Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Εσχατολογία, οι υπερβατικοί αιώνες και η τελική θέωση

Η μέθεξη των πιστών στο σώμα του Χριστού, η φύση της υπεραιώνιας Βασιλείας του Θεού και η πλήρης μεταμόρφωση του ανθρώπου σε ναό του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 9

Σῶμα Χριστοῦ εἶναι λεγόμεθα κατὰ τὸ ἡμεῖς δὲ σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέρους, οὐ κατὰ στέρησιν τῶν ἡμετέρων σωμάτων ἐκεῖνο τὸ σῶμα γινόμενοι, οὐδ’ αὖ πάλιν ἐκείνου καθ’ ὑπόστασιν εἰς ἡμᾶς μεταβαίνοντος ἢ μεληδὸν διατεμνομένου, ἀλλὰ τῷ καθ’ ὁμοιότητα τῆς τοῦ Κυρίου σαρκὸς τὴν φθορὰν ἀποσείεσθαι τῆς ἁμαρτίας. ὡς γὰρ ὁ Χριστὸς κατὰ φύσιν σαρκί τε καὶ ψυχῇ, καθ’ ὃ νοεῖται ἄνθρωπος, ἀναμάρτητος ἦν, οὕτω καὶ ἡμεῖς οἱ πεπιστευκότες αὐτῷ καὶ διὰ Πνεύματος αὐτὸν ἐνδυσάμενοι κατὰ προαίρεσιν ἐν αὐτῷ χωρὶς ἁμαρτίας εἶναι δυνάμεθα. πε. Εἰσὶ παρὰ τῇ Γραφῇ καὶ χρονικοὶ αἰῶνες καὶ ἄλλων αἰώνων συντέλειαν περιέχοντες κατὰ τὸ νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ τὰ ἑξῆς, καὶ ἕτεροι πάλιν χρονικῆς ἐλεύθεροι φύσεως αἰῶνες μετὰ τὸν ἐνεστῶτα τοῦτον χρονικὸν αἰῶνα τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων κατὰ τὸ ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὰ ἑξῆς. εὑρίσκομεν δὲ παρὰ τῇ Γραφῇ καὶ πλῆθος αἰώνων παρελθόντων τε καὶ ἐνεστώτων καὶ μελλόντων καὶ αἰῶνας αἰώνων εἶναί τινας αἰῶνας καὶ αἰῶνος αἰῶνα καὶ χρόνους αἰωνίους καὶ γενεὰς συνημμένας αἰῶσι.

καὶ ἵνα μὴ νῦν, τί μὲν διὰ τῶν χρονικῶν αἰώνων τί δὲ διὰ τῶν αἰωνίων χρόνων καὶ γενεῶν βούλεται δηλοῦν ὁ Λόγος, λέγοντες, τίνες τε πάλιν ἁπλῶς οἱ αἰῶνες καὶ τίνες οἱ αἰῶνες τῶν αἰώνων, τίς τε ὁ ἁπλῶς αἰὼν καὶ ὁ αἰὼν τοῦ αἰῶνος, πολὺν παρὰ τὴν ὑπόθεσιν ἐκτείνωμεν λόγον, τὰ περὶ τούτων τοῖς φιλομαθέσι σκοπεῖν ἐάσαντες πρὸς τὸν σκοπόν, δι’ ὃν ταῦτα προηγάγομεν, ἐπανέλθωμεν.

