Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Θεογνωσία, δημιουργία και τα θεμέλια της πνευματικής ζωής

Ανάπτυξη της αποφατικής θεολογίας, το αυτεξούσιο των λογικών κτισμάτων και η αναγκαιότητα της ταπεινοφροσύνης στην πορεία από την πρακτική άσκηση στη γνωστική θεωρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 9

Τοῦ ἁγίου Μαξίμου ὁμολογητοῦ κεφάλαια σ περὶ θεολογίας καὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Υἱοῦ Θεοῦ Ἑκατοντὰς α α. Εἷς Θεός, ἄναρχος, ἀκατάληπτος, ὅλην ἔχων τοῦ εἶναι τὴν δύναμιν διόλου, τὴν πότε καὶ πῶς εἶναι παντάπασιν ἔννοιαν ἀπωθούμενος, ὡς πᾶσιν ἄβατος καὶ μηδενὶ τῶν ὄντων ἐκ φυσικῆς ἐμφάσεως διεγνωσμένος. β. Ὁ Θεὸς οὐκ ἔστι δι’ ἑαυτόν, ὡς ἡμᾶς εἰδέναι δυνατόν, οὔτε ἀρχή, οὔτε μεσότης, οὔτε τέλος, οὔτε τι τὸ σύνολον ἕτερον τῶν τοῖς μετ’ αὐτὸν φυσικῶς ἐνθεωρουμένων· ἀόριστος γάρ ἐστι καὶ ἀκίνητος καὶ ἄπειρος, ὡς πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας ἀπείρως ὢν ὑπερέκεινα. γ. Πᾶσα οὐσία τὸν ἑαυτῆς ὅρον ἑαυτῇ συνεισάγουσα ἀρχὴ πέφυκεν εἶναι τῆς ἐπιθεωρουμένης αὐτῇ κατὰ δύναμιν κινήσεως. πᾶσα δὲ φυσικὴ πρὸς ἐνέργειαν κίνησις τῆς μὲν οὐσίας μετεπινοουμένη, προεπινοουμένη δὲ τῆς ἐνεργείας μεσότης ἐστίν, ὡς ἀμφοῖν κατὰ τὸ μέσον φυσικῶς διειλημμένη· καὶ πᾶσα ἐνέργεια τῷ κατ’ αὐτὴν λόγῳ φυσικῶς περιγραφομένη τέλος ἐστὶ τῆς πρὸ αὐτῆς κατ’ ἐπίνοιαν οὐσιώδους κινήσεως. δ.

Οὐκ ἔστιν ὁ Θεὸς οὐσία κατὰ τὴν ἁπλῶς ἢ πῶς λεγομένην οὐσίαν, ἵνα καὶ ἀρχή, οὔτε δύναμις κατὰ τὴν ἁπλῶς ἢ πῶς λεγομένην δύναμιν, ἵνα καὶ μεσότης ἐστίν, οὔτε ἐνέργεια κατὰ τὴν ἁπλῶς ἢ πῶς λεγομένην ἐνέργειαν, ἵνα καὶ τέλος ἐστὶ τῆς κατὰ δύναμιν προεπινοουμένης οὐσιώδους κινήσεως, ἀλλ’ οὐσιοποιὸς καὶ ὑπερούσιος ὀντότης καὶ δυναμοποιὸς καὶ ὑπερδύναμος ἵδρυσις καὶ πάσης ἐνεργείας δραστικὴ καὶ ἀτελεύτητος ἕξις καὶ συντόμως εἰπεῖν πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας ἀρχῆς τε καὶ μεσότητος καὶ τέλους ποιητική. ε. Ἡ ἀρχὴ καὶ ἡ μεσότης καὶ τὸ τέλος τῶν χρόνῳ διαιρετῶν εἰσι γνωρίσματα, εἴποι δ’ ἄν τις ἀληθεύων, καὶ τῶν ἐν αἰῶνι συνορωμένων. ὁ μὲν γὰρ χρόνος, μετρουμένην ἔχων τὴν κίνησιν, ἀριθμῷ περιγράφεται, ὁ αἰὼν δὲ συνεπινοουμένην ἔχων τῇ ὑπάρξει τὴν πότε κατηγορίαν πάσχει διάστασιν, ὡς ἀρχὴν τοῦ εἶναι λαβών. εἰ δὲ χρόνος καὶ αἰὼν οὐκ ἄναρχα, πολλῷ μᾶλλον τὰ ἐν τούτοις περιεχόμενα.

