Καί σου τὸν εὐσεβῆ τρόπον ἀποθαυμάσας, τὸν λόγον προΐσχομαι κατὰ δύναμιν· φάσκων, ὡς οὐκ ἄλλο τι κατὰ φύσιν ὑπάρχει τὸ κατὰ τὸν Σωτῆρα ἀνθρώπινον, καὶ ἄλλο τὸ καθ’ ἡμᾶς· ἀλλὰ ταυτὸν τῇ οὐσίᾳ καὶ ἀπαράλλακτον, εἴπερ ἐκ τῆς ἡμετέρας ἐλήφθη, κατὰ τὴν ἐκ τῶν παρθενικῶν τῆς πανάγνου καὶ Θεομήτορος ἀχράντων αἱμάτων ἄῤῥητον πρόσληψιν· οἷς δίκην σπορᾶς ἑνωθεὶς ὁ Λόγος, γέγονε σάρξ, μὴ ἐκστὰς τοῦ εἶναι κατ’ οὐσίαν Θεός· καὶ τέλειος καθ’ ἡμᾶς ἐχρημάτισεν ἄνθρωπος, πλὴν μόνης τῆς ἁμαρτίας· δι’ ἣν ἡμεῖς μὲν πολλάκις στασιάζομεν, καὶ ἀντιπαλαίομεν τῷ Θεῷ κατὰ τὴν θέλησιν, ὡς ἐφ’ ἑκάτερα τὴν ταύτης κεκτημένοι ῥοπήν· αὐτὸς δὲ πάσης κατὰ φύσιν ἐλεύθερος ὢν ἁμαρτίας, ὡς ἄνθρωπος οὐ ψιλός, ἀλλ’ ἐνανθρωπήσας Θεός, οὐδὲν ἐναντίον εἶχεν· ἀλλ’ ἄχραντον, καὶ πάντη κυρίως ἀμόλυντον τὴν ἡμετέραν φύσιν διέσωζε· καθὸ καὶ ἔλεγε· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν· τῶν οἷς ἡμεῖς δηλαδὴ τὴν φύσιν παραχαράττοντες, τὴν ἐναντίωσιν τοῦ θελήματος ἐπιδείκνυμεν· δι’ ἣν τῷ καθ’ ἡμᾶς ἀνυπότακτος λέγεται καὶ Χριστός, ἕως ἂν ταύτης καὶ ἡμᾶς ἀπολύσῃ τῇ δυνάμει τῆς ἐνανθρωπήσεως· ἧς ἐπικυρῶν τὴν ἀλήθειαν, πάντα γέγονε δι’ ἡμᾶς, καὶ δέδρακεν ἑκουσίως ὑπὲρ ἡμῶν, μήτε τὴν ἡμετέραν οὐσίαν, μήτε τι τῶν αὐτῆς ἀδιαβλήτων καὶ φυσικῶν τὸ παράπαν ψευσάμενος· εἰ καὶ ταύτην μετ’ ἐκείνων ἁπάντων ἐθέωσε, πυρακτωθέντος δίκην σιδήρου, πᾶσαν θεουργὸν ἀποφήνας, ὡς διόλου κατ’ ἄκρον αὐτῇ περιχωρήσας διὰ τὴν ἕνωσιν· καὶ ἒν μετ’ αὐτῆς ἀσυγχύτως κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν γεγονώς.