πϛ. Οἴδαμέν τι κατὰ τὴν Γραφὴν ὑπεραιώνιον, ὅπερ, ὅτι μὲν ἔστιν, ἐσήμανε, τί δὲ τοῦτό ἐστιν, οὐκ ὠνόμασε, κατὰ τὸ Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι. οὐκοῦν ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας, ἡ ἀκραιφνὴς τοῦ Θεοῦ βασιλεία. οὐ γὰρ δὴ θέμις εἰπεῖν ἦρχθαι ἢ φθάνεσθαι ὑπὸ αἰώνων ἢ χρόνων τὴν τοῦ Θεοῦ βασιλείαν. ταύτην δὲ πιστεύομεν εἶναι τῶν σῳζομένων κληρονομίαν καὶ μονὴν καὶ τόπον, καθὼς ὁ ἀληθὴς παραδίδωσι Λόγος, ὡς τέλος τῶν δι’ ἐφέσεως πρὸς τὸ ἔσχατον ὀρεκτὸν κινουμένων ἐν ᾧ γινόμενοι πάσης τῆς ὁποιασοῦν δέχονται παῦλαν κινήσεως, ὡς μηκέτι χρόνου τινὸς ὄντος αὐτοῖς ἢ αἰῶνος τοῦ διαβαθῆναι ὀφείλοντος, οἷα δὴ μετὰ πάντα καταντήσασιν εἰς τὸν Θεὸν τὸν πρὸ πάντων ὄντα τῶν αἰώνων, καὶ ὃν φθάνειν αἰώνων φύσις οὐ πέφυκεν. πζ. Ἐφ’ ὅσον χρόνον τις ἔστιν ἐν τῇ ζωῇ ταύτῃ, κἂν τέλειός ἐστι κατὰ τὴν ἐνθάδε κατάστασιν καὶ πράξει καὶ θεωρίᾳ, τὴν ἐκ μέρους ἔχει καὶ γνῶσιν καὶ προφητείαν καὶ ἀρραβῶνα Πνεύματος Ἁγίου, ἀλλ’ οὐκ αὐτὸ τὸ πλήρωμα, ἐλευσόμενός ποτε μετὰ τὴν τῶν αἰώνων περαίωσιν εἰς τὴν τελείαν λῆξιν τὴν πρόσωπον πρὸς πρόσωπον τοῖς ἀξίοις δείκνυσαν αὐτὴν ἐφ’ ἑαυτῆς ἑστῶσαν τὴν ἀλήθειαν, ὡς μηκέτι ἐκ τοῦ πληρώματος μέρος ἔχειν, ἀλλ’ αὐτὸ τὸ πλήρωμα τῆς χάριτος κατὰ μέθεξιν ὅλον κομίζεσθαι.

καταντήσεσθαι γὰρ φησὶν ὁ Ἀπόστολος πάντας δηλονότι τοὺς σῳζομένους εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, οἷς φαινομένοις τὸ ἐκ μέρους καταργηθήσεται. πη. Ζητοῦσί τινες, πῶς ἔσται τῶν ἀξιουμένων τῆς ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τελειότητος ἡ κατάστασις, πότερον κατὰ προκοπὴν καὶ μετάβασιν ἢ κατὰ τὴν ἐν στάσει ταυτότητα, πῶς τε τὰ σώματα καὶ τὰς ψυχὰς εἶναι χρεὼν ὑπολαμβάνειν. πρὸς δὴ τοῦτο στοχαστικῶς ἐρεῖ τις, ὅτι καθάπερ ἐπὶ τῆς σωματικῆς ζωῆς διττός ἐστιν ὁ τῆς τροφῆς λόγος, ὁ μὲν πρὸς αὔξησιν, ὁ δὲ πρὸς συντήρησιν τῶν τρεφομένων μέχρις οὗ γὰρ φθάσωμεν τὸ τέλειον τῆς σωματικῆς ἡλικίας, τρεφόμεθα πρὸς αὔξησιν, ἐπειδὰν δὲ τὸ σῶμα στῇ τῆς εἰς μέγεθος ἐπιδόσεως, οὐκέτι τρέφεται πρὸς αὔξησιν, ἀλλὰ πρὸς συντήρησιν, οὕτως καὶ ἐπὶ τῆς ψυχῆς διττὸς ὁ τῆς τροφῆς λόγος.