ϛ. Εἷς καὶ μόνος κατὰ φύσιν ἀεὶ κυρίως ἐστὶν ὁ Θεὸς ὅλον τὸ κυρίως εἶναι κατὰ πάντα τρόπον ἑαυτῷ περικλείων, ὡς καὶ αὐτοῦ τοῦ εἶναι κυρίως ὑπέρτερος. εἰ δὲ τοῦτο, οὐδαμῶς οὐδὲν οὐδαμοῦ τῶν εἶναι λεγομένων τὸ σύνολον ἔχει τὸ κυρίως εἶναι. οὐκοῦν οὐδὲν αὐτῷ τὸ παράπαν ἐξ ἀϊδίου συνθεωρεῖται κατ’ οὐσίαν διάφορον, οὐκ αἰών, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων. οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις πώποτε τὸ κυρίως εἶναι καὶ οὐ κυρίως. ζ. Ἀρχὴ πᾶσα καὶ μεσότης καὶ τέλος ἅπαν τὴν σχετικὴν δι’ ὅλου κατηγορίαν οὐκ ἤρνηνται. Θεὸς δὲ καθόλου πάσης σχέσεως ὑπάρχων ἀπειράκις ἀπείρως ἀνώτερος οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος εἰκότως ἐστίν, οὐδέ τι τὸ σύνολον ἕτερον τῶν, οἷς ἐνθεωρεῖσθαι κατὰ τὴν σχέσιν ἡ τοῦ πρός τι δύναται κατηγορία. η. Πάντα τὰ ὄντα νοούμενα λέγεται τῶν ἐπ’ αὐτοῖς γνώσεων ἐναποδείκτους ἔχοντα τὰς ἀρχάς, ὁ δὲ Θεὸς οὐ νοούμενος ὀνομάζεται, ἀλλ’ ἐκ τῶν νοουμένων μόνον εἶναι πιστεύεται· διόπερ οὐδὲν τῶν νοουμένων αὐτῷ καθ’ ὁτιοῦν παραβάλλεται. θ. Αἱ τῶν ὄντων γνώσεις συνηρτημένους φυσικῶς ἔχουσι πρὸς ἀπόδειξιν τοὺς οἰκείους λόγους, οἷς περιγραφὴν φυσικῶς ὑπομένουσιν· ὁ δὲ Θεὸς διὰ τῶν ἐν τοῖς οὖσι λόγων εἶναι μόνον πιστεύεται πάσης ἀποδείξεως βασιμώτερον τοῖς εὐσεβέσι τὴν ὅτι κυρίως ἐστὶν ὁμολογίαν καὶ πίστιν διδούς.

πίστις γάρ ἐστι γνῶσις ἀληθὴς ἀναποδείκτους ἔχουσα τὰς ἀρχάς, ὡς τῶν ὑπὲρ νοῦν καὶ λόγον ὑπάρχουσα πραγμάτων ὑπόστασις. ι. Ἀρχὴ τῶν ὄντων καὶ μεσότης καὶ τέλος ἐστὶν ὁ Θεός, ὡς ἐνεργῶν ἀλλ’ οὐ πάσχων ὥσπερ καὶ τὰ ἄλλα πάντα, οἷς παρ’ ἡμῶν ὀνομάζεται. ἀρχὴ γάρ ἐστιν ὡς δημιουργός, καὶ μεσότης ὡς προνοητὴς καὶ τέλος ὡς περιγραφή· ἐξ αὐτοῦ γάρ, φησί, καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ια. Οὐκ ἔστι ψυχὴ λογικὴ κατ’ οὐσίαν ψυχῆς λογικῆς τιμιωτέρα. πᾶσαν γὰρ ψυχὴν κατ’ εἰκόνα ἑαυτοῦ δημιουργῶν, ὡς ἀγαθὸς ὁ Θεός, αὐτοκίνητον εἰς τὸ εἶναι παράγει· ἑκάστη δὲ κατὰ πρόθεσιν ἢ τὴν τιμὴν ἐπιλέγεται ἢ τὴν ἀτιμίαν ἑκοῦσα διὰ τῶν ἔργων προσίεται. ιβ. Ὁ Θεὸς ἥλιός ἐστι δικαιοσύνης, ὡς γέγραπται, πᾶσιν ἁπλῶς τὰς ἀκτῖνας ἐπιλάμπων τῆς ἀγαθότητος, ἡ δὲ ψυχὴ ἢ κηρὸς ὡς φιλόθεος ἢ πηλὸς ὡς φιλόϋλος κατὰ τὴν γνώμην γίνεσθαι πέφυκεν· ὥσπερ οὖν ὁ πηλὸς κατὰ φύσιν ἡλίῳ ξηραίνεται, ὁ δὲ κηρὸς φυσικῶς ἁπαλύνεται, οὕτω καὶ πᾶσα ψυχὴ φιλόϋλος καὶ φιλόκοσμος ἀπὸ Θεοῦ νουθετουμένη καὶ ὡς πηλὸς κατὰ τὴν γνώμην ἀντιτυποῦσα σκληρύνεται καὶ ἑαυτὴν ὠθεῖ κατὰ τὸν Φαραὼ πρὸς ἀπώλειαν, πᾶσα δὲ φιλόθεος ὡς κηρὸς ἁπαλύνεται καὶ τοὺς τῶν θείων τύπους καὶ χαρακτῆρας εἰσδεχομένη γίνεται Θεοῦ κατοικητήριον ἐν πνεύματι. ιγ.

