀσκήσας τὴν ἀπληστίαν, ἀεικίνητον ἔχεις τὴν ἔφεσιν, πόθου πατέρα ποιουμένην σοι τὸν κόρον, παραδόξως ἐπιτείνοντα τῇ μεταλήψει τὴν ὄρεξιν.

Διατοῦτο πάλιν ὁ μαργαρίτης ἐρωτᾷς τὸν πηλὸν, ὁ τιθηνούμενος ἐπὶ κόκκων, τὸν κοπρίαν περιβαλλόμενον, ὁ καθαρός τε λέγω καὶ φωτεινὸς καὶ μηδὲν ὕλης φέρων τεκμήριον, τὸν σαρκικὸν καὶ μηδὲν κρεῖττον ταύτης εἶναι τῆς λυομένης πεπεισμένον ζωῆς, ὁ τοῖς λαμπροῖς ἐντρυφῶν καὶ διαπύροις νοήμασι, τὸν μόνην γνώρισμα βίου πεποιημένον τὴν τῶν παθῶν δυσωδίαν, καὶ βιάζῃ με τὸ βάρος μὴ φέροντα τῆς κατ’ ἄκρον σου θεομιμήτου κενώσεως, πάλιν πνευματικῶν ἅψασθαι λόγων, τὸν οὔπω μὴ δ’ αὐτὸ διὰ τῆς πρακτικῆς εἰληφότα Ἰωάννου τὸ βάπτισμα, μὴ ὅτι γε εἰ ἔστι Πνεῦμα ἅγιον διὰ θεωρίας ἀκηκοότα πνευματικῆς.

Πλὴν ἐγχειρῶ, κἂν προπετὲς τὸ γινόμενον (τί γὰρ ἀμαθοῦς διδάσκοντος προπετέστερον;), τὴν σὴν ἐντολὴν τοῦ δεσπότου μου καὶ πατρὸς ἡγιασμένου πληρῶν, οὗ ταῖς εὐχαῖς ἐρειδόμενος, καὶ τοῦτον κεφαλαιώδη ποιοῦμαι τὸν λόγον, ἀπὸ τοῦ πρώτου τῶν προταθέντων ἀρχόμενος.