τρέφεται γὰρ προκόπτουσα ταῖς ἀρεταῖς καὶ τοῖς θεωρήμασι, μέχρις οὗ διαβᾶσα τὰ ὄντα πάντα φθάσῃ τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐν ᾧ γινομένη πάσης τῆς πρὸς ἐπίδοσίν τε καὶ αὔξησιν διὰ τῶν μέσων ἵσταται προκοπῆς ἀμέσως τρεφομένη τὸ ὑπὲρ νόησιν, καὶ διὰ τοῦτο τυχὸν ὑπὲρ αὔξησιν, τῆς ἀφθάρτου τροφῆς εἶδος πρὸς συντήρησιν τῆς δοθείσης αὐτῇ θεοειδοῦς τελειότητος καὶ ἔκφανσιν τῶν τῆς τροφῆς ἐκείνης ἀπείρων ἀγλαϊῶν, καθ’ ἣν τὸ ἀεὶ εὖ ὡσαύτως εἶναι ἐνδημῆσαν αὐτῇ δεχομένη γίνεται Θεὸς τῇ μεθέξει τῆς θεϊκῆς χάριτος πασῶν τῶν κατὰ νοῦν τε καὶ αἴσθησιν ἐνεργειῶν αὐτή τε παυσαμένη καὶ ἑαυτῇ τὰς τοῦ σώματος συναποπαύσασα φυσικὰς ἐνεργείας συνθεωθέντος αὐτῇ κατὰ τὴν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως, ὥστε μόνον τὸν Θεὸν διά τε τῆς ψυχῆς καὶ τοῦ σώματος φαίνεσθαι νικηθέντων αὐτοῖς τῇ ὑπερβολῇ τῆς δόξης τῶν φυσικῶν γνωρισμάτων. πθ. Ζητοῦσί τινες τῶν φιλομαθῶν, κατὰ ποῖον ἔσται τρόπον ἡ τῶν αἰωνίων μονῶν τε καὶ ἐπαγγελιῶν διαφορά, πότερον καθ’ ὑπόστασιν τοπικήν, ἢ κατ’ ἐπίνοιαν τῆς ἰδιαζούσης καθ’ ἑκάστην μονὴν πνευματικῆς ποιότητός τε καὶ ποσότητος, καὶ τοῖς μὲν δοκεῖ τὸ πρῶτον, τοῖς δὲ τὸ δεύτερον· ὁ δὲ γνούς, τί τὸ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι καὶ τί τὸ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί, τοῦ δευτέρου μᾶλλον γενήσεται. ϙ.

Ζητοῦσί τινες, ποίαν διαφορὰν ἔχει πρὸς τὴν τοῦ Θεοῦ βασιλείαν ἡ τῶν οὐρανῶν βασιλεία· πότερον καθ’ ὑπόστασιν διαφέρουσιν ἀλλήλων, ἢ κατ’ ἐπίνοιαν. πρὸς οὓς ῥητέον, ὅτι διαφέρουσι μέν, οὐ καθ’ ὑπόστασιν δὲ μία γὰρ καθ’ ὑπόστασιν ἄμφω, ἀλλὰ κατ’ ἐπίνοιαν· ἡ μὲν γὰρ βασιλεία τῶν οὐρανῶν τῆς τῶν ὄντων ἀκραιφνοῦς κατὰ τοὺς ἑαυτῶν λόγους ἐν τῷ Θεῷ προαιωνίου γνώσεώς ἐστι κατάληψις, ἡ δὲ τοῦ Θεοῦ βασιλεία τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις, καὶ ἡ μὲν κατὰ τὸ τέλος τῶν ὄντων, ἡ δὲ κατ’ ἐπίνοιαν μετὰ τὸ τέλος τῶν ὄντων ἐστίν. ϙα. Τὸ ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν οὐκ ἔστιν, ὡς οἶμαι, χρονικῆς συστολῆς. οὐ γὰρ ἔρχεται μετὰ παρατηρήσεως· οὔτε ἐροῦσιν· ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ, ἀλλὰ τῆς πρὸς αὐτὴν τῶν ἀξίων αὐτῆς κατὰ διάθεσιν σχέσεώς ἐστιν. ἡ βασιλεία γὰρ τοῦ Θεοῦ, φησίν, ἐντὸς ὑμῶν ἐστιν. ϙβ. Ἡ τοῦ Θεοῦ καὶ Πατρὸς βασιλεία δυνάμει μὲν ἐν πᾶσίν ἐστι τοῖς πιστεύουσιν, ἐνεργείᾳ δὲ ἐν τοῖς ἀποθεμένοις διόλου τῆς διαθέσεως πᾶσαν τὴν κατὰ φύσιν ψυχῆς τε καὶ σώματος ζωὴν καὶ μόνην κτησαμένοις τὴν τοῦ Πνεύματος καὶ δυναμένοις λέγειν· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ϙγ.