Ὁ τὸν νοῦν ταῖς θείαις καταστράψας νοήσεσιν καὶ τὸν λόγον ἐθίσας θείοις ὕμνοις ἀπαύστως γεραίρειν τὸν Κτίσαντα καὶ ταῖς ἀκηράτοις φαντασίαις καθαγιάσας τὴν αἴσθησιν, οὗτος τῷ φυσικῷ κατ’ εἰκόνα καλῷ προσέθηκε τὸ καθ’ ὁμοίωσιν γνωμικὸν ἀγαθόν. ιδ. Φυλάττει τις τῷ Θεῷ τὴν ψυχὴν ἀκηλίδωτον, εἰ τὴν μὲν διάνοιαν περὶ μόνου Θεοῦ καὶ τῶν αὐτοῦ ἀρετῶν διανοεῖσθαι βιάσαιτο, τὸν δὲ λόγον ὀρθὸν ἑρμηνέα καὶ ἐξηγητὴν τῶν αὐτῶν ἀρετῶν καταστήσειε, καὶ τὴν αἴσθησιν εὐσεβῶς τὸν ὁρατὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα φαντάζεσθαι διδάξειε τὴν τῶν ἐν αὐτοῖς λόγων μεγαλειότητα τῇ ψυχῇ διαγγέλλουσαν. ιε. Ὁ τῆς πικρᾶς δουλείας τῶν τυραννούντων δαιμόνων ἐλευθερώσας ἡμᾶς Θεὸς φιλάνθρωπον θεοσεβείας ἡμῖν ζυγὸν ἐδωρήσατο, τὴν ταπεινοφροσύνην· δι’ ἧς πᾶσα μὲν διαβολικὴ δαμάζεται δύναμις, πᾶν δὲ τοῖς ἑλομένοις αὐτὴν ἀγαθὸν δημιουργεῖται καὶ ἀραδιούργητον διαφυλάττεται.

ιϛ. Ὁ πιστεύων φοβεῖται, ὁ δὲ φοβούμενος ταπεινοῦται, ὁ δὲ ταπεινούμενος πραΰνεται τὴν τῶν παρὰ φύσιν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας κινημάτων ἀνενέργητον ἕξιν λαβών, ὁ δὲ πραῢς τηρεῖ τὰς ἐντολάς· ὁ δὲ τηρῶν τὰς ἐντολὰς καθαίρεται, ὁ δὲ καθαρθεὶς ἐλλάμπεται, ὁ δὲ ἐλλαμφθεὶς ἐν τῷ ταμιείῳ τῶν μυστηρίων ἀξιοῦται τῷ νυμφίῳ Λόγῳ συγκοιτασθῆναι. ιζ. Ὥσπερ γεωργὸς ὑπὲρ τοῦ τι τῶν ἀγρίων μεταφυτεῦσαι δένδρων ἐπιτήδειον σκοπῶν χωρίον ἀνελπίστῳ θησαυρῷ περιπίπτει, οὕτω καὶ πᾶς ἀσκητὴς ταπεινόφρων καὶ ἄπλαστος καὶ λεῖος κατὰ ψυχὴν τῆς ὑλικῆς δασύτητος κατὰ τὸν μακάριον Ἰακὼβ ὑπὸ τοῦ Πατρὸς ἐρωτώμενος τῆς ἐπιστήμης τὸν τρόπον τί τοῦτο, ὃ ταχὺ εὗρες, τέκνον; ἀποκρίνεται λέγων· ὃ παρέδωκε Κύριος ὁ Θεὸς ἐναντίον μου. ὅταν γὰρ ὁ Θεὸς ἡμῖν παραδῷ τῆς ἰδίας σοφίας τὰ θεωρήματα καμάτου χωρὶς οὐ προσδοκήσασι, θησαυρὸν ἐξαίφνης πνευματικὸν εὑρηκέναι νομίσωμεν. γεωργὸς γὰρ πνευματικός ἐστιν ὁ δόκιμος ἀσκητὴς τὴν πρὸς αἴσθησιν τῶν ὁρατῶν θεωρίαν ὡς ἄγριον δένδρον πρὸς τὴν τῶν νοητῶν χώραν μεταφυτεύων καὶ θησαυρὸν εὑρίσκων τὴν κατὰ χάριν τῆς ἐν τοῖς οὖσι σοφίας φανέρωσιν. ιη.

Ἄφνω προσπεσοῦσα γνῶσις θείων θεωρημάτων τῷ ἀσκητῇ μὴ προσδοκήσαντι διὰ τὴν ταπείνωσιν κατακλᾷ τὸν λογισμὸν τοῦ πρὸς ἐπίδειξιν μετὰ καμάτου καὶ πόνου ταύτην ζητοῦντος καὶ μὴ εὑρίσκοντος καὶ γεννᾷ τῷ ἄφρονι φθόνον εἰκῇ πρὸς τὸν ἀδελφὸν καὶ φόνου μελέτην καὶ ἑαυτῷ λύπην διὰ τὸ μὴ ἔχειν τὴν ἐκ τῶν ἐπαίνων φυσίωσιν. ιθ. Οἱ ζητοῦντες μετὰ πόνου γνῶσιν καὶ ἀποτυγχάνοντες ἢ δι’ ἀπιστίαν ἀποτυγχάνουσιν ἢ τυχὸν διὰ τὸ ἀφυῶς μέλλειν αὐτοὺς ἀντιφιλονεικοῦντας ἐπαίρεσθαι κατὰ τῶν γινωσκόντων ὡς ὁ λαὸς πάλαι κατὰ Μωϋσέως πρὸς οὓς ὁ νόμος ἐρεῖ δεόντως, ὅτι παραβιασάμενοί τινες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ οἰκῶν ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτίτρωσκεν αὐτούς. ἀνάγκη γὰρ τοὺς ἐπιδείξεως ἕνεκεν ἐπιμορφιζομένους τὴν ἀρετὴν μὴ μόνον σφάλλεσθαι δολοῦντας τὴν εὐσέβειαν, ἀλλὰ καὶ ὑπὸ τοῦ συνειδότος τιτρώσκεσθαι. κ. Ὁ πρὸς ἐπίδειξιν ἐφιέμενος γνώσεως καὶ ἀποτυγχάνων μήτε φθονείτω τῷ πέλας μήτε λυπείσθω, ἀλλ’ ἔν τινι τῶν ὁμόρων ποιείτω τὴν παρασκευήν, ὡς προστέτακται, κατὰ τὴν πρᾶξιν ἐν τῷ σώματι πρότερον φιλοπονῶν τῇ ψυχῇ τὴν ἑτοιμασίαν τῆς γνώσεως. κα.