Τὴν βασιλείαν τῶν οὐρανῶν εἶναί τινες λέγουσι τὴν ἐν οὐρανοῖς τῶν ἀξίων διαγωγήν, ἕτεροι δὲ τὴν ὁμοίαν τοῖς Ἀγγέλοις τῶν σῳζομένων κατάστασιν, ἄλλοι δὲ τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ Ἐπουρανίου. συνᾴδουσι δὲ τῇ ἀληθείᾳ κατὰ τὸ ἐμοὶ δοκοῦν καὶ αἱ τρεῖς περὶ τούτου δόξαι. πᾶσι γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτοῖς κατὰ ποιόν τε καὶ ποσὸν δικαιοσύνης ἡ μέλλουσα δίδοται χάρις. ϙδ. Ἕως ὅτου κατὰ τὴν πρακτικὴν φιλοσοφίαν ἀνδρικῶς τοὺς θείους διεξέρχεταί τις ἀγῶνας, τὸν διὰ τῶν ἐντολῶν ἐξελθόντα παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον παρ’ ἑαυτῷ κατέχει Λόγον. ἐπειδὰν δὲ τῶν κατὰ τὴν πρᾶξιν πρὸς τὰ πάθη παλαισμάτων ἀφέμενος ὡς νικητὴς παθῶν καὶ δαιμόνων ἀποφανθεὶς πρὸς τὴν διὰ θεωρίας γνωστικὴν μετέλθῃ φιλοσοφίαν, συγχωρεῖ τῷ Λόγῳ μυστικῶς ἀφεῖναι πάλιν τὸν κόσμον καὶ πορευθῆναι πρὸς τὸν Πατέρα. διό φησιν ὁ Κύριος τοῖς μαθηταῖς, ὅτι ὑμεῖς με πεφιλήκατε καὶ πεπιστεύκατε, ὅτι ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα, κόσμον εἰπὼν τυχὸν τὴν κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν ἐπίπονον ἐργασίαν, πατέρα δὲ τὴν κατὰ νοῦν ὑπερκόσμιον καὶ παντὸς ἐλευθέραν ὑλικοῦ φρονήματος κατάστασιν, καθ’ ἣν ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γίνεται Λόγος τῆς πρὸς τὰ πάθη καὶ τοὺς δαίμονας μάχης παυόμενος. ϙε.

Ὁ δυνηθεὶς νεκρῶσαι διὰ πράξεως τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ νικῆσαι διὰ τοῦ Λόγου τῶν ἐντολῶν τὸν ἐν αὐτῷ τῶν παθῶν κόσμον οὐδεμίαν ἕξει λοιπὸν θλίψιν τὸν κόσμον ἐάσας ἤδη καὶ ἐν Χριστῷ γεγενημένος τῷ τὸν κόσμον νικήσαντι τῶν παθῶν καὶ πάσης εἰρήνης χορηγῷ. ὁ γὰρ τὴν προσπάθειαν τῶν ὑλικῶν μὴ ἀφεὶς διὰ παντὸς θλίψιν ἕξει τοῖς κατὰ φύσιν ἀλλοιουμένοις τὴν γνώμην συναλλοιούμενος, ὁ δὲ γινόμενος ἐν Χριστῷ κατ’ οὐδένα λόγον· αἰσθήσεται τῆς οἱασοῦν ὑλικῆς μεταπτώσεως. διό φησιν ὁ Κύριος· ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον, τουτέστιν ἐν ἐμοὶ τῷ Λόγῳ τῆς ἀρετῆς εἰρήνην ἔχετε ἀπηλλαγμένοι τῆς τῶν ὑλικῶν παθῶν τε καὶ πραγμάτων στροβώσεώς τε καὶ ταραχῆς, ἐν δὲ τῷ κόσμῳ, τουτέστιν ἐν τῇ προσπαθείᾳ τῶν ὑλικῶν, θλίψιν διὰ τὴν αὐτῶν ἀλλεπάλληλον μετάπτωσιν. θλίψιν γὰρ ἔχουσι καὶ ἀμφότεροι, καὶ ὁ πράττων τὴν ἀρετὴν διὰ τὸν αὐτῇ συνημμένον πόνον, καὶ ὁ τὸν κόσμον ἀγαπῶν διὰ τὴν τῶν ὑλικῶν ἀποτυχίαν· ἀλλ’ ὁ μὲν θλίψιν σωτήριον, ὁ δὲ φθαρτικὴν καὶ ὀλέθριον. ἀμφοτέρων δέ ἐστιν ὁ Κύριος ἄνεσις, τοῦ μὲν καταπαύων ἐν ἑαυτῷ κατὰ τὴν θεωρίαν δι’ ἀπαθείας τοὺς πόνους τῶν ἀρετῶν, τοῦ δὲ τὴν πρὸς τὰ φθειρόμενα σχετικὴν προσπάθειαν διὰ τῆς μετανοίας ἀφαιρούμενος. ϙϛ.