Οἱ ὀρθῶς μετ’ εὐσεβείας τοῖς οὖσι προσβάλλοντες καὶ μηδένα φιλενδειξίας τρόπον ἐπινοοῦντες εὑρήσουσι προϋπαντώσας αὐτοῖς τὰς τῶν ὄντων παμφαεῖς θεωρίας ἀκριβεστάτην αὐτοῖς ἐμποιούσας ἑαυτῶν τὴν κατάληψιν· πρὸς οὓς ὁ νόμος φησίν· εἰσελθόντες κληρονομήσατε πόλεις μεγάλας καὶ καλὰς καὶ οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἃς οὐκ ᾠκοδομήσατε, καὶ λάκκους λελατομημένους, οὓς οὐκ ἐλατομήσατε, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε. ὁ γὰρ μὴ ἑαυτῷ ζῶν, ἀλλὰ τῷ Θεῷ, πάντων γίνεται πλήρης τῶν θείων χαρισμάτων τῶν τέως διὰ τὴν ἐπικειμένην τῶν παθῶν ὄχλησιν μὴ φαινομένων. κβ. Ὥσπερ διχῶς ἡ αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν, ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστι μηδενὸς ἀντιλαμβανομένη τῶν ὑποκειμένων, ἧς οὐδὲν ὄφελος μὴ πρὸς ἐνέργειαν τεινομένης, ἡ δὲ κατ’ ἐνέργειαν, δι’ ἧς ἀντιλαμβανόμεθα τῶν αἰσθητῶν, οὕτω καὶ ἡ γνῶσις διττή, ἡ μὲν ἐπιστημονικὴ καθ’ ἕξιν μόνους τοὺς λόγους ἀναλεγομένη τῶν ὄντων, ἧς οὐδὲν ὄφελος μὴ πρὸς τὴν τῶν ἐντολῶν ἐνέργειαν ἐκτεινομένης, ἡ δὲ κατ’ ἐνέργειαν πρακτικὴν αὐτὴν ἀληθῆ διὰ τῆς πείρας τῶν ὄντων κομίζουσα τὴν κατάληψιν. κγ.

Ὁ ὑποκριτής, ἕως μὲν δοκεῖ λανθάνειν, ἠρεμεῖ τὴν ἐκ τοῦ δοκεῖν δίκαιος εἶναι δόξαν θηρώμενος, ἐπειδὰν δὲ φωραθῇ, θανατηφόρους προΐσχεται λόγους ταῖς κατ’ ἄλλων λοιδορίαις δοκῶν τὴν οἰκείαν συγκαλύπτειν ἀσχημοσύνην· ὃν ἐχίδνης γεννήματι παρεικάσας ὁ λόγος ὡς παλίμβολον ἀξίους τῆς μετανοίας προσέταξεν αὐτῷ ποιεῖσθαι καρπούς, τουτέστι πρὸς τοὺς φαινομένους τρόπους μεταποιῆσαι τὴν κρυπτομένην τῆς καρδίας διάθεσιν. κδ. Φασί τινες θηρίον εἶναι πᾶν, ὃ μὴ τῷ νόμῳ τῶν ἐν ἀέρι τε καὶ γῇ καὶ θαλάττῃ ζώων κέκριται καθαρόν, κἂν ἥμερον εἶναι τῷ ἤθει δοκῇ· οἷς ἕκαστον τῶν ἀνθρώπων ἐκ τοῦ οἰκείου πάθους ὁ λόγος προσαγορεύει. κε. Ὁ ἐπὶ βλάβῃ τῶν πέλας μορφιζόμενος φιλίαν λύκος ἐστὶ κῳδίῳ κρύπτων τὴν ἑαυτοῦ κακουργίαν. ὃς ἐπειδὰν εὕρῃ ψιλὸν ἦθος ἢ ῥῆμα κατὰ Χριστὸν ἁπλοϊκῶς γινόμενον ἢ λεγόμενον, ἥρπασε καὶ διέφθειρε μυρίους καταχέων μώμους, ὧν τοῖς λόγοις ἢ τοῖς ἤθεσιν ἐπιτίθεται ὥσπερ κατάσκοπος τῆς ἐν Χριστῷ τῶν ἀδελφῶν ἐλευθερίας.