Ἡ ἐν τῷ τίτλῳ προγραφὴ τῆς τοῦ Σωτῆρος αἰτίας πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας ὄντα Βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἔδειξε. Ῥωμαϊστὶ γὰρ καὶ Ἑλληνιστὶ καὶ Ἑβραϊστί φησιν ἀναγεγράφθαι τὸ λόγιον. νοῶ δὲ διὰ μὲν τοῦ Ῥωμαϊστὶ τὴν πρακτικὴν ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν Δανιὴλ ὁρισθείσης εἶναι πασῶν ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν πρακτικῆς δὲ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία, διὰ δὲ τοῦ Ἑλληνιστὶ τὴν φυσικὴν θεωρίαν ὡς μᾶλλον τοῦ Ἑλλήνων ἔθνους παρὰ τοὺς λοιποὺς ἀνθρώπους τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ, διὰ δὲ τοῦ Ἑβραϊστὶ τὴν θεολογικὴν μυσταγωγίαν ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ διὰ τοὺς πατέρας ἀνατεθέντος. ϙζ. Δεῖ μὴ μόνον ἡμᾶς εἶναι παθῶν σωματικῶν φονευτάς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν ὀλετῆρας, κατὰ τὸν λέγοντα ἅγιον· εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, τουτέστι τὰ τοῦ σώματος πάθη καὶ τῆς ψυχῆς τοὺς ἀνομοῦντας λογισμούς. ϙη. Ὁ τὴν ὁδὸν τῶν ἀρετῶν χωρὶς τῆς ἐφ’ ἑκάτερα ῥοπῆς μετ’ εὐσεβοῦς καὶ ὀρθῆς γνώσεως συντηρήσας ἀλώβητον εἴσεται τὴν γινομένην πρὸς αὐτὸν τοῦ Θεοῦ διὰ τῆς ἀπαθείας παρουσίαν. ψαλῶ γὰρ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με.

ὁ γὰρ ψαλμὸς τὴν ἐνάρετον πρᾶξιν δηλοῖ, ἡ δὲ σύνεσις τὴν ἐπ’ ἀρετῇ γνωστικὴν ἐπιστήμην, καθ’ ἣν τῆς θείας αἰσθάνεται παρουσίας ὁ δι’ ἀγρυπνίας τῶν ἀρετῶν προσδεχόμενος τὸν Κύριον αὐτοῦ· πιστὸς δ’ ἂν εἴη καὶ ἀγαθός. ϙθ. Οὐ δεῖ τὸν εἰσαγόμενον εἰς εὐσέβειαν διὰ μόνης ἄγεσθαι χρηστότητος πρὸς τὴν πρᾶξιν τῶν ἐντολῶν, ἀλλὰ μὴν καὶ τῇ μνήμῃ τῶν θείων δικαιωμάτων δι’ ἀποτομίας συχνότερον αὐτὸν ἀγωνίσασθαι, ἐφ’ ᾧ μὴ μόνον πόθῳ τῶν θείων ἐρᾶν, ἀλλὰ καὶ φόβῳ τῆς κακίας ἀπέχεσθαι· ἔλεον γὰρ καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, ἵνα καὶ ᾄδῃ τῷ Θεῷ κατὰ πόθον τερπόμενος καὶ εὐτονῇ πρὸς τὸ ᾆσμα τῷ φόβῳ στομούμενος. ρ. Ὁ δι’ ἀρετῆς καὶ γνώσεως ἁρμοσάμενος τὸ σῶμα πρὸς τὴν ψυχὴν γέγονε κιθάρα Θεοῦ καὶ αὐλὸς καὶ ναός. κιθάρα μὲν ὡς καλῶς φυλάξας τὴν τῶν ἀρετῶν ἁρμονίαν, αὐλὸς δὲ ὡς διὰ τῶν θείων θεωρημάτων εἰσδεχόμενος τὴν τοῦ Πνεύματος ἔμπνευσιν, ναὸς δὲ ὡς διὰ τὴν κατὰ νοῦν καθαρότητα τοῦ Λόγου γεγονὼς κατοικητήριον.