κϛ. Ὁ ὑποκρινόμενος σιωπὴν κακουργίας χάριν τῷ πλησίον τεκταίνεται δόλον οὗ ἀποτυγχάνων ἄπεισι τῷ ἰδίῳ πάθει προσθέμενος ὀδύνην. ὁ δὲ σιωπῶν ὠφελείας χάριν ηὔξησε φιλίαν καὶ ἀπελεύσεται χαίρων ὡς λαβὼν φωτισμὸν σκότους λυτήριον. κζ. Ὁ ἐν συνεδρίῳ λόγων ἀκρόασιν προπετῶς ἀνακόπτων οὐκ ἔλαθε φιλοδοξίαν νοσῶν· ὑφ’ ἧς ἁλισκόμενος μυρίους προβάλλεται δρόμους καὶ περιδρόμους προτάσεων τὸν εἱρμὸν τῶν λεγομένων διαστῆσαι βουλόμενος. κη. Ὁ σοφὸς καὶ διδάσκων καὶ διδασκόμενος μόνα βούλεται τὰ ὠφελοῦντα διδάσκεσθαι καὶ διδάσκειν, ὁ δὲ δοκήσει σοφὸς καὶ ἐρωτῶν καὶ ἐρωτώμενος τὰ περιεργότερα μόνον προβάλλεται. κθ. Ὧν μετέσχε τις κατὰ Θεοῦ χάριν ἀγαθῶν, καὶ ἄλλοις ἀφθόνως μεταδοῦναι χρεώστης ἐστί. δωρεὰν γάρ φησιν ἐλάβετε, δωρεὰν δότε. ὁ γὰρ ὑπὸ γῆν κρύπτων τὴν δωρεὰν ὡς σκληρὸν διαβάλλει τὸν Κύριον φειδοῖ τῆς σαρκὸς τὴν ἀρετὴν ἐξομνύμενος, ὁ δὲ πιπράσκων ἐχθροῖς τὴν ἀλήθειαν ὕστερον ἁλοὺς ὡς φιλόδοξος μὴ φέρων τὴν αἰσχύνην ἀπάγχεται. λ. Τοὺς ἔτι δειλιῶντας τὸν πρὸς τὰ πάθη πόλεμον καὶ φοβουμένους τὴν τῶν ἀοράτων ἐχθρῶν ἐπιδρομὴν σιωπᾶν δεῖ, τουτέστι τὸν ὑπὲρ ἀρετῆς ἀντιρρητικὸν μὴ μεταχειρίζεσθαι τρόπον, ἀλλὰ παραχωρεῖν τῷ Θεῷ δι’ εὐχῆς τὴν ὑπὲρ αὑτῶν μέριμναν· πρὸς οὓς ἐν Ἐξόδῳ λέγεται· Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε.

τοὺς δὲ ἤδη μετὰ τὴν ἀναίρεσιν τῶν διωκόντων τοὺς τῶν ἀρετῶν ἐπιζητοῦντας τρόπους πρὸς εὐγνώμονα μάθησιν δέον ἔχειν μόνον ἠνεῳγμένον τῆς διανοίας τὸ οὖς· πρὸς οὕς φησιν· ἄκουε, Ἰσραήλ. τῷ δὲ σφόδρα διὰ τὴν κάθαρσιν τῆς θείας ἐφιεμένῳ γνώσεως ἁρμόδιος ἡ εὐλαβὴς παρρησία· πρὸς ὃν εἰρήσεται· τί βοᾷς πρός με; οὐκοῦν ὅτῳ μὲν σιωπὴ διὰ φόβον προστέτακται, πρόσφορος μόνον ἡ πρὸς Θεὸν καταφυγή, ὅτῳ δὲ ἀκούειν παρακελεύεται, ἁρμόδιος ἡ πρὸς ὑπακοὴν τῶν θείων ἐντολῶν ἑτοιμότης, τῷ δὲ γνωστικῷ τὸ δι’ ἱκεσίας ἀπαύστως βοᾷν ἐπιτήδειον ὑπέρ τε τῆς τῶν κακῶν ἀποτροπῆς καὶ εὐχαριστίας τῆς τῶν ἀγαθῶν μετουσίας. λα. Οὐδέποτε ψυχὴ δύναται πρὸς γνῶσιν ἐκταθῆναι Θεοῦ, εἰ μὴ αὐτὸς ὁ Θεὸς συγκαταβάσει χρησάμενος ἅψηται αὐτῆς καὶ ἀναγάγῃ πρὸς ἑαυτόν. οὐ γὰρ ἂν τοσοῦτον ἴσχυσεν ἀναδραμεῖν ἀνθρώπινος νοῦς ὡς ἀντιλαβέσθαι τινὸς θείας ἐλλάμψεως, εἰ μὴ αὐτὸς ὁ Θεὸς ἀνέσπασεν αὐτόν, ὡς δυνατὸν ἦν ἀνθρώπινον νοῦν ἀνασπασθῆναι, καὶ ταῖς θείαις αὐγαῖς κατεφώτισεν. λβ. Ὁ τοὺς μαθητὰς τοῦ Κυρίου μιμούμενος οὐ παραιτεῖται διὰ τοὺς Φαρισαίους ὁδὸν ποιεῖν ἐν σαββάτῳ διὰ τῶν σπορίμων καὶ στάχυας τίλλειν, ἀλλὰ μετὰ τὴν πρακτικὴν ἐν τῇ ἀπαθείᾳ γενόμενος τοὺς λόγους ἀναλέγεται τῶν γεγονότων εὐσεβῶς τὴν θείαν τῶν ὄντων ἐπιστήμην τρεφόμενος. λγ.